< 2 Solunjanima 1 >
1 Od Pavla i Silvana i Timotija crkvi Solunskoj u Bogu ocu našemu i Gospodu Isusu Hristu:
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ·
2 Blagodat vam i mir od Boga oca našega i Gospoda Isusa Hrista.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3 Dužni smo svagda zahvaljivati Bogu za vas, braæo, kao što treba; jer raste vrlo vjera vaša, i množi se ljubav svakoga vas meðu vama,
Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
4 Tako da se mi sami hvalimo vama crkvama Božijima, vašijem trpljenjem i vjerom u svima vašijem gonjenjima i nevoljama koje podnosite,
ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
5 Za znak pravednoga suda Božijega da se udostojite carstva Božijega, za koje i stradate.
ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
6 Jer je pravedno u Boga da vrati muke onima koji vas muèe;
εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
7 A vama koje muèe pokoj s nama kad se pokaže Gospod Isus s neba s anðelima sile svoje
καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ
8 U ognju plamenome, koji æe dati osvetu onima koji ne poznaju Boga i ne slušaju jevanðelja Gospoda našega Isusa Hrista;
ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ],
9 Koji æe primiti muku, pogibao vjeènu od lica Gospodnjega i od slave njegove, (aiōnios )
οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, (aiōnios )
10 Kad doðe da se proslavi u svetima svojima, i divan da bude u svima koji ga vjerovaše; jer se primi svjedoèanstvo naše meðu vama u onaj dan.
ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11 Zato se i molimo svagda za vas da vas udostoji Bog naš zvanja, i ispuni svaku radost dobrote i djelo vjere u sili;
εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
12 Da se proslavi ime Gospoda našega Isusa Hrista u vama i vi u njemu, po blagodati Boga našega i Gospoda Isusa Hrista.
ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ] ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.