< མཐིཿ 26 >
1 ཡཱིཤུརེཏཱན྄ པྲསྟཱཝཱན྄ སམཱཔྱ ཤིཥྱཱནཱུཙེ,
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
2 ཡུཥྨཱབྷི རྫྙཱཏཾ དིནདྭཡཱཏ྄ པརཾ ནིསྟཱརམཧ ཨུཔསྠཱསྱཏི, ཏཏྲ མནུཛསུཏཿ ཀྲུཤེན ཧནྟུཾ པརཀརེཥུ སམརྤིཥྱཏེ།
“Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.”
3 ཏཏཿ པརཾ པྲདྷཱནཡཱཛཀཱདྷྱཱཔཀཔྲཱཉྩཿ ཀིཡཕཱནཱམྣོ མཧཱཡཱཛཀསྱཱཊྚཱལིཀཱཡཱཾ མིལིཏྭཱ
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα,
4 ཀེནོཔཱཡེན ཡཱིཤུཾ དྷྲྀཏྭཱ ཧནྟུཾ ཤཀྣུཡུརིཏི མནྟྲཡཱཉྩཀྲུཿ།
καὶ συνεβουλεύσαντο ἵνα τὸν ˚Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν.
5 ཀིནྟུ ཏཻརུཀྟཾ མཧཀཱལེ ན དྷརྟྟཝྱཿ, དྷྲྀཏེ པྲཛཱནཱཾ ཀལཧེན བྷཝིཏུཾ ཤཀྱཏེ།
Ἔλεγον δέ, “Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.”
6 ཏཏོ བཻཐནིཡཱཔུརེ ཤིམོནཱཁྱསྱ ཀུཥྛིནོ ཝེཤྨནི ཡཱིཤཽ ཏིཥྛཏི
Τοῦ δὲ ˚Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 ཀཱཙན ཡོཥཱ ཤྭེཏོཔལབྷཱཛནེན མཧཱརྒྷྱཾ སུགནྡྷི ཏཻལམཱནཱིཡ བྷོཛནཱཡོཔཝིཤཏསྟསྱ ཤིརོབྷྱཥེཙཏ྄།
προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
8 ཀིནྟུ ཏདཱལོཀྱ ཏཙྪིཥྱཻཿ ཀུཔིཏཻརུཀྟཾ, ཀུཏ ཨིཏྠམཔཝྱཡཏེ?
Ἰδόντες δὲ, οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, “Εἰς τί ἡ ἀπώλεια αὕτη;
9 ཙེདིདཾ ཝྱཀྲེཥྱཏ, ཏརྷི བྷཱུརིམཱུལྱཾ པྲཱཔྱ དརིདྲེབྷྱོ ཝྱཏཱརིཥྱཏ།
Ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.”
10 ཡཱིཤུནཱ ཏདཝགཏྱ ཏེ སམུདིཏཱཿ, ཡོཥཱམེནཱཾ ཀུཏོ དུཿཁིནཱིཾ ཀུརུཐ, སཱ མཱཾ པྲཏི སཱདྷུ ཀརྨྨཱཀཱརྵཱིཏ྄།
Γνοὺς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ.
11 ཡུཥྨཱཀམཾ སམཱིཔེ དརིདྲཱཿ སཏཏམེཝཱསཏེ, ཀིནྟུ ཡུཥྨཱཀམནྟིཀེཧཾ ནཱསེ སཏཏཾ།
Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 སཱ མམ ཀཱཡོཔརི སུགནྡྷིཏཻལཾ སིཀྟྭཱ མམ ཤྨཤཱནདཱནཀརྨྨཱཀཱརྵཱིཏ྄།
Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 ཨཏོཧཾ ཡུཥྨཱན྄ ཏཐྱཾ ཝདཱམི སཪྻྭསྨིན྄ ཛགཏི ཡཏྲ ཡཏྲཻཥ སུསམཱཙཱརཿ པྲཙཱརིཥྱཏེ, ཏཏྲ ཏཏྲཻཏསྱཱ ནཱཪྻྱཱཿ སྨརཎཱརྠམ྄ ཀརྨྨེདཾ པྲཙཱརིཥྱཏེ།
Ἀμὴν, λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.”
14 ཏཏོ དྭཱདཤཤིཥྱཱཎཱམ྄ ཨཱིཥྐརིཡོཏཱིཡཡིཧཱུདཱནཱམཀ ཨེཀཿ ཤིཥྱཿ པྲདྷཱནཡཱཛཀཱནཱམནྟིཀཾ གཏྭཱ ཀཐིཏཝཱན྄,
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἀρχιερεῖς
15 ཡདི ཡུཥྨཱཀཾ ཀརེཥུ ཡཱིཤུཾ སམརྤཡཱམི, ཏརྷི ཀིཾ དཱསྱཐ? ཏདཱནཱིཾ ཏེ ཏསྨཻ ཏྲིཾཤནྨུདྲཱ དཱཏུཾ སྠིརཱིཀྲྀཏཝནྟཿ།
εἶπεν, “Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;” Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 ས ཏདཱརབྷྱ ཏཾ པརཀརེཥུ སམརྤཡིཏུཾ སུཡོགཾ ཙེཥྚིཏཝཱན྄།
Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ.
17 ཨནནྟརཾ ཀིཎྭཤཱུནྱཔཱུཔཔཪྻྭཎཿ པྲཐམེཧྣི ཤིཥྱཱ ཡཱིཤུམ྄ ཨུཔགཏྱ པཔྲཙྪུཿ བྷཝཏྐྲྀཏེ ཀུཏྲ ཝཡཾ ནིསྟཱརམཧབྷོཛྱམ྄ ཨཱཡོཛཡིཥྱཱམཿ? བྷཝཏཿ ཀེཙྪཱ?
Τῇ δὲ πρώτῃ τῶν Ἀζύμων, προσῆλθον οἱ μαθηταὶ τῷ ˚Ἰησοῦ λέγοντες, “Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;”
18 ཏདཱ ས གདིཏཝཱན྄, མདྷྱེནགརམམུཀཔུཾསཿ སམཱིཔཾ ཝྲཛིཏྭཱ ཝདཏ, གུརུ རྒདིཏཝཱན྄, མཏྐཱལཿ སཝིདྷཿ, སཧ ཤིཥྱཻསྟྭདཱལཡེ ནིསྟཱརམཧབྷོཛྱཾ བྷོཀྵྱེ།
Ὁ δὲ εἶπεν, “Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‘Ὁ διδάσκαλος λέγει, “Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.”’”
19 ཏདཱ ཤིཥྱཱ ཡཱིཤོསྟཱདྲྀཤནིདེཤཱནུརཱུཔཀརྨྨ ཝིདྷཱཡ ཏཏྲ ནིསྟཱརམཧབྷོཛྱམཱསཱདཡཱམཱསུཿ།
Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ˚Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20 ཏཏཿ སནྡྷྱཱཡཱཾ སཏྱཱཾ དྭཱདཤབྷིཿ ཤིཥྱཻཿ སཱཀཾ ས ནྱཝིཤཏ྄།
Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα,
21 ཨཔརཾ བྷུཉྫཱན ཨུཀྟཝཱན྄ ཡུཥྨཱན྄ ཏཐྱཾ ཝདཱམི, ཡུཥྨཱཀམེཀོ མཱཾ པརཀརེཥུ སམརྤཡིཥྱཏི།
καὶ ἐσθιόντων αὐτῶν εἶπεν, “Ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.”
22 ཏདཱ ཏེ྅ཏཱིཝ དུཿཁིཏཱ ཨེཀཻཀཤོ ཝཀྟུམཱརེབྷིརེ, ཧེ པྲབྷོ, ས ཀིམཧཾ?
Καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος, αὐτῶν, “Μήτι ἐγώ εἰμι, ˚Κύριε;”
23 ཏཏཿ ས ཛགཱད, མཡཱ སཱཀཾ ཡོ ཛནོ བྷོཛནཔཱཏྲེ ཀརཾ སཾཀྵིཔཏི, ས ཨེཝ མཱཾ པརཀརེཥུ སམརྤཡིཥྱཏི།
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Ὁ ἐμβάψας μετʼ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
24 མནུཛསུཏམདྷི ཡཱདྲྀཤཾ ལིཁིཏམཱསྟེ, ཏདནུརཱུཔཱ ཏདྒཏི རྦྷཝིཥྱཏི; ཀིནྟུ ཡེན པུཾསཱ ས པརཀརེཥུ སམརྤཡིཥྱཏེ, ཧཱ ཧཱ ཙེཏ྄ ས ནཱཛནིཥྱཏ, ཏདཱ ཏསྱ ཀྵེམམབྷཝིཥྱཏ྄།
Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται. Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.”
25 ཏདཱ ཡིཧཱུདཱནཱམཱ ཡོ ཛནསྟཾ པརཀརེཥུ སམརྤཡིཥྱཏི, ས ཨུཀྟཝཱན྄, ཧེ གུརོ, ས ཀིམཧཾ? ཏཏཿ ས པྲཏྱུཀྟཝཱན྄, ཏྭཡཱ སཏྱཾ གདིཏམ྄།
Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν εἶπεν, “Μήτι ἐγώ εἰμι, Ῥαββί;” Λέγει αὐτῷ, “Σὺ εἶπας.”
26 ཨནནྟརཾ ཏེཥཱམཤནཀཱལེ ཡཱིཤུཿ པཱུཔམཱདཱཡེཤྭརཱིཡགུཎཱནནཱུདྱ བྷཾཀྟྭཱ ཤིཥྱེབྷྱཿ པྲདཱཡ ཛགཱད, མདྭཔུཿསྭརཱུཔམིམཾ གྲྀཧཱིཏྭཱ ཁཱདཏ།
Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ ˚Ἰησοῦς ἄρτον, καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, “Λάβετε, φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.”
27 པཤྩཱཏ྄ ས ཀཾསཾ གྲྀཧླན྄ ཨཱིཤྭརཱིཡགུཎཱནནཱུདྱ ཏེབྷྱཿ པྲདཱཡ ཀཐིཏཝཱན྄, སཪྻྭཻ ཪྻུཥྨཱབྷིརནེན པཱཏཝྱཾ,
Καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων, “Πίετε ἐξ αὐτοῦ πάντες,
28 ཡསྨཱདནེཀེཥཱཾ པཱཔམརྵཎཱཡ པཱཏིཏཾ ཡནྨནྣཱུཏྣནིཡམརཱུཔཤོཎིཏཾ ཏདེཏཏ྄།
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 ཨཔརམཧཾ ནཱུཏྣགོསྟནཱིརསཾ ན པཱསྱཱམི, ཏཱཝཏ྄ གོསྟནཱིཕལརསཾ པུནཿ ཀདཱཔི ན པཱསྱཱམི།
Λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.”
30 པཤྩཱཏ྄ ཏེ གཱིཏམེཀཾ སཾགཱིཡ ཛཻཏུནཱཁྱགིརིཾ གཏཝནྟཿ།
Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
31 ཏདཱནཱིཾ ཡཱིཤུསྟཱནཝོཙཏ྄, ཨསྱཱཾ རཛནྱཱམཧཾ ཡུཥྨཱཀཾ སཪྻྭེཥཱཾ ཝིགྷྣརཱུཔོ བྷཝིཥྱཱམི, ཡཏོ ལིཁིཏམཱསྟེ, "མེཥཱཎཱཾ རཀྵཀོ ཡསྟཾ པྲཧརིཥྱཱམྱཧཾ ཏཏཿ། མེཥཱཎཱཾ ནིཝཧོ ནཱུནཾ པྲཝིཀཱིརྞོ བྷཝིཥྱཏི"༎
Τότε λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, ‘Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.’
32 ཀིནྟུ ཤྨཤཱནཱཏ྄ སམུཏྠཱཡ ཡུཥྨཱཀམགྲེ྅ཧཾ གཱལཱིལཾ གམིཥྱཱམི།
Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.”
33 པིཏརསྟཾ པྲོཝཱཙ, བྷཝཱཾཤྩེཏ྄ སཪྻྭེཥཱཾ ཝིགྷྣརཱུཔོ བྷཝཏི, ཏཐཱཔི མམ ན བྷཝིཥྱཏི།
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, “Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.”
34 ཏཏོ ཡཱིཤུནཱ ས ཨུཀྟཿ, ཏུབྷྱམཧཾ ཏཐྱཾ ཀཐཡཱམི, ཡཱམིནྱཱམསྱཱཾ ཙརཎཱཡུདྷསྱ རཝཱཏ྄ པཱུཪྻྭཾ ཏྭཾ མཱཾ ཏྲི རྣཱངྒཱིཀརིཥྱསི།
Ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.”
35 ཏཏཿ པིཏར ཨུདིཏཝཱན྄, ཡདྱཔི ཏྭཡཱ སམཾ མརྟྟཝྱཾ, ཏཐཱཔི ཀདཱཔི ཏྭཱཾ ན ནཱངྒཱིཀརིཥྱཱམི; ཏཐཻཝ སཪྻྭེ ཤིཥྱཱཤྩོཙུཿ།
Λέγει αὐτῷ ὁ Πέτρος, “Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι.” Ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 ཨནནྟརཾ ཡཱིཤུཿ ཤིཥྱཻཿ སཱཀཾ གེཏྴིམཱནཱིནཱམཀཾ སྠཱནཾ པྲསྠཱཡ ཏེབྷྱཿ ཀཐིཏཝཱན྄, ཨདཿ སྠཱནཾ གཏྭཱ ཡཱཝདཧཾ པྲཱརྠཡིཥྱེ ཏཱཝད྄ ཡཱུཡམཏྲོཔཝིཤཏ།
Τότε ἔρχεται μετʼ αὐτῶν ὁ ˚Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ, καὶ λέγει τοῖς μαθηταῖς, “Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.”
37 པཤྩཱཏ྄ ས པིཏརཾ སིཝདིཡསུཏཽ ཙ སངྒིནཿ ཀྲྀཏྭཱ གཏཝཱན྄, ཤོཀཱཀུལོ྅ཏཱིཝ ཝྱཐིཏཤྩ བབྷཱུཝ།
Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 ཏཱནཝཱདཱིཙྩ མྲྀཏིཡཱཏནེཝ མཏྤྲཱཎཱནཱཾ ཡཱཏནཱ ཛཱཡཏེ, ཡཱུཡམཏྲ མཡཱ སཱརྡྡྷཾ ཛཱགྲྀཏ།
Τότε λέγει αὐτοῖς, “Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ.”
39 ཏཏཿ ས ཀིཉྩིདྡཱུརཾ གཏྭཱདྷོམུཁཿ པཏན྄ པྲཱརྠཡཱཉྩཀྲེ, ཧེ མཏྤིཏཪྻདི བྷཝིཏུཾ ཤཀྣོཏི, ཏརྷི ཀཾསོ྅ཡཾ མཏྟོ དཱུརཾ ཡཱཏུ; ཀིནྟུ མདིཙྪཱཝཏ྄ ན བྷཝཏུ, ཏྭདིཙྪཱཝད྄ བྷཝཏུ།
Καὶ προσελθὼν μικρὸν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, “Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλʼ ὡς σύ.”
40 ཏཏཿ ས ཤིཥྱཱནུཔེཏྱ ཏཱན྄ ནིདྲཏོ ནིརཱིཀྵྱ པིཏརཱཡ ཀཐཡཱམཱས, ཡཱུཡཾ མཡཱ སཱཀཾ དཎྜམེཀམཔི ཛཱགརིཏུཾ ནཱཤནྐུཏ?
Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, “Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ;
41 པརཱིཀྵཱཡཱཾ ན པཏིཏུཾ ཛཱགྲྀཏ པྲཱརྠཡདྷྭཉྩ; ཨཱཏྨཱ སམུདྱཏོསྟི, ཀིནྟུ ཝཔུ རྡུརྦྦལཾ།
Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.”
42 ས དྭིཏཱིཡཝཱརཾ པྲཱརྠཡཱཉྩཀྲེ, ཧེ མཏྟཱཏ, ན པཱིཏེ ཡདི ཀཾསམིདཾ མཏྟོ དཱུརཾ ཡཱཏུཾ ན ཤཀྣོཏི, ཏརྷི ཏྭདིཙྪཱཝད྄ བྷཝཏུ།
Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, “Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.”
43 ས པུནརེཏྱ ཏཱན྄ ནིདྲཏོ དདརྴ, ཡཏསྟེཥཱཾ ནེཏྲཱཎི ནིདྲཡཱ པཱུརྞཱནྱཱསན྄།
Καὶ ἐλθὼν πάλιν, εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 པཤྩཱཏ྄ ས ཏཱན྄ ཝིཧཱཡ ཝྲཛིཏྭཱ ཏྲྀཏཱིཡཝཱརཾ པཱུཪྻྭཝཏ྄ ཀཐཡན྄ པྲཱརྠིཏཝཱན྄།
Καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν, προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
45 ཏཏཿ ཤིཥྱཱནུཔཱགཏྱ གདིཏཝཱན྄, སཱམྤྲཏཾ ཤཡཱནཱཿ ཀིཾ ཝིཤྲཱམྱཐ? པཤྱཏ, སམཡ ཨུཔཱསྠཱཏ྄, མནུཛསུཏཿ པཱཔིནཱཾ ཀརེཥུ སམརྤྱཏེ།
Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, “Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε; Ἰδοὺ, ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 ཨུཏྟིཥྛཏ, ཝཡཾ ཡཱམཿ, ཡོ མཱཾ པརཀརེཥུ མསརྤཡིཥྱཏི, པཤྱཏ, ས སམཱིཔམཱཡཱཏི།
Ἐγείρεσθε, ἄγωμεν! Ἰδοὺ, ἤγγικεν ὁ παραδιδούς με!”
47 ཨེཏཏྐཐཱཀཐནཀཱལེ དྭཱདཤཤིཥྱཱཎཱམེཀོ ཡིཧཱུདཱནཱམཀོ མུཁྱཡཱཛཀལོཀཔྲཱཙཱིནཻཿ པྲཧིཏཱན྄ ཨསིདྷཱརིཡཥྚིདྷཱརིཎོ མནུཛཱན྄ གྲྀཧཱིཏྭཱ ཏཏྶམཱིཔམུཔཏསྠཽ།
Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 ཨསཽ པརཀརེཥྭརྤཡིཏཱ པཱུཪྻྭཾ ཏཱན྄ ཨིཏྠཾ སངྐེཏཡཱམཱས, ཡམཧཾ ཙུམྦིཥྱེ, སོ྅སཽ མནུཛཿ, སཨེཝ ཡུཥྨཱབྷི རྡྷཱཪྻྱཏཱཾ།
Ὁ δὲ παραδιδοὺς αὐτὸν, ἔδωκεν αὐτοῖς σημεῖον λέγων, “Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.”
49 ཏདཱ ས སཔདི ཡཱིཤུམུཔཱགཏྱ ཧེ གུརོ, པྲཎམཱམཱིཏྱུཀྟྭཱ ཏཾ ཙུཙུམྦེ།
Καὶ εὐθέως προσελθὼν τῷ ˚Ἰησοῦ εἶπεν, “Χαῖρε, Ῥαββί, καὶ κατεφίλησεν αὐτόν.”
50 ཏདཱ ཡཱིཤུསྟམུཝཱཙ, ཧེ མིཏྲཾ ཀིམརྠམཱགཏོསི? ཏདཱ ཏཻརཱགཏྱ ཡཱིཤུརཱཀྲམྱ དགྷྲེ།
Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ἑταῖρε, Ἐφʼ ὃ πάρει;” Τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ˚Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.
51 ཏཏོ ཡཱིཤོཿ སངྒིནཱམེཀཿ ཀརཾ པྲསཱཪྻྱ ཀོཥཱདསིཾ བཧིཥྐྲྀཏྱ མཧཱཡཱཛཀསྱ དཱསམེཀམཱཧཏྱ ཏསྱ ཀརྞཾ ཙིཙྪེད།
Καὶ ἰδοὺ, εἷς τῶν μετὰ ˚Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 ཏཏོ ཡཱིཤུསྟཾ ཛགཱད, ཁཌྒཾ སྭསྠཱནེ ནིདྷེཧི ཡཏོ ཡེ ཡེ ཛནཱ ཨསིཾ དྷཱརཡནྟི, ཏཨེཝཱསིནཱ ཝིནཤྱནྟི།
Τότε λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρῃ ἀπολοῦνται.
53 ཨཔརཾ པིཏཱ ཡཐཱ མདནྟིཀཾ སྭརྒཱིཡདཱུཏཱནཱཾ དྭཱདཤཝཱཧིནཱིཏོ྅དྷིཀཾ པྲཧིཎུཡཱཏ྄ མཡཱ ཏམུདྡིཤྱེདཱནཱིམེཝ ཏཐཱ པྲཱརྠཡིཏུཾ ན ཤཀྱཏེ, ཏྭཡཱ ཀིམིཏྠཾ ཛྙཱཡཏེ?
Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείω δώδεκα λεγεῶνων ἀγγέλων;
54 ཏཐཱ སཏཱིཏྠཾ གྷཊིཥྱཏེ དྷརྨྨཔུསྟཀསྱ ཡདིདཾ ཝཱཀྱཾ ཏཏ྄ ཀཐཾ སིདྷྱེཏ྄?
Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι;”
55 ཏདཱནཱིཾ ཡཱིཤུ རྫནནིཝཧཾ ཛགཱད, ཡཱུཡཾ ཁཌྒཡཥྚཱིན྄ ཨཱདཱཡ མཱཾ ཀིཾ ཙཽརཾ དྷརྟྟུམཱཡཱཏཱཿ? ཨཧཾ པྲཏྱཧཾ ཡུཥྨཱབྷིཿ སཱཀམུཔཝིཤྱ སམུཔཱདིཤཾ, ཏདཱ མཱཾ ནཱདྷརཏ;
Ἐν ἐκείνῃ τῇ ὥρᾳ, εἶπεν ὁ ˚Ἰησοῦς τοῖς ὄχλοις, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθʼ ἡμέραν ἐν τῷ ἱερῷ, ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με.
56 ཀིནྟུ བྷཝིཥྱདྭཱདིནཱཾ ཝཱཀྱཱནཱཾ སཾསིདྡྷཡེ སཪྻྭམེཏདབྷཱུཏ྄། ཏདཱ སཪྻྭེ ཤིཥྱཱསྟཾ ཝིཧཱཡ པལཱཡནྟ།
Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.” Τότε οἱ μαθηταὶ πάντες, ἀφέντες αὐτὸν ἔφυγον.
57 ཨནནྟརཾ ཏེ མནུཛཱ ཡཱིཤུཾ དྷྲྀཏྭཱ ཡཏྲཱདྷྱཱཔཀཔྲཱཉྩཿ པརིཥདཾ ཀུཪྻྭནྟ ཨུཔཱཝིཤན྄ ཏཏྲ ཀིཡཕཱནཱམཀམཧཱཡཱཛཀསྱཱནྟིཀཾ ནིནྱུཿ།
Οἱ δὲ κρατήσαντες τὸν ˚Ἰησοῦν, ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 ཀིནྟུ ཤེཥེ ཀིཾ བྷཝིཥྱཏཱིཏི ཝེཏྟུཾ པིཏརོ དཱུརེ ཏཏྤཤྩཱད྄ ཝྲཛིཏྭཱ མཧཱཡཱཛཀསྱཱཊྚཱལིཀཱཾ པྲཝིཤྱ དཱསཻཿ སཧིཏ ཨུཔཱཝིཤཏ྄།
Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 ཏདཱནཱིཾ པྲདྷཱནཡཱཛཀཔྲཱཙཱིནམནྟྲིཎཿ སཪྻྭེ ཡཱིཤུཾ ཧནྟུཾ མྲྀཥཱསཱཀྵྱམ྄ ཨལིཔྶནྟ,
Οἱ δὲ ἀρχιερεῖς καὶ τὸ Συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ˚Ἰησοῦ, ὅπως αὐτὸν θανατώσωσιν,
60 ཀིནྟུ ན ལེབྷིརེ། ཨནེཀེཥུ མྲྀཥཱསཱཀྵིཥྭཱགཏེཥྭཔི ཏནྣ པྲཱཔུཿ།
καὶ οὐχ εὗρον, πολλῶν προσελθόντων ψευδομαρτύρων. Ὕστερον δὲ προσελθόντες δύο
61 ཤེཥེ དྭཽ མྲྀཥཱསཱཀྵིཎཱཝཱགཏྱ ཛགདཏུཿ, པུམཱནཡམཀཐཡཏ྄, ཨཧམཱིཤྭརམནྡིརཾ བྷཾཀྟྭཱ དིནཏྲཡམདྷྱེ ཏནྣིརྨྨཱཏུཾ ཤཀྣོམི།
εἶπον, “Οὗτος ἔφη, ‘Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ ˚Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν αὑτόν οἰκοδομῆσαι.’”
62 ཏདཱ མཧཱཡཱཛཀ ཨུཏྠཱཡ ཡཱིཤུམ྄ ཨཝཱདཱིཏ྄། ཏྭཾ ཀིམཔི ན པྲཏིཝདསི? ཏྭཱམདྷི ཀིམེཏེ སཱཀྵྱཾ ཝདནྟི?
Καὶ ἀναστὰς, ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, “Οὐδὲν ἀποκρίνῃ, τί οὗτοί σου καταμαρτυροῦσιν;”
63 ཀིནྟུ ཡཱིཤུ རྨཽནཱིབྷཱུཡ ཏསྱཽ། ཏཏོ མཧཱཡཱཛཀ ཨུཀྟཝཱན྄, ཏྭཱམ྄ ཨམརེཤྭརནཱམྣཱ ཤཔཡཱམི, ཏྭམཱིཤྭརསྱ པུཏྲོ྅བྷིཥིཀྟོ བྷཝསི ནཝེཏི ཝད།
Ὁ δὲ ˚Ἰησοῦς ἐσιώπα. Καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, “Ἐξορκίζω σε κατὰ τοῦ ˚Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ ˚Θεοῦ.”
64 ཡཱིཤུཿ པྲཏྱཝདཏ྄, ཏྭཾ སཏྱམུཀྟཝཱན྄; ཨཧཾ ཡུཥྨཱན྄ ཏཐྱཾ ཝདཱམི, ཨིཏཿཔརཾ མནུཛསུཏཾ སཪྻྭཤཀྟིམཏོ དཀྵིཎཔཱརྴྭེ སྠཱཏུཾ གགཎསྠཾ ཛལདྷརཱནཱརུཧྱཱཡཱནྟཾ ཝཱིཀྵདྷྭེ།
Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ‘καθήμενον ἐκ δεξιῶν’ τῆς δυνάμεως, καὶ ‘ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ’.”
65 ཏདཱ མཧཱཡཱཛཀོ ནིཛཝསནཾ ཚིཏྟྭཱ ཛགཱད, ཨེཥ ཨཱིཤྭརཾ ནིནྡིཏཝཱན྄, ཨསྨཱཀམཔརསཱཀྵྱེཎ ཀིཾ པྲཡོཛནཾ? པཤྱཏ, ཡཱུཡམེཝཱསྱཱསྱཱད྄ ཨཱིཤྭརནིནྡཱཾ ཤྲུཏཝནྟཿ,
Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, “Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν.
66 ཡུཥྨཱབྷིཿ ཀིཾ ཝིཝིཙྱཏེ? ཏེ པྲཏྱཱུཙུཿ, ཝདྷཱརྷོ྅ཡཾ།
Τί ὑμῖν δοκεῖ;” Οἱ δὲ ἀποκριθέντες εἶπον, “Ἔνοχος θανάτου ἐστίν.”
67 ཏཏོ ལོཀཻསྟདཱསྱེ ནིཥྛཱིཝིཏཾ ཀེཙིཏ྄ པྲཏལམཱཧཏྱ ཀེཙིཙྩ ཙཔེཊམཱཧཏྱ བབྷཱཥིརེ,
Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68 ཧེ ཁྲཱིཥྚ ཏྭཱཾ ཀཤྩཔེཊམཱཧཏཝཱན྄? ཨིཏི གཎཡིཏྭཱ ཝདཱསྨཱན྄།
λέγοντες, “Προφήτευσον ἡμῖν, ˚Χριστέ, τίς ἐστιν ὁ παίσας σε;”
69 པིཏརོ བཧིརངྒན ཨུཔཝིཤཏི, ཏདཱནཱིམེཀཱ དཱསཱི ཏམུཔཱགཏྱ བབྷཱཥེ, ཏྭཾ གཱལཱིལཱིཡཡཱིཤོཿ སཧཙརཨེཀཿ།
Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ, καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, “Καὶ σὺ ἦσθα μετὰ ˚Ἰησοῦ τοῦ Γαλιλαίου.”
70 ཀིནྟུ ས སཪྻྭེཥཱཾ སམཀྵམ྄ ཨནངྒཱིཀྲྀཏྱཱཝཱདཱིཏ྄, ཏྭཡཱ ཡདུཙྱཏེ, ཏདརྠམཧཾ ན ཝེདྨི།
Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, “Οὐκ οἶδα τί λέγεις.”
71 ཏདཱ ཏསྨིན྄ བཧིརྡྭཱརཾ གཏེ ྅ནྱཱ དཱསཱི ཏཾ ནིརཱིཀྵྱ ཏཏྲཏྱཛནཱནཝདཏ྄, ཨཡམཔི ནཱསརཏཱིཡཡཱིཤུནཱ སཱརྡྡྷམ྄ ཨཱསཱིཏ྄།
Ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, “Οὗτος ἦν μετὰ ˚Ἰησοῦ τοῦ Ναζωραίου.”
72 ཏཏཿ ས ཤཔཐེན པུནརནངྒཱིཀྲྀཏྱ ཀཐིཏཝཱན྄, ཏཾ ནརཾ ན པརིཙིནོམི།
Καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου, ὅτι “Οὐκ οἶδα τὸν ἄνθρωπον.”
73 ཀྵཎཱཏ྄ པརཾ ཏིཥྛནྟོ ཛནཱ ཨེཏྱ པིཏརམ྄ ཨཝདན྄, ཏྭམཝཤྱཾ ཏེཥཱམེཀ ཨིཏི ཏྭདུཙྩཱརཎམེཝ དྱོཏཡཏི།
Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, “Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.”
74 ཀིནྟུ སོ྅བྷིཤཔྱ ཀཐིཏཝཱན྄, ཏཾ ཛནཾ ནཱཧཾ པརིཙིནོམི, ཏདཱ སཔདི ཀུཀྐུཊོ རུརཱཝ།
Τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν, ὅτι “Οὐκ οἶδα τὸν ἄνθρωπον!” Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75 ཀུཀྐུཊརཝཱཏ྄ པྲཱཀ྄ ཏྭཾ མཱཾ ཏྲིརཔཱཧྣོཥྱསེ, ཡཻཥཱ ཝཱག྄ ཡཱིཤུནཱཝཱདི ཏཱཾ པིཏརཿ སཾསྨྲྀཏྱ བཧིརིཏྭཱ ཁེདཱད྄ བྷྲྀཤཾ ཙཀྲནྡ།
Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος ˚Ἰησοῦ εἰρηκότος, ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με”. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.