< 1 Samuelova 2 >

1 I Ana se pomoli i reèe: razveseli se srce moje u Gospodu; podiže se rog moj u Gospodu; otvoriše se usta moja na neprijatelje moje, jer sam radosna radi spasenja tvojega.
καὶ εἶπεν ἐστερεώθη ἡ καρδία μου ἐν κυρίῳ ὑψώθη κέρας μου ἐν θεῷ μου ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου εὐφράνθην ἐν σωτηρίᾳ σου
2 Nema svetoga kao što je Gospod; jer nema drugoga osim tebe; i nema stijene kao što je Bog naš.
ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν οὐκ ἔστιν ἅγιος πλὴν σοῦ
3 Ne govorite više ponosito, i neka ne izlaze iz usta vaših rijeèi ohole; jer je Gospod Bog koji sve zna, i on udešava namjere.
μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά μὴ ἐξελθάτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ
4 Luk junacima slomi se, i iznemogli opasaše se snagom.
τόξον δυνατῶν ἠσθένησεν καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν
5 Koji bijahu siti, naimaju se za hljeb; a koji bijahu gladni, nijesu više; i nerotkinja rodi sedmoro, a koja imaše djece, iznemože.
πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινῶντες παρῆκαν γῆν ὅτι στεῖρα ἔτεκεν ἑπτά καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν
6 Gospod ubija, i oživljuje; spušta u grob, i izvlaèi. (Sheol h7585)
κύριος θανατοῖ καὶ ζωογονεῖ κατάγει εἰς ᾅδου καὶ ἀνάγει (Sheol h7585)
7 Gospod siromaši, i bogati; ponižuje, i uzvišuje.
κύριος πτωχίζει καὶ πλουτίζει ταπεινοῖ καὶ ἀνυψοῖ
8 Siromaha podiže iz praha, i iz bunjišta uzvišuje ubogoga da ga posadi s knezovima, i daje im da naslijede prijesto slave; jer su Gospodnji temelji zemaljski, i na njima je osnovao vasiljenu.
ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαῶν καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς
9 Saèuvaæe noge milijeh svojih, a bezbožnici æe umuknuti u mraku; jer svojom snagom neæe èovjek nadjaèati.
διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ
10 Koji se suprote Gospodu, satræe se; na njih æe zagrmjeti s neba; Gospod æe suditi krajevima zemaljskim, i daæe snagu caru svojemu, i uzvisiæe rog pomazaniku svojemu.
κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ κύριος ἅγιος μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ
11 Potom otide Elkana u Ramat kuæi svojoj, a dijete služaše Gospodu pred Ilijem sveštenikom.
καὶ κατέλιπον αὐτὸν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἀπῆλθον εἰς Αρμαθαιμ καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου ἐνώπιον Ηλι τοῦ ἱερέως
12 A sinovi Ilijevi bijahu nevaljali, i ne znadijahu za Gospoda.
καὶ οἱ υἱοὶ Ηλι τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον
13 Jer u tijeh sveštenika bješe obièaj prema narodu: kad ko prinošaše žrtvu, dolažaše momak sveštenikov dok se kuhaše meso s viljuškama trokrakim u ruci,
καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ
14 I zabadaše u sud, ili u kotao, ili u tavu, ili u lonac, i što se god nabode na viljuške uzimaše sveštenik. Tako èinjahu svemu Izrailju koji dolažaše u Silom.
καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοῖς ἐρχομένοις θῦσαι κυρίῳ ἐν Σηλωμ
15 Tako i prije nego bi zapalili salo, došao bi momak sveštenikov, te bi rekao èovjeku koji prinošaše žrtvu: daj meso da ispeèem svešteniku, jer ti neæu primiti mesa kuhana, nego sirovo.
καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος
16 Ako bi mu tada èovjek odgovorio: neka se prvo zapali salo, pa onda uzmi što ti god duša želi; on bi rekao: ne, nego daj sada, ako li ne daš, uzeæu silom.
καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ καὶ λαβὲ σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ ψυχή σου καὶ εἶπεν οὐχί ὅτι νῦν δώσεις καὶ ἐὰν μή λήμψομαι κραταιῶς
17 I grijeh onijeh mladiæa bijaše vrlo velik pred Gospodom, jer ljudi ne marahu za prinos Gospodnji.
καὶ ἦν ἡ ἁμαρτία τῶν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σφόδρα ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου
18 A Samuilo služaše pred Gospodom još dijete u opleæku lanenom.
καὶ Σαμουηλ ἦν λειτουργῶν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ
19 A mati mu naèini mali plašt i donese mu, i tako èinjaše svake godine dolazeæi s mužem svojim da prinese žrtvu godišnju.
καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν
20 A Ilije blagoslovi Elkanu i ženu njegovu govoreæi: Gospod da ti da poroda od te žene za ovoga kojega je dala Gospodu! I otidoše u svoje mjesto.
καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναῖκα αὐτοῦ λέγων ἀποτείσαι σοι κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους οὗ ἔχρησας τῷ κυρίῳ καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ
21 I Gospod pohodi Anu, i ona zatrudnje i rodi tri sina i dvije kæeri. A dijete Samuilo rastijaše pred Gospodom.
καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου
22 A Ilije bijaše vrlo star, i èu sve što èinjahu sinovi njegovi svemu Izrailju, i kako spavahu sa ženama koje dolažahu gomilama na vrata šatora od sastanka.
καὶ Ηλι πρεσβύτης σφόδρα καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ισραηλ
23 I govoraše im: zašto to radite? jer èujem zle rijeèi o vama od svega naroda.
καὶ εἶπεν αὐτοῖς ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου
24 Nemojte, djeco moja; jer nije dobro što èujem; otpaðujete narod Gospodnji.
μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιεῖτε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν θεῷ
25 Kad èovjek zgriješi èovjeku, sudiæe mu sudija; ali kad ko zgriješi Gospodu, ko æe moliti za nj? Ali ne poslušaše oca svojega, jer Gospod šæaše da ih ubije.
ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ τίς προσεύξεται ὑπὲρ αὐτοῦ καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθεῖραι αὐτούς
26 A dijete Samuilo rastijaše i bijaše mio i Gospodu i ljudima.
καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαθὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνθρώπων
27 Tada doðe èovjek Božji k Iliju, i reèe mu: ovako veli Gospod: ne javih li se domu oca tvojega, kad bijahu u Misiru u kuæi Faraonovoj?
καὶ ἦλθεν ἄνθρωπος θεοῦ πρὸς Ηλι καὶ εἶπεν τάδε λέγει κύριος ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραω
28 I izabrah ga izmeðu svijeh plemena Izrailjevijeh sebi za sveštenika da prinosi žrtve na oltaru mojem i da kadi kadom i nosi opleæak preda mnom, i dadoh domu oca tvojega sve žrtve ognjene sinova Izrailjevijeh?
καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ισραηλ εἰς βρῶσιν
29 Zašto gazite žrtvu moju i prinos moj, koje sam zapovjedio da se prinose u šatoru? i paziš sinove svoje veæma nego mene, da se gojite prvinama svijeh prinosa Izrailja naroda mojega?
καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου
30 Zato Gospod Bog Izrailjev kaže: rekao sam doista: dom tvoj i dom oca tvojega služiæe preda mnom dovijeka; ali kaže Gospod: neæe biti tako, jer one æu poštovati koji mene poštuju, a koji mene preziru, biæe prezreni.
διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ εἶπα ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος καὶ νῦν φησιν κύριος μηδαμῶς ἐμοί ὅτι ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται
31 Gle, idu dani, kad æu odsjeæi tebi ruku i ruku domu oca tvojega, da ne bude starca u domu tvojem.
ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου
32 I vidjeæeš nevolju u šatoru mjesto svega dobra što je Gospod èinio Izrailju; neæe biti starca u domu tvojem dovijeka.
καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας
33 A koga od tvojih ne istrijebim ispred oltara svojega, onaj æe ostati da ti èile oèi i da ti se cvijeli duša; i sav podmladak doma tvojega umiraæe u najboljim godinama.
καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν
34 I ovo da ti je znak što æe doæi na oba sina tvoja, na Ofnija i Finesa: u jedan dan poginuæe obojica.
καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι
35 A sebi æu podignuti sveštenika vjerna, on æe raditi po srcu mojemu i po duši mojoj; i sazidaæu mu tvrd dom, i on æe hoditi pred pomazanikom mojim vazda.
καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας
36 I ko ostane od doma tvojega, doæi æe da mu se pokloni za srebrn novac i za komad hljeba, i govoriæe: primi me u kaku službu sveštenièku da imam komad hljeba.
καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον

< 1 Samuelova 2 >