< Isaija 44 >

1 Ali sada èuj, Jakove, slugo moj, i Izrailju, kojega izabrah.
νῦν δὲ ἄκουσον παῖς μου Ιακωβ καὶ Ισραηλ ὃν ἐξελεξάμην
2 Ovako veli Gospod, koji te je stvorio i sazdao od utrobe materine, i koji ti pomaže: ne boj se, slugo moj Jakove, i mili, kojega izabrah.
οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας ἔτι βοηθηθήσῃ μὴ φοβοῦ παῖς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ ὃν ἐξελεξάμην
3 Jer æu izliti vodu na žednoga i potoke na suhu zemlju, izliæu duh svoj na sjeme tvoje i blagoslov svoj na tvoje natražje.
ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου
4 I procvjetaæe kao u travi, kao vrbe pokraj potoka.
καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ
5 Ovaj æe reæi: ja sam Gospodnji, a onaj æe se zvati po imenu Jakovljevu, a drugi æe se pisati svojom rukom Gospodnji, i prezivaæe se imenom Izrailjevijem.
οὗτος ἐρεῖ τοῦ θεοῦ εἰμι καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ καὶ ἕτερος ἐπιγράψει τοῦ θεοῦ εἰμι ἐπὶ τῷ ὀνόματι Ισραηλ
6 Ovako govori Gospod car Izrailjev i izbavitelj njegov, Gospod nad vojskama: ja sam prvi i ja sam pošljednji, i osim mene nema Boga.
οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα πλὴν ἐμοῦ οὐκ ἔστιν θεός
7 I ko kao ja oglašuje i objavljuje ovo, ili mi ureðuje otkako naselih stari narod? Neka im javi što æe biti i što æe doæi.
τίς ὥσπερ ἐγώ στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν
8 Ne bojte se i ne plašite se; nijesam li ti davno kazao i objavio? vi ste mi svjedoci; ima li Bog osim mene? Da, nema stijene, ne znam ni jedne.
μὴ παρακαλύπτεσθε οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ καὶ οὐκ ἦσαν τότε
9 Koji grade rezane likove, svi su ništa, i mile stvari njihove ne pomažu ništa, i one su im svjedoci da ne vide i ne razumiju, da bi se posramili.
οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται
10 Ko gradi boga i lije lik, nije ni na kaku korist.
πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ
11 Gle, svi æe se drugovi njegovi posramiti, i umjetnici više od drugih ljudi; neka se skupe svi i stanu, biæe ih strah i posramiæe se svi.
καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα
12 Kovaè kliještima radi na živom ugljevlju, i kuje èekiæem, i radi snagom svoje ruke, gladuje, te iznemogne, i ne pije vode, te sustane.
ὅτι ὤξυνεν τέκτων σίδηρον σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ ἐκλεξάμενος
13 Drvodjelja rasteže vrvcu i bilježi crvenilom, teše i zaokružuje, i naèinja kao lik èovjeèji, kao lijepa èovjeka, da stoji u kuæi.
τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτό ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ
14 Sijeèe sebi kedre, i uzima èesvinu i hrast ili što je najèvršæe meðu drvljem šumskim; sadi jasen, i od dažda raste.
ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν
15 I biva èovjeku za oganj, i uzme ga, te se grije; upali ga, te peèe hljeb; i još gradi od njega boga i klanja mu se; gradi od njega lik rezan, i pada na koljena pred njim.
ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς καὶ προσκυνοῦσιν αὐτούς
16 Polovinu loži na oganj, uz polovinu jede meso ispekavši peèenje, i biva sit, i grije se i govori: aha, ogrijah se, vidjeh oganj.
οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἶπεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ
17 A od ostatka gradi boga, rezan lik svoj, pada pred njim na koljena i klanja se, i moli mu se i govori: izbavi me, jer si ti bog moj.
τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων ἐξελοῦ με ὅτι θεός μου εἶ σύ
18 Ne znaju, niti razumiju, jer su im oèi zaslijepljene da ne vide, i srca, da ne razumiju.
οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν
19 Niti uzimaju na um, nema znanja ni razuma da bi koji rekao: polovinu ovoga spalih na oganj, i na uglju od njega ispekoh hljeb, ispekoh meso i jedoh; i od ostatka eda li æu naèiniti gad, i panju drvenom hoæu li se klanjati?
καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγεν καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ
20 Taki se hrani pepelom, prevareno srce zavodi ga da ne može izbaviti duše svoje, niti reæi: nije li laž što mi je u desnici?
γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ ἴδετε οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου
21 Pamti to, Jakove i Izrailju, jer si moj sluga; ja sam te sazdao, sluga si moj, Izrailju, neæu te zaboraviti.
μνήσθητι ταῦτα Ιακωβ καὶ Ισραηλ ὅτι παῖς μου εἶ σύ ἔπλασά σε παῖδά μου καὶ σύ Ισραηλ μὴ ἐπιλανθάνου μου
22 Rasuæu kao oblak prijestupe tvoje, i grijehe tvoje kao maglu; vrati se k meni, jer sam te izbavio.
ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε
23 Pjevajte, nebesa, jer Gospod uèini, podvikujte, nizine zemaljske, popijevajte, gore, šume i sva drva u njima, jer izbavi Gospod Jakova i proslavi se u Izrailju.
εὐφράνθητε οὐρανοί ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ισραηλ σαλπίσατε θεμέλια τῆς γῆς βοήσατε ὄρη εὐφροσύνην οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ιακωβ καὶ Ισραηλ δοξασθήσεται
24 Ovako govori Gospod, izbavitelj tvoj, koji te je sazdao od utrobe materine: ja Gospod naèinih sve: razapeh nebo sam, rasprostrijeh zemlju sam sobom;
οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν τίς ἕτερος
25 Uništujem znake lažljivcima, i vraèe obezumljujem, vraæam natrag mudarce, i pretvaram mudrost njihovu u ludost;
διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων
26 Potvrðujem rijeè sluge svojega, i navršujem savjet glasnika svojih; govorim Jerusalimu: naseliæeš se; i gradovima Judinijem: sazidaæete se; i pustoline njihove podignuæu;
καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων ὁ λέγων Ιερουσαλημ κατοικηθήσῃ καὶ ταῖς πόλεσιν τῆς Ιουδαίας οἰκοδομηθήσεσθε καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ
27 Govorim dubini: presahni i isušiæu rijeke tvoje;
ὁ λέγων τῇ ἀβύσσῳ ἐρημωθήσῃ καὶ τοὺς ποταμούς σου ξηρανῶ
28 Govorim Kiru: pastir si moj; i izvršiæe svu volju moju, i kazaæe Jerusalimu: sazidaæeš se; i crkvi: osnovaæeš se.
ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσει ὁ λέγων Ιερουσαλημ οἰκοδομηθήσῃ καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω

< Isaija 44 >