< Efežanima 1 >
1 Od Pavla, po volji Božijoj apostola Isusa Hrista, svetima koji su u Efesu, i vjernima u Hristu Isusu:
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
2 Blagodat vam i mir od Boga oca našega i Gospoda Isusa Hrista.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3 Blagosloven Bog i otac Gospoda našega Isusa Hrista, koji nas je blagoslovio svakijem blagoslovom duhovnijem na nebesima kroz Hrista;
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
4 Kao što nas izabra kroz njega prije postanja svijeta, da budemo sveti i pravedni pred njim u ljubavi,
καθὼς [καὶ] ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ
5 Odredivši nas naprijed kroz Isusa Hrista sebi na posinaštvo, po ugodnosti volje svoje,
προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
6 Na pohvalu slavne blagodati svoje kojom nas oblagodati u ljubaznome,
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
7 U kome imamo izbavljenje krvlju njegovom, i oproštenje grijeha, po bogatstvu blagodati njegove,
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ,
8 Koju je preumnožio u nama u svakoj premudrosti i razumu,
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει,
9 Pokazavši nam tajnu volje svoje, po ugodnosti svojoj koju naprijed pokaza u njemu,
γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
10 Za uredbu izvršetka vremena, da se sve sastavi u Hristu što je na nebesima i na zemlji; u njemu,
εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ,
11 Kroz kojega i našljednici postasmo, naprijed odreðeni bivši po naredbi Boga koji sve èini po savjetu volje svoje,
ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,
12 Da bismo bili na hvalu slave njegove, mi koji smo se naprijed uzdali u Hrista,
εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
13 Kroz kojega i vi, èuvši rijeè istine, jevanðelje spasenija svojega, u kojemu i vjerovavši zapeèatiste se svetijem duhom obeæanja,
ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ,
14 Koji je zalog našljedstva našega za izbavljenje teèevine na hvalu slave njegove.
ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
15 Zato i ja èuvši vašu vjeru u Hrista Isusa, i ljubav k svima svetima,
Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
16 Ne prestajem zahvaljivati za vas, i spominjati vas u svojijem molitvama,
οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
17 Da Bog Gospoda našega Isusa Hrista, otac slave, dade vam Duha premudrosti i otkrivenja da ga poznate,
ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
18 I bistre oèi srca vašega da biste mogli vidjeti koje je nad njegova zvanja, i koje je bogatstvo slave našljedstva njegova u svetima,
πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
19 I kakva je izobilna velièina sile njegove na nama koji vjerujemo po èinjenju prevelike sile njegove,
καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
20 Koju uèini u Hristu, kad ga podiže iz mrtvijeh i posadi sebi s desne strane na nebesima,
ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
21 Nad svijem poglavarstvima, i vlastima, i silama, i gospodstvima, i nad svakijem imenom što se može nazvati, ne samo na ovome svijetu nego i na onome koji ide. (aiōn )
ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· (aiōn )
22 I sve pokori pod noge njegove, i njega dade za glavu crkvi, nad svima,
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
23 Koja je tijelo njegovo, punina onoga koji sve ispunjava u svemu.
ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.