< 1 Samuelova 9 >

1 A bješe jedan èovjek od plemena Venijaminova, kojemu ime bješe Kis, sin Avila, sina Serora, sina Vehorata, sina Afije, sina jednoga èovjeka od plemena Venijaminova, hrabar junak.
καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αφεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου ἀνὴρ δυνατός
2 On imaše sina po imenu Saula, koji bješe mlad i lijep da ne bješe ljepšega od njega meðu sinovima Izrailjevijem, a glavom bješe viši od svega naroda.
καὶ τούτῳ υἱός καὶ ὄνομα αὐτῷ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν
3 A Kisu ocu Saulovu nesta magarica, pa reèe Kis Saulu sinu svojemu: uzmi sa sobom jednoga momka, pa ustani i idi te traži magarice.
καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους
4 I on proðe goru Jefremovu, i proðe zemlju Salisku; ali ne naðoše; pa proðoše i zemlju Salimsku, i ne bješe ih; pa proðoše i zemlju Venijaminovu, i ne naðoše.
καὶ διῆλθον δῑ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον
5 A kad doðoše u zemlju Sufsku, reèe Saul momku svojemu koji bijaše s njim: hajde da se vratimo, da se ne bi otac okanio magarica i zabrinuo se za nas.
αὐτῶν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’ αὐτοῦ δεῦρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ περὶ ἡμῶν
6 A on mu reèe: evo, u ovom gradu ima èovjek Božji, kojega veoma poštuju; što god kaže sve se zbiva; hajdemo k njemu, može biti da æe nas uputiti kuda bismo išli.
καὶ εἶπεν αὐτῷ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ καὶ ὁ ἄνθρωπος ἔνδοξος πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται καὶ νῦν πορευθῶμεν ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφ’ ἣν ἐπορεύθημεν ἐπ’ αὐτήν
7 A Saul reèe momku svojemu: hajde da idemo; ali šta æemo odnijeti èovjeku? jer nam je hljeba nestalo u torbama, a dara nemamo da odnesemo èovjeku Božijemu. Šta imamo?
καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’ αὐτοῦ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν καὶ πλεῖον οὐκ ἔστιν μεθ’ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν
8 A momak opet odgovarajuæi reèe Saulu: eto u mene èetvrt sikla srebra; to da dam èovjeku Božijemu da nas uputi.
καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαουλ καὶ εἶπεν ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν
9 A u staro vrijeme ko bi išao da pita Boga govoraše: hajde da idemo k vidiocu. Jer ko se sada zove prorok u staro se vrijeme zvaše vidjelac.
καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ὁ βλέπων
10 I Saul reèe momku svojemu: dobro veliš; hajde da idemo. I poðoše u grad gdje bješe èovjek Božji.
καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ ἀγαθὸν τὸ ῥῆμα δεῦρο καὶ πορευθῶμεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος τοῦ θεοῦ
11 I kad iðahu uz brdo gradsko, sretoše djevojke koje izlažahu da zahvataju vodu, pa im rekoše: je li tu vidjelac?
αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων
12 A one odgovarajuæi rekoše: jest, eto pred tobom; pohitaj, jer je danas došao u grad, jer danas narod ima žrtvu na gori.
καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμῶν νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμα
13 Kako uðete u grad, naæi æete ga prije nego poðe na goru da jede; jer narod neæe jesti dokle on ne doðe, jer on treba da blagoslovi žrtvu, pa onda æe zvanice jesti; zato idite, jer æete ga sada naæi.
ὡς ἂν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμα τοῦ φαγεῖν ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι καὶ νῦν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν
14 I otidoše u grad; a kad doðoše usred grada, gle, Samuilo polazeæi na goru srete ih.
καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμα
15 A Gospod bješe objavio Samuilu dan prije nego doðe Saul, rekavši:
καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαουλ λέγων
16 Sjutra u ovo doba poslaæu k tebi jednoga èovjeka iz zemlje Venijaminove, njega pomaži da bude voð narodu mojemu Izrailju, i on æe izbaviti moj narod iz ruku Filistejskih. Jer pogledah na narod svoj, jer vika njegova doðe do mene.
ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με
17 I kad Samuilo ugleda Saula, reèe mu Gospod: eto èovjeka za kojega ti rekoh; taj æe vladati mojim narodom.
καὶ Σαμουηλ εἶδεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι οὗτος ἄρξει ἐν τῷ λαῷ μου
18 I Saul pristupi k Samuilu na vratima, i reèe: kaži mi, gdje je kuæa vidioèeva?
καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος
19 A Samuilo odgovori Saulu i reèe: ja sam vidjelac. Hajde preda mnom na goru, i danas æete sa mnom jesti; a sjutra æu te otpustiti, i što ti je god u srcu, kazaæu ti.
καὶ ἀπεκρίθη Σαμουηλ τῷ Σαουλ καὶ εἶπεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ’ ἐμοῦ σήμερον καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι
20 A za magarice, kojih ti je nestalo prije tri dana, ne brini se; jer su se našle. I èije æe biti sve što je najbolje u Izrailju? eda li ne tvoje i svega doma oca tvojega?
καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου
21 A Saul odgovori i reèe: nijesam li od plemena Venijaminova, najmanjega plemena Izrailjeva, i dom moj najmanji izmeðu svijeh domova plemena Venijaminova? što mi dakle govoriš tako?
καὶ ἀπεκρίθη Σαουλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ισραηλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο
22 A Samuilo uze Saula i njegova momka, i odvede ih u sobu, i posadi ih u zaèelje meðu zvanicama kojih bješe do trideset ljudi.
καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν
23 I Samuilo reèe kuharu: donesi dio koji ti dadoh i za koji ti rekoh: ostavi ga kod sebe.
καὶ εἶπεν Σαμουηλ τῷ μαγείρῳ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί
24 Tada donese kuhar pleæe i što bješe na njemu; a Samuilo ga metnu pred Saula, i reèe: evo što je ostalo, uzmi preda se, te jedi, jer je saèuvano doslije za tebe, kad rekoh: pozvao sam narod. Tako jede Saul sa Samuilom onaj dan.
καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ καὶ εἶπεν Σαμουηλ τῷ Σαουλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
25 Potom siðoše s gore u grad, i Samuilo se razgovara sa Saulom na krovu.
καὶ κατέβη ἐκ τῆς Βαμα ἐν τῇ πόλει καὶ διέστρωσαν τῷ Σαουλ ἐπὶ τῷ δώματι
26 A ujutru uraniše, i kad svitaše, zovnu Samuilo Saula na krov, i reèe mu: digni se, da te otpustim. I kad se diže Saul, izidoše obojica, on i Samuilo.
καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τῷ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελῶ σε καὶ ἀνέστη Σαουλ καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω
27 I kad doðoše na kraj grada, reèe Samuilo Saulu: reci momku neka ide naprijed i on proðe naprijed a ti stani malo da ti javim rijeè Božiju.
αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ

< 1 Samuelova 9 >