< 1 Timoteju 2 >
1 Molim dakle prije svega da se èine iskanja, molitve, moljenja, zahvaljivanja za sve ljude,
Παρακαλῶ οὖν, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
2 Za careve, i za sve koji su u vlasti, da tihi i mirni život poživimo u svakoj pobožnosti i poštenju.
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 Jer je ovo dobro i prijatno pred spasiteljem našijem Bogom,
Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, ˚Θεοῦ,
4 Koji hoæe da se svi ljudi spasu, i da doðu u poznanje istine.
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 Jer je jedan Bog, i jedan posrednik Boga i ljudi, èovjek Hristos Isus,
Εἷς γὰρ ˚Θεός, εἷς καὶ μεσίτης ˚Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ˚Χριστὸς ˚Ἰησοῦς,
6 Koji sebe dade u otkup za sve, za svjedoèanstvo u svoje vrijeme,
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ μαρτύριον καιροῖς ἰδίοις,
7 Za koje sam postavljen propovjednik i apostol istinu govorim u Hristu, ne lažem uèitelj neznabožaca, u vjeri i istini.
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω ἐν ˚Χριστῷ, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν γνώσει καὶ ἀληθείᾳ.
8 Hoæu dakle da molitve èine ljudi na svakome mjestu, podižuæi svete ruke bez gnjeva i premišljanja.
Βούλομαι οὖν, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
9 Tako i žene u pristojnom odijelu, sa stidom i poštenjem da ukrašuju sebe, ne pletenicama, ni zlatom, ili biserom, ili haljinama skupocjenima,
Ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, καὶ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,
10 Nego dobrijem djelima kao što se pristoji ženama koje se obeæavaju pobožnosti.
ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.
11 Žena na miru da se uèi sa svakom pokornošæu.
Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.
12 Ali ženi ne dopuštam da uèi niti da vlada mužem, nego da bude mirna.
Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.
13 Jer je Adam najprije sazdan pa onda Eva;
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·
14 I Adam se ne prevari, a žena prevarivši se postade prestupnica;
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα, ἐν παραβάσει γέγονεν.
15 Ali æe se spasti raðanjem djece, ako ostane u vjeri i ljubavi i u svetinji s poštenjem.
Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.