< 2 Dnevnika 22 >

1 A Jerusalimljani zacariše na njegovo mjesto Ohoziju najmlaðega sina njegova, jer starije sve pobi èeta koja doðe s Arapima u oko; i tako Ohozija sin Joramov posta car Judin.
καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ’ αὐτοῦ ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ’ αὐτούς οἱ Ἄραβες καὶ οἱ Αλιμαζονεῖς καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα
2 Imaše Ohozija èetrdeset i dvije godine kad poèe carovati, i carova godinu dana u Jerusalimu. Materi mu bješe ime Gotolija, kæi Amrijeva.
ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι
3 I on hoðaše putovima doma Ahavova, jer ga mati nagovaraše na zla djela.
καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν
4 I èinjaše što je zlo pred Gospodom kao dom Ahavov; jer mu oni bijahu savjetnici po smrti oca njegova na pogibao njegovu.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Αχααβ ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν
5 I po njihovu svjetu hodeæi izide s Joramom sinom Ahavovijem carem Izrailjevijem na vojsku na Azaila cara Sirskoga u Ramot Galadski; i ondje Sirci raniše Jorama.
καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ
6 A on se vrati da se lijeèi u Jezraelu od rana koje mu zadaše u Rami, kad se bijaše s Azailom carem Sirskim. A Azarija sin Joramov car Judin doðe u Jezrael da vidi Jorama sina Ahavova, jer bijaše bolestan.
καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευθῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ ὅτι ἠρρώστει
7 Ali bijaše od Boga na propast Ohoziji što doðe k Joramu; jer došav otide s Joramom na Juja sina Nimsijina, kojega Gospod pomaza da istrijebi dom Ahavov.
καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ’ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ
8 Jer kad Juj izvršivaše osvetu na domu Ahavovu, naðe knezove Judine i sinove braæe Ohozijine, koji služahu Ohoziji, i pogubi ih.
καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς
9 Potom potraži Ohoziju, i uhvatiše ga kad se krijaše u Samariji, i dovedavši ga k Juju pogubiše ga, i pogreboše ga; jer rekoše: sin je Josafata koji je tražio Gospoda svijem srcem svojim. I tako ne bi nikoga od doma Ohozijina koji bi mogao biti car.
καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου καὶ ἀπέκτεινεν αὐτόν καὶ ἔθαψαν αὐτόν ὅτι εἶπαν υἱὸς Ιωσαφατ ἐστίν ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας
10 Zato Gotolija mati Ohozijina vidjevši da joj sin pogibe, usta i pobi sve carsko sjeme doma Judina.
καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα
11 Ali Josaveta kæi careva uze Joasa sina Ohozijina i ukrade ga izmeðu sinova carevijeh, koje ubijahu; i sakri ga s dojkinjom njegovom u ložnicu. I tako Josaveta kæi cara Jorama žena Jodaja sveštenika sakri ga od Gotolije, jer bijaše sestra Ohozijina, te ga ne ubi.
καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἀπέκτεινεν αὐτόν
12 I bijaše s njima sakriven u domu Božijem šest godina; a Gotolija carovaše u zemlji.
καὶ ἦν μετ’ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς

< 2 Dnevnika 22 >