< 2 Dnevnika 15 >
1 Tada duh Božji doðe na Azariju sina Odidova;
καὶ Αζαριας υἱὸς Ωδηδ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου
2 Te otide pred Asu i reèe mu: èujte me, Aso i sve pleme Judino i Venijaminovo; Gospod je s vama, jer ste vi s njim; i ako ga ustražite, naæi æete ga; ako li ga ostavite, i on æe vas ostaviti.
καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν ἀκούσατέ μου Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν κύριος μεθ’ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’ αὐτοῦ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμῖν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμᾶς
3 Dugo je Izrailj bez pravoga Boga i bez sveštenika uèitelja, i bez zakona.
καὶ ἡμέραι πολλαὶ τῷ Ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ
4 A da su se u nevolji svojoj obratili ka Gospodu Bogu Izrailjevu i tražili ga, našli bi ga.
καὶ ἐπιστρέψει ἐπὶ κύριον θεὸν Ισραηλ καὶ εὑρεθήσεται αὐτοῖς
5 Ali u ovo vrijeme ne može se na miru odlaziti ni dolaziti; jer je nemir velik meðu svijem stanovnicima zemaljskim;
καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας
6 I potiru narodi jedan drugi, i gradovi jedan drugi, jer ih Bog smete svakojakim nevoljama.
καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει
7 Zato vi budite hrabri i nemojte da vam klonu ruke, jer ima plata za vaš trud.
καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν
8 A kad èu Asa te rijeèi i proroštvo proroka Odida, ohrabri se, i istrijebi gadne bogove iz sve zemlje Judine i Venijaminove i iz gradova koje bješe uzeo u gori Jefremovoj, i ponovi oltar Gospodnji koji bijaše pred trijemom Gospodnjim.
καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει Εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου
9 Potom sazva sve pleme Judino i Venijaminovo i došljake koji bijahu kod njih od Jefrema i Manasije i Simeuna, jer ih mnogo prebježe k njemu iz naroda Izrailjeva kad vidješe da je Gospod Bog njegov s njim.
καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ’ αὐτοῦ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ
10 I skupiše se u Jerusalim treæega mjeseca petnaeste godine carovanja Asina.
καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ασα
11 I u onaj dan prinesoše Gospodu žrtve od plijena koji dognaše, sedam stotina volova i sedam tisuæa ovaca.
καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων ὧν ἤνεγκαν μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια
12 I uhvatiše vjeru da traže Gospoda Boga otaca svojih svijem srcem svojim i svom dušom svojom;
καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς
13 A ko god ne bi tražio Gospoda Boga Izrailjeva, da se pogubi, bio mali ili veliki, èovjek ili žena.
καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ κύριον θεὸν Ισραηλ ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου ἀπὸ ἀνδρὸς ἕως γυναικός
14 I zakleše se Gospodu glasom velikim i uz klikovanje i uz trube i rogove.
καὶ ὤμοσαν ἐν τῷ κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις
15 I radovaše se sav narod Judin radi te zakletve, jer iz svega srca svojega zakleše se, i od sve volje svoje tražiše ga i naðoše ga; i Gospod im dade mir otsvuda.
καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν
16 Jošte i Mahu mater svoju svrže Asa s vlasti, jer bješe naèinila u lugu idola; i Asa obali idola njezina i izlomi ga i sažeže na potoku Kedronu.
καὶ τὴν Μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρων
17 Ali visine ne biše oborene u Izrailju, ali srce Asino bješe pravo svega vijeka njegova.
πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ ἀλλ’ ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ
18 I unese u dom Božji što bješe posvetio otac njegov i što bješe sam posvetio, srebro i zlato i sudove.
καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ ἀργύριον καὶ χρυσίον καὶ σκεύη
19 I ne bi rata do trideset pete godine carovanja Asina.
καὶ πόλεμος οὐκ ἦν μετ’ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα