< 2 Dnevnika 29 >
1 Jezekiji bješe dvadeset i pet godina kad poèe carovati, i carova dvadeset i devet godina u Jerusalimu. Materi mu bješe ime Avija, kæi Zaharijina.
καὶ Εζεκιας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αββα θυγάτηρ Ζαχαρια
2 I èinjaše što je pravo pred Gospodom sasvijem kako je èinio David otac njegov.
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ
3 Prve godine svojega carovanja, prvoga mjeseca, otvori vrata na domu Gospodnjem, i opravi ih.
καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτάς
4 I sazva sveštenike i Levite, i sabra ih na istoènu ulicu,
καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς
5 I reèe im: èujte me, Leviti, osveštajte se sada i osvetite dom Gospoda Boga otaca svojih, i iznesite neèistotu iz svetinje.
καὶ εἶπεν αὐτοῖς ἀκούσατε οἱ Λευῖται νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον κυρίου θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων
6 Jer sagriješiše oci naši i èiniše što je zlo pred Gospodom Bogom našim, i ostaviše ga; i odvratiše lice svoje od šatora Gospodnjega i okrenuše mu leða;
ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς κυρίου καὶ ἔδωκαν αὐχένα
7 I zatvoriše vrata od trijema, i pogasiše žiške, i kadom ne kadiše, niti žrtava paljenica prinosiše u svetinji Bogu Izrailjevu.
καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ισραηλ
8 Zato se razgnjevi Gospod na Judu i na Jerusalim, te ih dade da se potucaju, i da budu èudo i potsmijeh, kako vidite svojim oèima.
καὶ ὠργίσθη ὀργῇ κύριος ἐπὶ τὸν Ιουδαν καὶ ἐπὶ τὴν Ιερουσαλημ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν
9 Jer eto padoše oci naši od maèa, i sinovi naši i kæeri naše i žene naše zarobiše se zato.
καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν ὃ καὶ νῦν ἐστιν
10 Sada dakle naumio sam zadati vjeru Gospodu Bogu Izrailjevu, da bi se odvratila od nas žestina gnjeva njegova.
ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην κυρίου θεοῦ Ισραηλ καὶ ἀποστρέψει τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφ’ ἡμῶν
11 Sinovi moji, ne oklijevajte više, jer je vas izabrao Gospod da stojite pred njim i služite mu, i da mu budete sluge i da mu kadite.
καὶ νῦν μὴ διαλίπητε ὅτι ἐν ὑμῖν ᾑρέτικεν κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας
12 Tada ustaše Leviti Mat sin Amasajev i Joilo sin Azarijin od sinova Katovijeh; a od sinova Merarijevih Kis sin Avdijev i Azarija sin Jaleleilov; i od sinova Girsonovijeh Joah sin Zimin i Eden sin Joahov;
καὶ ἀνέστησαν οἱ Λευῖται Μααθ ὁ τοῦ Αμασι καὶ Ιωηλ ὁ τοῦ Αζαριου ἐκ τῶν υἱῶν Κααθ καὶ ἐκ τῶν υἱῶν Μεραρι Κις ὁ τοῦ Αβδι καὶ Αζαριας ὁ τοῦ Ιαλλεληλ καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνι Ιωα ὁ τοῦ Ζεμμαθ καὶ Ιωδαν ὁ τοῦ Ιωαχα
13 I od sinova Elisafanovijeh Simrije i Jeilo, i od sinova Asafovijeh Zaharija i Matanija;
καὶ τῶν υἱῶν Ελισαφαν Σαμβρι καὶ Ιιηλ καὶ τῶν υἱῶν Ασαφ Ζαχαριας καὶ Μαθθανιας
14 I od sinova Amonovijeh Jeilo i Simej, i od sinova Jedutunovijeh Semaja i Ozilo;
καὶ τῶν υἱῶν Αιμαν Ιιηλ καὶ Σεμεϊ καὶ τῶν υἱῶν Ιδιθων Σαμαιας καὶ Οζιηλ
15 I skupiše braæu svoju, i osveštavši se doðoše, kako bješe zapovjedio car po rijeèi Gospodnjoj, da oèiste dom Gospodnji.
καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος κυρίου καθαρίσαι τὸν οἶκον κυρίου
16 I ušavši sveštenici u dom Gospodnji da ga oèiste, iznosiše svu neèistotu što naðoše u crkvi Gospodnjoj u trijem doma Gospodnjega; a Leviti kupiše i iznosiše napolje na potok Kedron.
καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου κυρίου καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρων ἔξω
17 A poèeše osveæivati prvoga dana prvoga mjeseca; a osmoga dana toga mjeseca uðoše u trijem Gospodnji, i osveæivaše dom Gospodnji osam dana, i šesnaestoga dana prvoga mjeseca svršiše.
καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν κυρίου καὶ ἥγνισαν τὸν οἶκον κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ ἑκκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν
18 Potom doðoše k caru Jezekiji i rekoše: oèistismo sav dom Gospodnji i oltar za žrtve paljenice i sve sudove njegove i sto za postavljanje i sve sudove njegove,
καὶ εἰσῆλθαν ἔσω πρὸς Εζεκιαν τὸν βασιλέα καὶ εἶπαν ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ κυρίου τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς
19 I sve sudove koje bješe bacio car Ahaz dokle carovaše griješeæi, i spremismo i osvetismo, i eno ih pred oltarom Gospodnjim.
καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν Αχαζ ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου κυρίου
20 Potom car Jezekija usta rano, i sazva upravitelje gradske, i otide u dom Gospodnji.
καὶ ὤρθρισεν Εζεκιας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον κυρίου
21 I dovede sedam junaca i sedam ovnova i sedam jaganjaca i sedam jaraca za grijeh, za carstvo i za svetinju i za Judu; i reèe sinovima Aronovijem sveštenicima da prinesu na oltaru Gospodnjem.
καὶ ἀνήνεγκεν μόσχους ἑπτά κριοὺς ἑπτά ἀμνοὺς ἑπτά χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ισραηλ καὶ εἶπεν τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον κυρίου
22 Tada zaklaše goveda, i sveštenici uzevši krv njihovu pokropiše oltar; zaklaše i ovnove, i krvlju njihovom pokropiše oltar; i zaklaše jaganjce i krvlju njihovom pokropiše oltar.
καὶ ἔθυσαν τοὺς μόσχους καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον καὶ ἔθυσαν τοὺς κριούς καὶ προσέχεον τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον καὶ ἔθυσαν τοὺς ἀμνούς καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ
23 Potom dovedoše jarce za grijeh pred cara i pred zbor, i oni metnuše ruke svoje na njih.
καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ’ αὐτούς
24 I zaklaše ih sveštenici, i oèistiše krvlju njihovom oltar na oèišæenje svemu Izrailju, jer car zapovjedi da se za sav narod Izrailjev prinese žrtva paljenica i žrtva za grijeh.
καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καὶ ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ισραηλ ὅτι περὶ παντὸς Ισραηλ εἶπεν ὁ βασιλεύς ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας
25 I postavi Levite u domu Gospodnjem s kimvalima i psaltirima i guslama, kako bješe zapovjedio David i Gad vidjelac carev i Natan prorok; jer od Gospoda bješe zapovijest preko proroka njegovijeh.
καὶ ἔστησεν τοὺς Λευίτας ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυιδ τοῦ βασιλέως καὶ Γαδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Ναθαν τοῦ προφήτου ὅτι δῑ ἐντολῆς κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν
26 I tako stajahu Leviti sa spravama Davidovijem a sveštenici s trubama.
καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυιδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν
27 Tada zapovjedi Jezekija da prinesu žrtvu paljenicu na oltaru. I kad se poèe žrtva paljenica, poèe se pjesma Gospodnja uz trube i sprave Davida cara Izrailjeva.
καὶ εἶπεν Εζεκιας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν κυρίῳ καὶ αἱ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυιδ βασιλέως Ισραηλ
28 I sav se zbor klanjaše, i pjevaèi pjevahu i trubaèi trubljahu, i to sve dokle se ne svrši žrtva paljenica.
καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες καὶ αἱ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις
29 A kad svršiše žrtvu, car i svi koji bijahu s njim padoše i pokloniše se.
καὶ ὡς συνετέλεσαν ἀναφέροντες ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν
30 Potom reèe car i knezovi Levitima da hvale Gospoda rijeèima Davidovijem i Asafa vidioca; i hvališe s velikim veseljem, i savivši se pokloniše se.
καὶ εἶπεν Εζεκιας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν κύριον ἐν λόγοις Δαυιδ καὶ Ασαφ τοῦ προφήτου καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν
31 Tada Jezekija progovori i reèe: sada posvetiste ruke svoje Gospodu, pristupite i donesite prinose i žrtve zahvalne u dom Gospodnji. I donese sav zbor prinose i žrtve zahvalne, i ko god bješe voljna srca žrtve paljenice.
καὶ ἀπεκρίθη Εζεκιας καὶ εἶπεν νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν κυρίῳ προσαγάγετε καὶ φέρετε θυσίας καὶ αἰνέσεως εἰς οἶκον κυρίου καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεως εἰς οἶκον κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις
32 I na broj bješe žrtava paljenica što donese zbor, sedamdeset volova, sto ovnova, dvjesta jaganjaca, sve za žrtvu paljenicu Gospodu;
καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἧς ἀνήνεγκεν ἡ ἐκκλησία μόσχοι ἑβδομήκοντα κριοὶ ἑκατόν ἀμνοὶ διακόσιοι εἰς ὁλοκαύτωσιν κυρίῳ πάντα ταῦτα
33 A drugih stvari posveæenijeh bješe šest stotina volova i tri tisuæe ovaca.
καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι πρόβατα τρισχίλια
34 Ali malo bijaše sveštenika, te ne mogahu drijeti svijeh žrtava paljenica; zato im pomagahu braæa njihova Leviti, dokle se ne svrši posao i dokle se ne osveštaše drugi sveštenici; jer Leviti bijahu radiji osveštati se nego sveštenici.
ἀλλ’ ἢ οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο δεῖραι τὴν ὁλοκαύτωσιν καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς ὅτι οἱ Λευῖται προθύμως ἡγνίσθησαν παρὰ τοὺς ἱερεῖς
35 I bijaše vrlo mnogo žrtava paljenica s pretilinom od žrtava zahvalnijeh i naljeva na žrtve paljenice. Tako bi povraæena služba u domu Gospodnjem.
καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασιν τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ κυρίου
36 I radovaše se Jezekija i sav narod, što Bog upravi narod, jer ovo bi naglo.
καὶ ηὐφράνθη Εζεκιας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν θεὸν τῷ λαῷ ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος