< Isaija 48 >

1 Èujte ovo, dome Jakovljev, koji se zovete imenom Izrailjevijem, i iz vode Judine izidoste, koji se kunete imenom Gospodnjim, i Boga Izrailjeva pominjete, ali ne po istini i po pravdi.
ἀκούσατε ταῦτα οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης
2 Jer se imenuju po svetom gradu, oslanjaju se na Boga Izrailjeva, kojemu je ime Gospod nad vojskama.
καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτῷ
3 Što je preðe bivalo, kazivah naprijed odavna, i što iz mojih usta izide i objavih, uèinih brzo i zbi se.
τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπῆλθεν
4 Znao sam da si uporan, i vrat da ti je gvozdena žila, i èelo da ti je od mjedi.
γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν
5 I zato ti odavna objavih, prije nego se zbi kazah ti, da ne bi rekao: idol moj uèini to, i lik moj rezani i lik moj liveni zapovjediše tako.
καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι
6 Èuo si; pogledaj sve to; a vi neæete li objavljivati? otsele ti javljam novo i sakriveno, što nijesi znao;
ἠκούσατε πάντα καὶ ὑμεῖς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι καὶ οὐκ εἶπας
7 Sada se stvori, i nedavno, i prije ovoga dana nijesi èuo, da ne reèeš: gle, znao sam.
νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπῃς ὅτι ναί γινώσκω αὐτά
8 Niti si èuo ni znao, i prije ti se uši ne otvoriše, jer znadijah da æeš èiniti nevjeru, i da se zoveš prestupnik od utrobe materine.
οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ
9 Imena svojega radi ustegnuæu gnjev svoj, i radi hvale svoje uzdržaæu se prema tebi, da te ne istrijebim.
ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε
10 Evo, pretopiæu te, ali ne kao srebro, prebraæu te u peæi nevolje.
ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας
11 Sebe radi, sebe radi uèiniæu, jer kako bi se hulilo na ime moje? i slave svoje neæu dati drugome.
ἕνεκεν ἐμοῦ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω
12 Èuj me, Jakove i Izrailju, kojega ja pozvah: ja sam prvi, ja sam i pošljednji.
ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα
13 I moja je ruka osnovala zemlju, i moja je desnica izmjerila nebesa peðu; kad ih zovnem, svi doðu.
καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα
14 Skupite se svi i èujte: ko je od njih objavio ovo? Gospod ga miluje, on æe izvršiti volju njegovu na Vavilonu, i mišica æe njegova biti nasuprot Haldejcima.
καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων
15 Ja, ja rekoh, i pozvah ga, dovešæu ga, i biæe sreæan na svom putu.
ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ
16 Pristupite k meni, èujte ovo: od poèetka nijesam govorio tajno; otkako to bi, bijah ondje; a sada Gospod Gospod posla me i duh njegov.
προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ ἡνίκα ἐγένετο ἐκεῖ ἤμην καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ
17 Ovako veli Gospod, izbavitelj tvoj, svetac Izrailjev: ja sam Gospod Bog tvoj koji te uèim da bi napredovao, vodim te putem kojim treba da ideš.
οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ ἐγώ εἰμι ὁ θεός σου δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ
18 O, da si pazio na zapovjesti moje! mir bi tvoj bio kao rijeka, i pravda tvoja kao valovi morski;
καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης
19 I sjemena bi tvojega bilo kao pijeska, i poroda utrobe tvoje kao zrna njegovijeh; ime se njihovo ne bi zatrlo ni istrijebilo ispred mene.
καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου
20 Izidite iz Vavilona, bježite od Haldejaca; glasno pjevajuæi objavljujte, kazujte, razglašujte do krajeva zemaljskih; recite: izbavi Gospod slugu svojega Jakova.
ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω τοῦτο ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς λέγετε ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ
21 Neæe ožednjeti kad ih povede preko pustinje; vodu iz stijene toèiæe im, jer æe rascijepiti kamen i poteæi æe voda.
καὶ ἐὰν διψήσωσιν δῑ ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου
22 Nema mira bezbožnicima, veli Gospod.
οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν λέγει κύριος

< Isaija 48 >