< པྲཀཱཤིཏཾ 1 >

1 ཡཏ྄ པྲཀཱཤིཏཾ ཝཱཀྱམ྄ ཨཱིཤྭརཿ སྭདཱསཱནཱཾ ནིཀཊཾ ཤཱིགྷྲམུཔསྠཱསྱནྟཱིནཱཾ གྷཊནཱནཱཾ དརྴནཱརྠཾ ཡཱིཤུཁྲཱིཥྚེ སམརྤིཏཝཱན྄ ཏཏ྄ ས སྭཱིཡདཱུཏཾ པྲེཥྱ ནིཛསེཝཀཾ ཡོཧནཾ ཛྙཱཔིཏཝཱན྄།
Ἀποκάλυψις ˚Ἰησοῦ ˚Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ ˚Θεὸς, δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ, Ἰωάννῃ,
2 ས ཙེཤྭརསྱ ཝཱཀྱེ ཁྲཱིཥྚསྱ སཱཀྵྱེ ཙ ཡདྱད྄ དྲྀཥྚཝཱན྄ ཏསྱ པྲམཱཎཾ དཏྟཝཱན྄།
ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ ˚Θεοῦ, καὶ τὴν μαρτυρίαν ˚Ἰησοῦ ˚Χριστοῦ, ὅσα εἶδεν.
3 ཨེཏསྱ བྷཝིཥྱདྭཀྟྲྀགྲནྠསྱ ཝཱཀྱཱནཱཾ པཱཋཀཿ ཤྲོཏཱརཤྩ ཏནྨདྷྱེ ལིཁིཏཱཛྙཱགྲཱཧིཎཤྩ དྷནྱཱ ཡཏཿ ས ཀཱལཿ སནྣིཀཊཿ།
Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
4 ཡོཧན྄ ཨཱཤིཡཱདེཤསྠཱཿ སཔྟ སམིཏཱིཿ པྲཏི པཏྲཾ ལིཁཏི། ཡོ ཝརྟྟམཱནོ བྷཱུཏོ བྷཝིཥྱཾཤྩ ཡེ ཙ སཔྟཱཏྨཱནསྟསྱ སིཾཧཱསནསྱ སམྨུཁེ ཏིཥྛནྟི
Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ: χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
5 ཡཤྩ ཡཱིཤུཁྲཱིཥྚོ ཝིཤྭསྟཿ སཱཀྵཱི མྲྀཏཱནཱཾ མདྷྱེ པྲཐམཛཱཏོ བྷཱུམཎྜལསྠརཱཛཱནཱམ྄ ཨདྷིཔཏིཤྩ བྷཝཏི, ཨེཏེབྷྱོ ྅ནུགྲཧཿ ཤཱནྟིཤྩ ཡུཥྨཱསུ ཝརྟྟཏཱཾ།
καὶ ἀπὸ ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς, καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
6 ཡོ ྅སྨཱསུ པྲཱིཏཝཱན྄ སྭརུདྷིརེཎཱསྨཱན྄ སྭཔཱཔེབྷྱཿ པྲཀྵཱལིཏཝཱན྄ ཏསྱ པིཏུརཱིཤྭརསྱ ཡཱཛཀཱན྄ ཀྲྀཏྭཱསྨཱན྄ རཱཛཝརྒེ ནིཡུཀྟཝཱཾཤྩ ཏསྨིན྄ མཧིམཱ པརཱཀྲམཤྩཱནནྟཀཱལཾ ཡཱཝད྄ ཝརྟྟཏཱཾ། ཨཱམེན྄། (aiōn g165)
καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ ˚Θεῷ καὶ Πατρὶ αὐτοῦ– αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν! (aiōn g165)
7 པཤྱཏ ས མེགྷཻརཱགཙྪཏི ཏེནཻཀཻཀསྱ ཙཀྵུསྟཾ དྲཀྵྱཏི ཡེ ཙ ཏཾ ཝིདྡྷཝནྟསྟེ ྅པི ཏཾ ཝིལོཀིཥྱནྟེ ཏསྱ ཀྲྀཏེ པྲྀཐིཝཱིསྠཱཿ སཪྻྭེ ཝཾཤཱ ཝིལཔིཥྱནྟི། སཏྱམ྄ ཨཱམེན྄།
“Ἰδοὺ, ἔρχεται μετὰ τῶν νεφελῶν”, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί! Ἀμήν!
8 ཝརྟྟམཱནོ བྷཱུཏོ བྷཝིཥྱཾཤྩ ཡཿ སཪྻྭཤཀྟིམཱན྄ པྲབྷུཿ པརམེཤྭརཿ ས གདཏི, ཨཧམེཝ ཀཿ ཀྵཤྩཱརྠཏ ཨཱདིརནྟཤྩ།
“Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ”, λέγει ˚Κύριος, ὁ ˚Θεός, “ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ.”
9 ཡུཥྨཱཀཾ བྷྲཱཏཱ ཡཱིཤུཁྲཱིཥྚསྱ ཀླེཤརཱཛྱཏིཏིཀྵཱཎཱཾ སཧབྷཱགཱི ཙཱཧཾ ཡོཧན྄ ཨཱིཤྭརསྱ ཝཱཀྱཧེཏོ ཪྻཱིཤུཁྲཱིཥྚསྱ སཱཀྵྱཧེཏོཤྩ པཱཏྨནཱམཀ ཨུཔདྭཱིཔ ཨཱསཾ།
Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συγκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ, ἐν ˚Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ ˚Θεοῦ καὶ τὴν μαρτυρίαν ˚Ἰησοῦ.
10 ཏཏྲ པྲབྷོ རྡིནེ ཨཱཏྨནཱཝིཥྚོ ྅ཧཾ སྭཔཤྩཱཏ྄ ཏཱུརཱིདྷྭནིཝཏ྄ མཧཱརཝམ྄ ཨཤྲཽཥཾ,
Ἐγενόμην ἐν ˚Πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
11 ཏེནོཀྟམ྄, ཨཧཾ ཀཿ ཀྵཤྩཱརྠཏ ཨཱདིརནྟཤྩ། ཏྭཾ ཡད྄ དྲཀྵྱསི ཏད྄ གྲནྠེ ལིཁིཏྭཱཤིཡཱདེཤསྠཱནཱཾ སཔྟ སམིཏཱིནཱཾ སམཱིཔམ྄ ཨིཕིཥཾ སྨུརྞཱཾ ཐུཡཱཏཱིརཱཾ སཱརྡྡིཾ ཕིལཱདིལྥིཡཱཾ ལཱཡདཱིཀེཡཱཉྩ པྲེཥཡ།
λεγούσης, “Ὃ βλέπεις, γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις: εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.”
12 ཏཏོ མཡཱ སམྦྷཱཥམཱཎསྱ ཀསྱ རཝཿ ཤྲཱུཡཏེ ཏདྡརྴནཱརྠཾ མུཁཾ པརཱཝརྟྟིཏཾ ཏཏ྄ པརཱཝརྟྱ སྭརྞམཡཱཿ སཔྟ དཱིཔཝྲྀཀྵཱ དྲྀཥྚཱཿ།
Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ. Καὶ ἐπιστρέψας, εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
13 ཏེཥཱཾ སཔྟ དཱིཔཝྲྀཀྵཱཎཱཾ མདྷྱེ དཱིརྒྷཔརིཙྪདཔརིཧིཏཿ སུཝརྞཤྲྀངྑལེན ཝེཥྚིཏཝཀྵཤྩ མནུཥྱཔུཏྲཱཀྲྀཏིརེཀོ ཛནསྟིཥྛཏི,
καὶ ἐν μέσῳ τῶν λυχνιῶν, “ὅμοιον Ὑιῷ Ἀνθρώπου”, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν.
14 ཏསྱ ཤིརཿ ཀེཤཤྩ ཤྭེཏམེཥལོམཱནཱིཝ ཧིམཝཏ྄ ཤྲེཏཽ ལོཙནེ ཝཧྣིཤིཁཱསམེ
Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον λευκόν ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός,
15 ཙརཎཽ ཝཧྣིཀུཎྜེཏཱཔིཏསུཔིཏྟལསདྲྀཤཽ རཝཤྩ བཧུཏོཡཱནཱཾ རཝཏུལྱཿ།
καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
16 ཏསྱ དཀྵིཎཧསྟེ སཔྟ ཏཱརཱ ཝིདྱནྟེ ཝཀྟྲཱཙྩ ཏཱིཀྵྞོ དྭིདྷཱརཿ ཁངྒོ ནིརྒཙྪཏི མུཁམཎྜལཉྩ སྭཏེཛསཱ དེདཱིཔྱམཱནསྱ སཱུཪྻྱསྱ སདྲྀཤཾ།
καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 ཏཾ དྲྀཥྚྭཱཧཾ མྲྀཏཀལྤསྟཙྩརཎེ པཏིཏསྟཏཿ སྭདཀྵིཎཀརཾ མཡི ནིདྷཱཡ ཏེནོཀྟམ྄ མཱ བྷཻཥཱིཿ; ཨཧམ྄ ཨཱདིརནྟཤྩ།
Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ, ὡς νεκρός. Καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων, “Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
18 ཨཧམ྄ ཨམརསྟཐཱཔི མྲྀཏཝཱན྄ ཀིནྟུ པཤྱཱཧམ྄ ཨནནྟཀཱལཾ ཡཱཝཏ྄ ཛཱིཝཱམི། ཨཱམེན྄། མྲྀཏྱོཿ པརལོཀསྱ ཙ ཀུཉྫིཀཱ མམ ཧསྟགཏཱཿ། (aiōn g165, Hadēs g86)
καὶ ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἍΙδου. (aiōn g165, Hadēs g86)
19 ཨཏོ ཡད྄ བྷཝཏི ཡཙྩེཏཿ པརཾ བྷཝིཥྱཏི ཏྭཡཱ དྲྀཥྚཾ ཏཏ྄ སཪྻྭཾ ལིཁྱཏཱཾ།
Γράψον οὖν ἃ εἶδες, καὶ ἃ εἰσὶν, καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα.
20 མམ དཀྵིཎཧསྟེ སྠིཏཱ ཡཱཿ སཔྟ ཏཱརཱ ཡེ ཙ སྭརྞམཡཱཿ སཔྟ དཱིཔཝྲྀཀྵཱསྟྭཡཱ དྲྀཥྚཱསྟཏྟཱཏྤཪྻྱམིདཾ ཏཱཿ སཔྟ ཏཱརཱཿ སཔྟ སམིཏཱིནཱཾ དཱུཏཱཿ སུཝརྞམཡཱཿ སཔྟ དཱིཔཝྲྀཀྵཱཤྩ སཔྟ སམིཏཡཿ སནྟི།
Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων, οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς: οἱ ἑπτὰ ἀστέρες, ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι ἑπτὰ, ἑπτὰ ἐκκλησίαι εἰσίν.

< པྲཀཱཤིཏཾ 1 >