< Dela apostolska 7 >
1 A poglavar sveštenièki reèe: je li dakle tako?
Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει;
2 A on reèe: ljudi braæo i oci! poslušajte. Bog slave javi se ocu našemu Avraamu kad bješe u Mesopotamiji, prije nego se doseli u Haran,
ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 I reèe mu: iziði iz zemlje svoje i od roda svojega i iz doma oca svojega, i doði u zemlju koju æu ti ja pokazati.
καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.
4 Tada iziðe iz zemlje Haldejske, i doseli se u Haran; i odande, po smrti oca njegova, preseli ga u ovu zemlju u kojoj vi sad živite.
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
5 I ne dade mu našljedstva u njoj ni stope; i obreèe mu je dati u držanje i sjemenu njegovu poslije njega, dok on još nemaše djeteta.
καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6 Ali Bog reèe ovako: sjeme tvoje biæe došljaci u zemlji tuðoj, i natjeraæe ga da služi, i muèiæe ga èetiri stotine godina.
ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
7 I narodu kome æe služiti ja æu suditi, reèe Bog; i potom æe iziæi, i služiæe meni na ovome mjestu.
καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
8 I dade mu zavjet obrezanja, i tako rodi Isaka, i obreza ga u osmi dan; i Isak Jakova, i Jakov dvanaest starješina.
καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 I starješine zaviðahu Josifu, i prodadoše ga u Misir; i Bog bješe s njim.
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
10 I izbavi ga od sviju njegovijeh nevolja, i dade mu milost i premudrost pred Faraonom carem Misirskijem, i postavi ga poglavarom nad Misirom i nad svijem domom svojijem.
καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
11 A doðe glad na svu zemlju Misirsku i Hanaansku i nevolja velika, i ne nalažahu hrane oci naši.
ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
12 A Jakov èuvši da ima pšenice u Misiru posla najprije oce naše.
ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·
13 I kad doðoše drugi put, poznaše Josifa braæa njegova, i rod Josifov posta poznat Faraonu.
καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.
14 A Josif posla i dozva oca svojega Jakova i svu rodbinu svoju, sedamdeset i pet duša.
ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
15 I Jakov siðe u Misir, i umrije, on i ocevi naši.
κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16 I prenesoše ih u Sihem, i metnuše u grob koji kupi Avraam za novce od sinova Emorovijeh u Sihemu.
καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ.
17 I kad se približi vrijeme obeæanja za koje se Bog zakle Avraamu, narod se narodi i umnoži u Misiru,
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 Dok nasta drugi car u Misiru, koji ne znaše Josifa.
ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
19 Ovaj namisli zlo za naš rod, izmuèi oce naše da svoju djecu bacahu da ne žive.
οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι·
20 U to se vrijeme rodi Mojsije, i bješe Bogu ugodan, i bi tri mjeseca hranjen u kuæi oca svojega.
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
21 A kad ga izbaciše, uze ga kæi Faraonova, i odgaji ga sebi za sina.
ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 I nauèi se Mojsije svoj premudrosti Misirskoj, i bješe silan u rijeèima i u djelima.
καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ [ἐν] ἔργοις.
23 A kad mu se navršivaše èetrdeset godina, doðe mu na um da obiðe braæu svoju, sinove Izrailjeve.
Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
24 I vidjevši jednome gdje se èini nepravda, pomože, i pokaja onoga što mu se èinjaše nepravda, i ubi Misirca.
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
25 Mišljaše pak da braæa njegova razumiju da Bog njegovom rukom njima spasenije dade: ali oni ne razumješe.
ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.
26 A sjutradan doðe meðu takove koji se bijahu svadili, i miraše ih govoreæi: ljudi, vi ste braæa, zašto èinite nepravdu jedan drugome?
τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;
27 A onaj što èinjaše nepravdu bližnjemu oturi ga govoreæi: ko je tebe postavio knezom i sudijom nad nama?
ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμῶν;
28 Ili i mene hoæeš da ubiješ kao što si juèe ubio Misirca?
μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;
29 A Mojsije pobježe od ove rijeèi, i posta došljak u zemlji Madijamskoj, gdje rodi dva sina.
ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 I kad se navrši èetrdeset godina, javi mu se u pustinji gore Sinajske anðeo Gospodnji u plamenu ognjenom u kupini.
Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
31 A kad Mojsije vidje, divljaše se utvari. A kad on pristupi da vidi, bi glas Gospodnji k njemu:
ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·
32 Ja sam Bog otaca tvojijeh, Bog Avraamov i Bog Isakov i Bog Jakovljev. A Mojsije se bješe uzdrktao i ne smijaše da pogleda.
ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33 A Gospod mu reèe: izuj obuæu sa svojijeh nogu: jer je mjesto na kome stojiš sveta zemlja.
εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
34 Ja dobro vidjeh muku svojega naroda koji je u Misiru, i èuh njihovo uzdisanje, i siðoh da ih izbavim: i sad hodi da te pošljem u Misir.
ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον.
35 Ovoga Mojsija, kojega oturiše rekavši: ko te postavi knezom i sudijom? ovoga Bog za kneza i izbavitelja posla rukom anðela koji mu se javi u kupini.
Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 Ovaj ih izvede uèinivši èudesa i znake u zemlji Misirskoj i u Crvenom Moru i u pustinji èetrdeset godina.
οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
37 Ovo je Mojsije koji kaza sinovima Izrailjevijem: Gospod Bog vaš podignuæe vam proroka iz vaše braæe, kao mene: njega poslušajte.
οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ[· αὐτοῦ ἀκούσεσθε].
38 Ovo je onaj što bješe u crkvi u pustinji s anðelom, koji mu govori na gori Sinajskoj, i s ocima našijem; koji primi rijeèi žive da ih nama da;
οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν.
39 Kojega ne htješe poslušati oci naši, nego ga odbaciše, i okrenuše se srcem svojijem u Misir,
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον
40 Rekavši Aronu: naèini nam bogove koji æe iæi pred nama, jer ovome Mojsiju, koji nas izvede iz zemlje Misirske, ne znamo šta bi.
εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
41 I tada naèiniše tele, i prinesoše žrtvu idolu, i radovahu se rukotvorini svojoj.
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 A Bog se okrenu od njih, i predade ih da služe vojnicima nebeskijem, kao što je pisano u knjizi proroka: eda zaklanja i žrtve prinesoste mi za èetrdeset godina u pustinji, dome Izrailjev?
ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 I primiste èador Molohov, i zvijezdu boga svojega Remfana, kipove koje naèiniste da im se molite; i preseliæu vas dalje od Vavilona.
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44 Ocevi naši imahu èador svjedoèanstva u pustinji, kao što zapovjedi onaj koji govori Mojsiju da ga naèini po onoj prilici kao što ga vidje;
Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·
45 Koji i primiše ocevi naši i donesoše s Isusom Navinom u zemlju neznabožaca, koje oturi Bog ispred lica našijeh otaca, tja do Davida,
ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυΐδ·
46 Koji naðe milost u Boga, i izmoli da naðe mjesto Bogu Jakovljevu.
ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.
47 A Solomun mu naèini kuæu.
Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
48 Ali najviši ne živi u rukotvorenijem crkvama, kao što govori prorok:
ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
49 Nebo je meni prijestol a zemlja podnožje nogama mojima: kako æete mi kuæu sazidati? govori Gospod; ili koje je mjesto za moje poèivanje?
ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 Ne stvori li ruka moja sve ovo?
οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
51 Tvrdovrati i neobrezanijeh srca i ušiju! vi se jednako protivite Duhu svetome; kako vaši oci, tako i vi.
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
52 Kojega od proroka ne protjeraše oci vaši? I pobiše one koji naprijed javiše za dolazak pravednika, kojega vi sad izdajnici i krvnici postadoste;
τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
53 Koji primiste zakon naredbom anðelskom, i ne održaste.
οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 Kad ovo èuše, rasrdiše se vrlo u srcima svojima, i škrgutahu zubima na nj.
Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν.
55 A Stefan buduæi pun Duha svetoga pogleda na nebo i vidje slavu Božiju i Isusa gdje stoji s desne strane Bogu;
ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
56 I reèe: evo vidim nebesa otvorena i sina èovjeèijega gdje stoji s desne strane Bogu.
καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
57 A oni povikavši iza glasa zatiskivahu uši svoje, i navališe jednodušno na nj.
κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν,
58 I izvedavši ga iz grada stadoše ga zasipati kamenjem, i svjedoci haljine svoje metnuše kod nogu mladiæa po imenu Savla.
καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια [αὐτῶν] παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
59 I zasipahu kamenjem Stefana, koji se moljaše Bogu i govoraše: Gospode Isuse! primi duh moj.
καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
60 Onda kleèe na koljena i povika iza glasa: Gospode! ne primi im ovo za grijeh. I ovo rekavši umrije.
θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.