< Dela apostolska 28 >
1 I kad iziðoše sreæno iz laðe, tada razumješe da se ostrvo zove Melit.
Καὶ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
2 A divljaci èinjahu nam ne malu ljubav, jer naložiše oganj i primiše nas sve zbog dažda koji iðaše, i zbog zime.
οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
3 A Pavle zgrabivši gomilu granja naloži na oganj, i izišavši zmija od vruæine skoèi mu na ruku.
συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης διεξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
4 I kad vidješe divljaci zmiju gdje visi o ruci njegovoj, govorahu jedan drugome: jamaèno je ovaj èovjek krvnik, kojega izbavljena od mora sud Božij ne ostavi da živi.
ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν.
5 A on otresavši zmiju u oganj ne bi mu ništa zlo.
ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
6 A oni èekahu da on oteèe ili ujedanput da padne mrtav. A kad zadugo èekaše, i vidješe da mu ništa zlo ne bi, promijeniše se, i govorahu da je on Bog.
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι.
7 A naokolo oko onoga mjesta bijahu sela poglavara od ostrva po imenu Poplija, koji nas primi i ugosti ljubazno tri dana.
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
8 A dogodi se da otac Poplijev ležaše od groznice i od srdobolje, kojemu ušavši Pavle pomoli se Bogu i metnu ruke svoje na nj i iscijeli ga.
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
9 A kad to bi, dolažahu i drugi koji bijahu bolesni na ostrvu onome, i iscjeljivahu se.
τούτου οὖν γενομένου καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·
10 I poštovahu nas velikijem èastima; i kad poðosmo, spremiše nam što je od potrebe.
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.
11 A poslije tri mjeseca odvezosmo se na laði Aleksandrijskoj, koja je bila prezimila na ostrvu, i bijahu na njoj napisani Dioskuri.
Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις,
12 I doplovivši u Sirakuzu ostasmo ondje tri dana.
καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς·
13 A odande otplovivši doðosmo u Rigiju; i poslije jednoga dana kad dunu jug, doðosmo drugi dan u Potiole.
ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
14 Ondje naðemo braæu, i oni nas zamole te ostanemo kod njih sedam dana; i tako poðosmo u Rim.
οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ἐπ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά, καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν.
15 I odande èuvši braæa za nas iziðoše nam na susret tja do Apijeva pazara i tri krème. I kad ih vidje Pavle, dade hvalu Bogu, i oslobodi se.
κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος.
16 A kad doðosmo u Rim, kapetan predade sužnje vojvodi. Ali se Pavlu dopusti da živi gdje hoæe s vojnikom koji ga èuvaše.
Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατοντάρχης παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾽ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 A poslije tri dana Pavle sazva starješine Jevrejske. I kad se oni skupiše, govoraše im: ljudi braæo! ja ništa ne uèinih protivno narodu ili obièajima otaèkijem; i Jerusalimljani predaše me kao sužnja u ruke Rimljanima,
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγε πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων·
18 Koji izvidjevši za mene šæahu da me puste, jer se ne naðe na meni nijedna smrtna krivica.
οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
19 Ali kad Judejci govorahu nasuprot, natjera me nevolja da se ištem pred æesara, ne kao da bih svoj narod imao što tužiti.
ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι.
20 Toga radi uzroka zamolih vas da se vidimo i da se razgovorimo; jer nada radi Izrailjeva okovan sam u ovo gvožðe.
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
21 A oni mu rekoše: mi niti primismo pisma za te iz Judeje; niti doðe ko od braæe da javi ili da govori što zlo za tebe.
οἱ δὲ πρὸς αὐτὸν εἶπον· ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.
22 Nego molimo da èujemo od tebe šta misliš; jer nam je poznato za ovu jeres da joj se svuda nasuprot govori.
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 I odredivši mu dan doðoše k njemu u gostionicu mnogi; kojima kazivaše svjedoèeæi carstvo Božije i uvjeravajuæi ih za Isusa iz zakona Mojsijeva i iz proroka od jutra do samoga mraka.
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
24 I jedni vjerovahu onome što govoraše a jedni ne vjerovahu.
καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
25 A buduæi nesložni meðu sobom, odlažahu kad reèe Pavle jednu rijeè: dobro kaza Duh sveti preko proroka Isaije ocevima našijem
ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν λέγον·
26 Govoreæi: idi k narodu ovome i kaži: ušima æete èuti i neæete razumjeti; i oèima æete gledati i neæete vidjeti.
πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
27 Jer odrveni srce ovoga naroda, i ušima teško èuju, i oèima svojijem zažmuriše da kako ne vide oèima, i ušima ne èuju, i srcem ne razumiju, i da se ne obrate da ih iscijelim.
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
28 Da vam je dakle na znanje da se neznabošcima posla spasenije Božije, oni æe i èuti.
γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη [τοῦτο] τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
29 I kad on ovo reèe, otidoše Jevreji prepiruæi se meðu sobom.
καὶ ταῦτα αὐτοῦ εἰπόντος ἀπῆλθον οἱ Ἰουδαῖοι πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
30 A Pavle ostade pune dvije godine o svome trošku, i doèekivaše sve koji mu dolažahu,
Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
31 Propovijedajuæi carstvo Božije, i uèeæi o Gospodu našemu Isusu Hristu slobodno, i niko mu ne branjaše.
κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.