< Propovednik 12 >
1 Ali opominji se tvorca svojega u mladosti svojoj prije nego doðu dani zli i prispiju godine, za koje æeš reæi: nijesu mi mile;
καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἷς ἐρεῖς οὐκ ἔστιν μοι ἐν αὐτοῖς θέλημα
2 Prije nego pomrkne sunce i vidjelo i mjesec i zvijezde, i opet doðu oblaci iza dažda,
ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ
3 Kad æe drktati stražari kuæni i pognuti se junaci, i stati mlinarice, što ih je malo, i potamnjeti koji gledaju kroz prozore,
ἐν ἡμέρᾳ ᾗ ἐὰν σαλευθῶσιν φύλακες τῆς οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς
4 I kad æe se zatvoriti vrata s ulice, i oslabiti zveka od mljevenja, i kad æe se ustajati na ptièji glas i prestati sve pjevaèice,
καὶ κλείσουσιν θύρας ἐν ἀγορᾷ ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος
5 I visokoga mjesta kad æe se bojati i strašiti se na putu, kad æe badem ucvjetati i skakavac otežati i želja proæi, jer èovjek ide u kuæu svoju vjeènu, i pokajnice æe hoditi po ulicama;
καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβοι ἐν τῇ ὁδῷ καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον καὶ παχυνθῇ ἡ ἀκρίς καὶ διασκεδασθῇ ἡ κάππαρις ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι
6 Prije nego se prekine uže srebrno, èaša se zlatna razbije i raspe se vijedro na izvoru i slomi se toèak na studencu,
ἕως ὅτου μὴ ἀνατραπῇ σχοινίον τοῦ ἀργυρίου καὶ συνθλιβῇ ἀνθέμιον τοῦ χρυσίου καὶ συντριβῇ ὑδρία ἐπὶ τὴν πηγήν καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον
7 I vrati se prah u zemlju, kako je bio, a duh se vrati k Bogu, koji ga je dao.
καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν ὡς ἦν καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν θεόν ὃς ἔδωκεν αὐτό
8 Taština nad taštinama, veli propovjednik, sve je taština.
ματαιότης ματαιοτήτων εἶπεν ὁ Ἐκκλησιαστής τὰ πάντα ματαιότης
9 A ne samo mudar bijaše propovjednik, nego još i narod uèaše mudrosti, i motreæi i istražujuæi složi mnogo prièa.
καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφός ἔτι ἐδίδαξεν γνῶσιν σὺν τὸν λαόν καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν
10 Staraše se propovjednik da naðe ugodne rijeèi, i napisa što je pravo, rijeèi istine.
πολλὰ ἐζήτησεν Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος λόγους ἀληθείας
11 Rijeèi su mudrijeh ljudi kao žalci i kao klini udareni; rijeèi onijeh koji ih složiše dao je jedan pastir.
λόγοι σοφῶν ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι οἳ παρὰ τῶν συναγμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτῶν
12 I tako, sine moj, èuvaj se onoga što je preko ovoga, jer nema kraja sastavljanju mnogih knjiga, i mnogo èitanje umor je tijelu.
υἱέ μου φύλαξαι ποιῆσαι βιβλία πολλά οὐκ ἔστιν περασμός καὶ μελέτη πολλὴ κόπωσις σαρκός
13 Glavno je svemu što si èuo: Boga se boj, i zapovijesti njegove drži, jer to je sve èovjeku.
τέλος λόγου τὸ πᾶν ἀκούεται τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος
14 Jer æe svako djelo Bog iznijeti na sud i svaku tajnu, bila dobra ili zla.
ὅτι σὺν πᾶν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν