< Izlazak 32 >
1 A narod vidjevši gdje Mojsije za dugo ne slazi s gore, skupi se narod pred Arona, i rekoše mu: hajde, naèini nam bogove, koji æe iæi pred nama, jer tome Mojsiju koji nas izvede iz zemlje Misirske ne znamo šta bi.
καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ
2 A Aron im reèe: poskidajte zlatne oboce što su u ušima žena vaših, sinova vaših i kæeri vaših, i donesite mi.
καὶ λέγει αὐτοῖς Ααρων περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με
3 I poskida sav narod zlatne oboce što im bijahu u ušima, i donesoše Aronu.
καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς Ααρων
4 A on uzev iz ruku njihovijeh, sali u kalup, i naèini tele saliveno. I rekoše: ovo su bogovi tvoji, Izrailju, koji te izvedoše iz zemlje Misirske.
καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν οὗτοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου
5 A kad to vidje Aron, naèini oltar pred njim; i povika Aron, i reèe: sjutra je praznik Gospodnji.
καὶ ἰδὼν Ααρων ᾠκοδόμησεν θυσιαστήριον κατέναντι αὐτοῦ καὶ ἐκήρυξεν Ααρων λέγων ἑορτὴ τοῦ κυρίου αὔριον
6 I sjutradan ustavši rano prinesoše žrtve paljenice i žrtve zahvalne; i posjeda narod, te jedoše i piše, a poslije ustaše da se igraju.
καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν
7 A Gospod reèe Mojsiju: idi, siði, jer se pokvari tvoj narod, koji si izveo iz zemlje Misirske.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου
8 Brzo zaðoše s puta, koji sam im zapovjedio; naèiniše sebi tele liveno, i pokloniše mu se, i prinesoše mu žrtvu, i rekoše: ovo su bogovi tvoji, Izrailju, koji te izvedoše iz zemlje Misirske.
παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν οὗτοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου
9 Još reèe Gospod Mojsiju: pogledah narod ovaj, i eto je narod tvrda vrata.
10 I sada pusti me, da se raspali gnjev moj na njih i da ih istrijebim; ali od tebe æu uèiniti narod velik.
καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα
11 A Mojsije se zamoli Gospodu Bogu svojemu, i reèe: zašto se, Gospode, raspaljuje gnjev tvoj na narod tvoj, koji si izveo iz zemlje Misirske silom velikom i rukom krjepkom?
καὶ ἐδεήθη Μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν ἵνα τί κύριε θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ
12 Zašto da govore Misirci i reku: na zlo ih izvede, da ih pobije po planinama i da ih istrijebi sa zemlje? Povrati se od gnjeva svojega, i požali narod svoj oda zla.
μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου
13 Opomeni se Avrama, Isaka i Izrailja, sluga svojih, kojima si se sobom zakleo i obrekao im: umnožiæu sjeme vaše kao zvijezde na nebu, i zemlju ovu, za koju govorih, svu æu dati sjemenu vašemu da je njihova dovijeka.
μνησθεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν σῶν οἰκετῶν οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ πᾶσαν τὴν γῆν ταύτην ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα
14 I ražali se Gospodu uèiniti zlo narodu svojemu, koje reèe.
καὶ ἱλάσθη κύριος περὶ τῆς κακίας ἧς εἶπεν ποιῆσαι τὸν λαὸν αὐτοῦ
15 Tada se vrati Mojsije, i siðe s gore sa dvije ploèe svjedoèanstva u rukama svojim; i ploèe bjehu pisane s obje strane, otud i odovud pisane.
καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι
16 I bjehu ploèe djelo Božije, i pismo bješe pismo Božije, urezano na ploèama.
καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν καὶ ἡ γραφὴ γραφὴ θεοῦ ἐστιν κεκολαμμένη ἐν ταῖς πλαξίν
17 A Isus èuvši viku u narodu, kad vikahu, reèe Mojsiju: vika ubojna u okolu.
καὶ ἀκούσας Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ
18 A on reèe: nije to vika kako vièu koji su jaèi, niti je vika kako vièu koji su slabiji, nego èujem viku onijeh koji pjevaju.
καὶ λέγει οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω
19 I kad doðe blizu okola, ugleda tele i igre, te se razgnjevi Mojsije, i baci iz ruku svojih ploèe, i razbi ih pod gorom.
καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος
20 Pa uze tele koje bijahu naèinili i spali ga ognjem, i satr ga u prah, i prosu ga po vodi, i zapoji sinove Izrailjeve.
καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ
21 I reèe Mojsije Aronu: šta ti je uèinio ovaj narod, te ga uvali u toliki grijeh?
καὶ εἶπεν Μωυσῆς τῷ Ααρων τί ἐποίησέν σοι ὁ λαὸς οὗτος ὅτι ἐπήγαγες ἐπ’ αὐτοὺς ἁμαρτίαν μεγάλην
22 A Aron mu reèe: nemoj se gnjeviti, gospodaru; ti znaš ovaj narod da je brz na zlo.
καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν μὴ ὀργίζου κύριε σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου
23 Jer rekoše mi: naèini nam bogove, koji æe iæi pred nama, jer tome Mojsiju koji nas izvede iz zemlje Misirske ne znamo šta bi.
λέγουσιν γάρ μοι ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ
24 A ja im rekoh: ko ima zlata, neka ga skida sa sebe. I dadoše mi, a ja ga bacih u vatru, i izaðe to tele.
καὶ εἶπα αὐτοῖς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πῦρ καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος
25 A Mojsije videæi narod go, jer ga ogoli Aron na sramotu pred protivnicima njegovijem,
καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν
26 Stade Mojsije na vrata od okola, i reèe: k meni ko je Gospodnji. I skupiše se pred njega svi sinovi Levijevi.
ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν τίς πρὸς κύριον ἴτω πρός με συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι
27 I reèe im: ovako kaže Gospod Bog Izrailjev: pripašite svaki svoj maè uz bedro svoje, pa proðite tamo i amo po okolu od vrata do vrata, i pobijte svaki brata svojega i prijatelja svojega i bližnjega svojega.
καὶ λέγει αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ
28 I uèiniše sinovi Levijevi po zapovijesti Mojsijevoj, i pogibe naroda u onaj dan do tri tisuæe ljudi.
καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας
29 Jer Mojsije reèe: posvetite danas ruke svoje Gospodu, svak na sinu svom i na bratu svom, da bi vam dao danas blagoslov.
καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν
30 A sjutradan reèe Mojsije narodu: vi ljuto sagriješiste; zato sada idem gore ka Gospodu, eda bih ga umolio da vam oprosti grijeh.
καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωυσῆς πρὸς τὸν λαόν ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν
31 I vrati se Mojsije ka Gospodu, i reèe: molim ti se; narod ovaj ljuto sagriješi naèinivši sebi bogove od zlata.
ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς
32 Ali oprosti im grijeh: ako li neæeš, izbriši me iz knjige svoje, koju si napisao.
καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας
33 A Gospod reèe Mojsiju: ko mi je zgriješio, onoga æu izbrisati iz knjige svoje.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου
34 A sada idi, vodi taj narod kuda sam ti kazao. Evo, moj æe anðeo iæi pred tobom, a kad ih pohodim, pohodiæu na njima grijeh njihov.
νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ᾗ δ’ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν
35 I Gospod bi narod zato što naèiniše tele, koje sali Aron.
καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρων