< Dela apostolska 12 >
1 U ono pak vrijeme podiže Irod car ruke da muèi neke od crkve.
Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2 I pogubi Jakova brata Jovanova maèem.
ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
3 I vidjevši da je to po volji Jevrejima nastavi da uhvati i Petra a bijahu dani prijesnijeh hljebova
καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων·
4 Kojega i uhvati i baci u tamnicu, i predade ga èetvorici èetvrtnika vojnièkijeh da ga èuvaju, i mišljaše ga po pashi izvesti pred narod.
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 I tako Petra èuvahu u tamnici; a crkva moljaše se za njega Bogu bez prestanka.
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
6 A kad šæaše Irod da ga izvede, onu noæ spavaše Petar meðu dvojicom vojnika, okovan u dvoje verige, a stražari pred vratima èuvahu tamnicu.
Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 I gle, anðeo Gospodnji pristupi, i svjetlost obasja po sobi, i kucnuvši Petra u rebra probudi ga govoreæi: ustani brže. I spadoše mu verige s ruku.
καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 A anðeo mu reèe: opaši se, i obuj opanke svoje. I uèini tako. I reèe mu anðeo: obuci haljinu svoju, pa hajde za mnom.
εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
9 I izišavši iðaše za njim, i ne znadijaše da je to istina što anðeo èinjaše, nego mišljaše da vidi utvaru.
καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10 A kad proðoše prvu stražu i drugu i doðoše k vratima gvozdenijem koja voðahu u grad, ona im se sama otvoriše; i izišavši proðoše jednu ulicu, i anðeo odmah otstupi od njega.
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ.
11 I kad doðe Petar k sebi reèe: sad zaista vidim da Bog posla anðela svojega te me izbavi iz ruku Irodovijeh i od svega èekanja naroda Jevrejskoga.
καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 I razmislivši doðe kuæi Marije matere Jovana koji se zvaše Marko, gdje bijahu mnogi sabrani i moljahu se Bogu.
συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 A kad kucnu Petar u vrata od dvora, pristupi djevojka po imenu Roda, da èuje.
κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
14 I poznavši glas Petrov od radosti ne otvori vrata, nego utrèa i kaza da Petar stoji pred vratima.
καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 A oni joj rekoše: jesi li ti luda? A ona potvrðivaše da je tako. A oni govorahu: anðeo je njegov.
οἱ δὲ πρὸς αὐτὴν εἶπον· μαίνῃ. ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ὁ ἄγγελος αὐτοῦ ἐστιν.
16 A Petar jednako kucaše. A kad otvoriše, vidješe ga, i udiviše se.
ὁ δὲ Πέτρος ἐπέμενε κρούων. ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν.
17 A on mahnuvši na njih rukom da æute, kaza im kako ga Gospod izvede iz tamnice; i reèe: javite ovo Jakovu i braæi. I izišavši otide na drugo mjesto.
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, εἶπε δέ· ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 A kad bi dan, bješe ne mala buna meðu vojnicima, šta to bi od Petra.
Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 A kad ga Irod zaiska i ne naðe, onda ispita stražare, i zapovjedi da ih odvedu; i izišavši iz Judeje u Æesariju onamo življaše.
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.
20 Jer se Irod srðaše na Tirce i Sidonce. Ali oni jednodušno doðoše k njemu, i uzevši na svoju ruku Vlasta, posteljnika careva, iskahu mira, jer se njihove zemlje hranjahu od njegova carstva.
Ἦν δὲ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 A u odreðeni dan obuèe se Irod u carsku haljinu, i sjedavši na prijesto govoraše im;
τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς.
22 A narod vikaše: ovo je glas Božij, a ne èovjeèij.
ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
23 Ali ujedanput udari ga anðeo Gospodnji; jer ne dade slave Bogu; i buduæi izjeden od crvi izdahnu.
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
24 A rijeè Božija rastijaše i množaše se.
Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
25 A Varnava i Savle predavši pomoæ vratiše se iz Jerusalima u Antiohiju, uzevši sa sobom i Jovana koji se zvaše Marko.
Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.