< ལཱུཀཿ 12 >

1 ཏདཱནཱིཾ ལོཀཱཿ སཧསྲཾ སཧསྲམ྄ ཨཱགཏྱ སམུཔསྠིཏཱསྟཏ ཨེཀཻཀོ ྅ནྱེཥཱམུཔརི པཏིཏུམ྄ ཨུཔཙཀྲམེ; ཏདཱ ཡཱིཤུཿ ཤིཥྱཱན྄ བབྷཱཥེ, ཡཱུཡཾ ཕིརཱུཤིནཱཾ ཀིཎྭརཱུཔཀཱཔཊྱེ ཝིཤེཥེཎ སཱཝདྷཱནཱསྟིཥྛཏ།
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, “Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2 ཡཏོ ཡནྣ པྲཀཱཤཡིཥྱཏེ ཏདཱཙྪནྣཾ ཝསྟུ ཀིམཔི ནཱསྟི; ཏཐཱ ཡནྣ ཛྙཱསྱཏེ ཏད྄ གུཔྟཾ ཝསྟུ ཀིམཔི ནཱསྟི།
Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
3 ཨནྡྷཀཱརེ ཏིཥྛནཏོ ཡཱཿ ཀཐཱ ཨཀཐཡཏ ཏཱཿ སཪྻྭཱཿ ཀཐཱ དཱིཔྟཽ ཤྲོཥྱནྟེ ནིརྫནེ ཀརྞེ ཙ ཡདཀཐཡཏ གྲྀཧཔྲྀཥྛཱཏ྄ ཏཏ྄ པྲཙཱརཡིཥྱཏེ།
Ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 ཧེ བནྡྷཝོ ཡུཥྨཱནཧཾ ཝདཱམི, ཡེ ཤརཱིརསྱ ནཱཤཾ ཝིནཱ ཀིམཔྱཔརཾ ཀརྟྟུཾ ན ཤཀྲུཝནྟི ཏེབྷྱོ མཱ བྷཻཥྚ།
Λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5 ཏརྷི ཀསྨཱད྄ བྷེཏཝྱམ྄ ཨིཏྱཧཾ ཝདཱམི, ཡཿ ཤརཱིརཾ ནཱཤཡིཏྭཱ ནརཀཾ ནིཀྵེཔྟུཾ ཤཀྣོཏི ཏསྨཱདེཝ བྷཡཾ ཀུརུཏ, པུནརཔི ཝདཱམི ཏསྨཱདེཝ བྷཡཾ ཀུརུཏ། (Geenna g1067)
Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε: φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι, ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν Γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. (Geenna g1067)
6 པཉྩ ཙཊཀཔཀྵིཎཿ ཀིཾ དྭཱབྷྱཱཾ ཏཱམྲཁཎྜཱབྷྱཱཾ ན ཝིཀྲཱིཡནྟེ? ཏཐཱཔཱིཤྭརསྟེཥཱམ྄ ཨེཀམཔི ན ཝིསྨརཏི།
Οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ ˚Θεοῦ.
7 ཡུཥྨཱཀཾ ཤིརཿཀེཤཱ ཨཔི གཎིཏཱཿ སནྟི ཏསྨཱཏ྄ མཱ ཝིབྷཱིཏ བཧུཙཊཀཔཀྵིབྷྱོཔི ཡཱུཡཾ བཧུམཱུལྱཱཿ།
Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ φοβεῖσθε, πολλῶν στρουθίων διαφέρετε.
8 ཨཔརཾ ཡུཥྨབྷྱཾ ཀཐཡཱམི ཡཿ ཀཤྩིན྄ མཱནུཥཱཎཱཾ སཱཀྵཱན྄ མཱཾ སྭཱིཀརོཏི མནུཥྱཔུཏྲ ཨཱིཤྭརདཱུཏཱནཱཾ སཱཀྵཱཏ྄ ཏཾ སྭཱིཀརིཥྱཏི།
Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει, ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ ˚Θεοῦ·
9 ཀིནྟུ ཡཿ ཀཤྩིནྨཱནུཥཱཎཱཾ སཱཀྵཱནྨཱམ྄ ཨསྭཱིཀརོཏི ཏམ྄ ཨཱིཤྭརསྱ དཱུཏཱནཱཾ སཱཀྵཱད྄ ཨཧམ྄ ཨསྭཱིཀརིཥྱཱམི།
ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ ˚Θεοῦ.
10 ཨནྱཙྩ ཡཿ ཀཤྩིན྄ མནུཛསུཏསྱ ནིནྡཱབྷཱཝེན ཀཱཉྩིཏ྄ ཀཐཱཾ ཀཐཡཏི ཏསྱ ཏཏྤཱཔསྱ མོཙནཾ བྷཝིཥྱཏི ཀིནྟུ ཡདི ཀཤྩིཏ྄ པཝིཏྲམ྄ ཨཱཏྨཱནཾ ནིནྡཏི ཏརྷི ཏསྱ ཏཏྤཱཔསྱ མོཙནཾ ན བྷཝིཥྱཏི།
Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον ˚Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται.
11 ཡདཱ ལོཀཱ ཡུཥྨཱན྄ བྷཛནགེཧཾ ཝིཙཱརཀརྟྲྀརཱཛྱཀརྟྲྀཎཱཾ སམྨུཁཉྩ ནེཥྱནྟི ཏདཱ ཀེན པྲཀཱརེཎ ཀིམུཏྟརཾ ཝདིཥྱཐ ཀིཾ ཀཐཡིཥྱཐ ཙེཏྱཏྲ མཱ ཙིནྟཡཏ;
Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12 ཡཏོ ཡུཥྨཱབྷིཪྻད྄ ཡད྄ ཝཀྟཝྱཾ ཏཏ྄ ཏསྨིན྄ སམཡཨེཝ པཝིཏྲ ཨཱཏྨཱ ཡུཥྨཱན྄ ཤིཀྵཡིཥྱཏི།
τὸ γὰρ Ἅγιον ˚Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.”
13 ཏཏཿ པརཾ ཛནཏཱམདྷྱསྠཿ ཀཤྩིཛྫནསྟཾ ཛགཱད ཧེ གུརོ མཡཱ སཧ པཻཏྲྀཀཾ དྷནཾ ཝིབྷཀྟུཾ མམ བྷྲཱཏརམཱཛྙཱཔཡཏུ བྷཝཱན྄།
Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ, “Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν.”
14 ཀིནྟུ ས ཏམཝདཏ྄ ཧེ མནུཥྱ ཡུཝཡོ ཪྻིཙཱརཾ ཝིབྷཱགཉྩ ཀརྟྟུཾ མཱཾ ཀོ ནིཡུཀྟཝཱན྄?
Ὁ δὲ εἶπεν αὐτῷ, “Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφʼ ὑμᾶς;”
15 ཨནནྟརཾ ས ལོཀཱནཝདཏ྄ ལོབྷེ སཱཝདྷཱནཱཿ སཏརྐཱཤྩ ཏིཥྛཏ, ཡཏོ བཧུསམྤཏྟིཔྲཱཔྟྱཱ མནུཥྱསྱཱཡུ རྣ བྷཝཏི།
Εἶπεν δὲ πρὸς αὐτούς, “Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ, ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.”
16 པཤྩཱད྄ དྲྀཥྚཱནྟཀཐཱམུཏྠཱཔྱ ཀཐཡཱམཱས, ཨེཀསྱ དྷནིནོ བྷཱུམཽ བཧཱུནི ཤསྱཱནི ཛཱཏཱནི།
Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, “Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
17 ཏཏཿ ས མནསཱ ཙིནྟཡིཏྭཱ ཀཐཡཱམྦབྷཱུཝ མམཻཏཱནི སམུཏྤནྣཱནི དྲཝྱཱཎི སྠཱཔཡིཏུཾ སྠཱནཾ ནཱསྟི ཀིཾ ཀརིཥྱཱམི?
Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, ‘Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;’
18 ཏཏོཝདད྄ ཨིཏྠཾ ཀརིཥྱཱམི, མམ སཪྻྭབྷཱཎྜཱགཱརཱཎི བྷངྐྟྭཱ བྲྀཧདྦྷཱཎྜཱགཱརཱཎི ནིརྨྨཱཡ ཏནྨདྷྱེ སཪྻྭཕལཱནི དྲཝྱཱཎི ཙ སྠཱཔཡིཥྱཱམི།
Καὶ εἶπεν, ‘Τοῦτο ποιήσω: καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου.
19 ཨཔརཾ ནིཛམནོ ཝདིཥྱཱམི, ཧེ མནོ བཧུཝཏྶརཱརྠཾ ནཱནཱདྲཝྱཱཎི སཉྩིཏཱནི སནྟི ཝིཤྲཱམཾ ཀུརུ བྷུཀྟྭཱ པཱིཏྭཱ ཀཽཏུཀཉྩ ཀུརུ། ཀིནྟྭཱིཤྭརསྟམ྄ ཨཝདཏ྄,
Καὶ ἐρῶ τῇ ψυχῇ μου, “Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.”’
20 རེ ནིརྦོདྷ ཨདྱ རཱཏྲཽ ཏཝ པྲཱཎཱསྟྭཏྟོ ནེཥྱནྟེ ཏཏ ཨེཏཱནི ཡཱནི དྲཝྱཱཎི ཏྭཡཱསཱདིཏཱནི ཏཱནི ཀསྱ བྷཝིཥྱནྟི?
Εἶπεν δὲ αὐτῷ ὁ ˚Θεός, ‘Ἄφρων, ταύτῃ τῇ νυκτὶ, τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;’
21 ཨཏཨེཝ ཡཿ ཀཤྩིད྄ ཨཱིཤྭརསྱ སམཱིཔེ དྷནསཉྩཡམཀྲྀཏྭཱ ཀེཝལཾ སྭནིཀཊེ སཉྩཡཾ ཀརོཏི སོཔི ཏཱདྲྀཤཿ།
Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς ˚Θεὸν πλουτῶν.”
22 ཨཐ ས ཤིཥྱེབྷྱཿ ཀཐཡཱམཱས, ཡུཥྨཱནཧཾ ཝདཱམི, ཀིཾ ཁཱདིཥྱཱམཿ? ཀིཾ པརིདྷཱསྱཱམཿ? ཨིཏྱུཀྟྭཱ ཛཱིཝནསྱ ཤརཱིརསྱ ཙཱརྠཾ ཙིནྟཱཾ མཱ ཀཱརྵྚ།
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς “Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ, τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
23 བྷཀྵྱཱཛྫཱིཝནཾ བྷཱུཥཎཱཙྪརཱིརཉྩ ཤྲེཥྛཾ བྷཝཏི།
Ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24 ཀཱཀཔཀྵིཎཱཾ ཀཱཪྻྱཾ ཝིཙཱརཡཏ, ཏེ ན ཝཔནྟི ཤསྱཱནི ཙ ན ཚིནྡནྟི, ཏེཥཱཾ བྷཱཎྜཱགཱརཱཎི ན སནྟི ཀོཥཱཤྩ ན སནྟི, ཏཐཱཔཱིཤྭརསྟེབྷྱོ བྷཀྵྱཱཎི དདཱཏི, ཡཱུཡཾ པཀྵིབྷྱཿ ཤྲེཥྛཏརཱ ན ཀིཾ?
Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ ˚Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν!
25 ཨཔརཉྩ བྷཱཝཡིཏྭཱ ནིཛཱཡུཥཿ ཀྵཎམཱཏྲཾ ཝརྡྡྷཡིཏུཾ ཤཀྣོཏི, ཨེཏཱདྲྀཤོ ལཱཀོ ཡུཥྨཱཀཾ མདྷྱེ ཀོསྟི?
Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν, δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν;
26 ཨཏཨེཝ ཀྵུདྲཾ ཀཱཪྻྱཾ སཱདྷཡིཏུམ྄ ཨསམརྠཱ ཡཱུཡམ྄ ཨནྱསྨིན྄ ཀཱཪྻྱེ ཀུཏོ བྷཱཝཡཐ?
Εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 ཨནྱཙྩ ཀཱམྤིལཔུཥྤཾ ཀཐཾ ཝརྡྡྷཏེ ཏདཱཔི ཝིཙཱརཡཏ, ཏཏ྄ ཀཉྩན ཤྲམཾ ན ཀརོཏི ཏནྟཱུཾཤྩ ན ཛནཡཏི ཀིནྟུ ཡུཥྨབྷྱཾ ཡཐཱརྠཾ ཀཐཡཱམི སུལེམཱན྄ བཧྭཻཤྭཪྻྱཱནྭིཏོཔི པུཥྤསྱཱསྱ སདྲྀཤོ ཝིབྷཱུཥིཏོ ནཱསཱིཏ྄།
Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ, περιεβάλετο ὡς ἓν τούτων.
28 ཨདྱ ཀྵེཏྲེ ཝརྟྟམཱནཾ ཤྭཤྩཱུལླྱཱཾ ཀྵེཔྶྱམཱནཾ ཡཏ྄ ཏྲྀཎཾ, ཏསྨཻ ཡདཱིཤྭར ཨིཏྠཾ བྷཱུཥཡཏི ཏརྷི ཧེ ཨལྤཔྲཏྱཡིནོ ཡུཥྨཱན ཀིཾ ན པརིདྷཱཔཡིཥྱཏི?
Εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ ˚Θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29 ཨཏཨེཝ ཀིཾ ཁཱདིཥྱཱམཿ? ཀིཾ པརིདྷཱསྱཱམཿ? ཨེཏདརྠཾ མཱ ཙེཥྚདྷྭཾ མཱ སཾདིགྡྷྭཉྩ།
Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε.
30 ཛགཏོ དེཝཱརྩྩཀཱ ཨེཏཱནི སཪྻྭཱཎི ཙེཥྚནཏེ; ཨེཥུ ཝསྟུཥུ ཡུཥྨཱཀཾ པྲཡོཛནམཱསྟེ ཨིཏི ཡུཥྨཱཀཾ པིཏཱ ཛཱནཱཏི།
Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31 ཨཏཨེཝེཤྭརསྱ རཱཛྱཱརྠཾ སཙེཥྚཱ བྷཝཏ ཏཐཱ ཀྲྀཏེ སཪྻྭཱཎྱེཏཱནི དྲཝྱཱཎི ཡུཥྨབྷྱཾ པྲདཱཡིཥྱནྟེ།
Πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.
32 ཧེ ཀྵུདྲམེཥཝྲཛ ཡཱུཡཾ མཱ བྷཻཥྚ ཡུཥྨབྷྱཾ རཱཛྱཾ དཱཏུཾ ཡུཥྨཱཀཾ པིཏུཿ སམྨཏིརསྟི།
Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν, δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 ཨཏཨེཝ ཡུཥྨཱཀཾ ཡཱ ཡཱ སམྤཏྟིརསྟི ཏཱཾ ཏཱཾ ཝིཀྲཱིཡ ཝིཏརཏ, ཡཏ྄ སྠཱནཾ ཙཽརཱ ནཱགཙྪནྟི, ཀཱིཊཱཤྩ ན ཀྵཱཡཡནྟི ཏཱདྲྀཤེ སྭརྒེ ནིཛཱརྠམ྄ ཨཛརེ སམྤུཊཀེ ྅ཀྵཡཾ དྷནཾ སཉྩིནུཏ ཙ;
Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει.
34 ཡཏོ ཡཏྲ ཡུཥྨཱཀཾ དྷནཾ ཝརྟྟཏེ ཏཏྲེཝ ཡུཥྨཱཀཾ མནཿ།
Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 ཨཔརཉྩ ཡཱུཡཾ པྲདཱིཔཾ ཛྭཱལཡིཏྭཱ བདྡྷཀཊཡསྟིཥྛཏ;
Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι,
36 པྲབྷུ ཪྻིཝཱཧཱདཱགཏྱ ཡདཻཝ དྭཱརམཱཧནྟི ཏདཻཝ དྭཱརཾ མོཙཡིཏུཾ ཡཐཱ བྷྲྀཏྱཱ ཨཔེཀྵྱ ཏིཥྛནྟི ཏཐཱ ཡཱུཡམཔི ཏིཥྛཏ།
καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 ཡཏཿ པྲབྷུརཱགཏྱ ཡཱན྄ དཱསཱན྄ སཙེཏནཱན྄ ཏིཥྛཏོ དྲཀྵྱཏི ཏཨེཝ དྷནྱཱཿ; ཨཧཾ ཡུཥྨཱན྄ ཡཐཱརྠཾ ཝདཱམི པྲབྷུསྟཱན྄ བྷོཛནཱརྠམ྄ ཨུཔཝེཤྱ སྭཡཾ བདྡྷཀཊིཿ སམཱིཔམེཏྱ པརིཝེཥཡིཥྱཏི།
Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν, ὁ ˚Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν, λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν, διακονήσει αὐτοῖς.
38 ཡདི དྭིཏཱིཡེ ཏྲྀཏཱིཡེ ཝཱ པྲཧརེ སམཱགཏྱ ཏཐཻཝ པཤྱཏི, ཏརྷི ཏཨེཝ དཱསཱ དྷནྱཱཿ།
Κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι!
39 ཨཔརཉྩ ཀསྨིན྄ ཀྵཎེ ཙཽརཱ ཨཱགམིཥྱནྟི ཨིཏི ཡདི གྲྀཧཔཏི རྫྙཱཏུཾ ཤཀྣོཏི ཏདཱཝཤྱཾ ཛཱགྲན྄ ནིཛགྲྀཧེ སནྡྷིཾ ཀརྟྟཡིཏུཾ ཝཱརཡཏི ཡཱུཡམེཏད྄ ཝིཏྟ།
Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
40 ཨཏཨེཝ ཡཱུཡམཔི སཛྫམཱནཱསྟིཥྛཏ ཡཏོ ཡསྨིན྄ ཀྵཎེ ཏཾ ནཱཔྲེཀྵདྷྭེ ཏསྨིནྣེཝ ཀྵཎེ མནུཥྱཔུཏྲ ཨཱགམིཥྱཏི།
Καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.”
41 ཏདཱ པིཏརཿ པཔྲཙྪ, ཧེ པྲབྷོ བྷཝཱན྄ ཀིམསྨཱན྄ ཨུདྡིཤྱ ཀིཾ སཪྻྭཱན྄ ཨུདྡིཤྱ དྲྀཥྚཱནྟཀཐཱམིམཱཾ ཝདཏི?
Εἶπεν δὲ ὁ Πέτρος, “˚Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;”
42 ཏཏཿ པྲབྷུཿ པྲོཝཱཙ, པྲབྷུཿ སམུཙིཏཀཱལེ ནིཛཔརིཝཱརཱརྠཾ བྷོཛྱཔརིཝེཥཎཱཡ ཡཾ ཏཏྤདེ ནིཡོཀྵྱཏི ཏཱདྲྀཤོ ཝིཤྭཱསྱོ བོདྡྷཱ ཀརྨྨཱདྷཱིཤཿ ཀོསྟི?
Καὶ εἶπεν ὁ ˚Κύριος, “Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ ˚Κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ σιτομέτριον;
43 པྲབྷུརཱགཏྱ ཡམ྄ ཨེཏཱདྲྀཤེ ཀརྨྨཎི པྲཝྲྀཏྟཾ དྲཀྵྱཏི སཨེཝ དཱསོ དྷནྱཿ།
Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν, ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
44 ཨཧཾ ཡུཥྨཱན྄ ཡཐཱརྠཾ ཝདཱམི ས ཏཾ ནིཛསཪྻྭསྭསྱཱདྷིཔཏིཾ ཀརིཥྱཏི།
Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 ཀིནྟུ པྲབྷུཪྻིལམྦེནཱགམིཥྱཏི, ཨིཏི ཝིཙིནྟྱ ས དཱསོ ཡདི ཏདནྱདཱསཱིདཱསཱན྄ པྲཧརྟྟུམ྄ བྷོཀྟུཾ པཱཏུཾ མདིཏུཉྩ པྲཱརབྷཏེ,
Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‘Χρονίζει ὁ κύριός μου ἔρχεσθαι’, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 ཏརྷི ཡདཱ པྲབྷུཾ ནཱཔེཀྵིཥྱཏེ ཡསྨིན྄ ཀྵཎེ སོ྅ཙེཏནཤྩ སྠཱསྱཏི ཏསྨིནྣེཝ ཀྵཎེ ཏསྱ པྲབྷུརཱགཏྱ ཏཾ པདབྷྲཥྚཾ ཀྲྀཏྭཱ ཝིཤྭཱསཧཱིནཻཿ སཧ ཏསྱ ཨཾཤཾ ནིརཱུཔཡིཥྱཏི།
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 ཡོ དཱསཿ པྲབྷེརཱཛྙཱཾ ཛྙཱཏྭཱཔི སཛྫིཏོ ན ཏིཥྛཏི ཏདཱཛྙཱནུསཱརེཎ ཙ ཀཱཪྻྱཾ ན ཀརོཏི སོནེཀཱན྄ པྲཧཱརཱན྄ པྲཱཔྶྱཏི;
Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
48 ཀིནྟུ ཡོ ཛནོ྅ཛྙཱཏྭཱ པྲཧཱརཱརྷཾ ཀརྨྨ ཀརོཏི སོལྤཔྲཧཱརཱན྄ པྲཱཔྶྱཏི། ཡཏོ ཡསྨཻ བཱཧུལྱེན དཏྟཾ ཏསྨཱདེཝ བཱཧུལྱེན གྲཧཱིཥྱཏེ, མཱནུཥཱ ཡསྱ ནིཀཊེ བཧུ སམརྤཡནྟི ཏསྨཱད྄ བཧུ ཡཱཙནྟེ།
ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 ཨཧཾ པྲྀཐིཝྱཱམ྄ ཨནཻཀྱརཱུཔཾ ཝཧྣི ནིཀྵེཔྟུམ྄ ཨཱགཏོསྨི, ས ཙེད྄ ཨིདཱནཱིམེཝ པྲཛྭལཏི ཏཏྲ མམ ཀཱ ཙིནྟཱ?
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
50 ཀིནྟུ ཡེན མཛྫནེནཱཧཾ མགྣོ བྷཝིཥྱཱམི ཡཱཝཏྐཱལཾ ཏསྱ སིདྡྷི རྣ བྷཝིཥྱཏི ཏཱཝདཧཾ ཀཏིཀཥྚཾ པྲཱཔྶྱཱམི།
Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ!
51 མེལནཾ ཀརྟྟུཾ ཛགད྄ ཨཱགཏོསྨི ཡཱུཡཾ ཀིམིཏྠཾ བོདྷདྷྭེ? ཡུཥྨཱན྄ ཝདཱམི ན ཏཐཱ, ཀིནྟྭཧཾ མེལནཱབྷཱཝཾ ཀརྟྟུཾམ྄ ཨཱགཏོསྨི།
Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν.
52 ཡསྨཱདེཏཏྐཱལམཱརབྷྱ ཨེཀཏྲསྠཔརིཛནཱནཱཾ མདྷྱེ པཉྩཛནཱཿ པྲྀཐག྄ བྷཱུཏྭཱ ཏྲཡོ ཛནཱ དྭཡོརྫནཡོཿ པྲཏིཀཱུལཱ དྭཽ ཛནཽ ཙ ཏྲཡཱཎཱཾ ཛནཱནཱཾ པྲཏིཀཱུལཽ བྷཝིཥྱནྟི།
Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν, πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν, καὶ δύο ἐπὶ τρισίν.
53 པིཏཱ པུཏྲསྱ ཝིཔཀྵཿ པུཏྲཤྩ པིཏུ ཪྻིཔཀྵོ བྷཝིཥྱཏི མཱཏཱ ཀནྱཱཡཱ ཝིཔཀྵཱ ཀནྱཱ ཙ མཱཏུ ཪྻིཔཀྵཱ བྷཝིཥྱཏི, ཏཐཱ ཤྭཤྲཱུརྦདྷྭཱ ཝིཔཀྵཱ བདྷཱུཤྩ ཤྭཤྲྭཱ ཝིཔཀྵཱ བྷཝིཥྱཏི།
Διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.”
54 ས ལོཀེབྷྱོཔརམཔི ཀཐཡཱམཱས, པཤྩིམདིཤི མེགྷོདྒམཾ དྲྀཥྚྭཱ ཡཱུཡཾ ཧཋཱད྄ ཝདཐ ཝྲྀཥྚི རྦྷཝིཥྱཏི ཏཏསྟཐཻཝ ཛཱཡཏེ།
Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, “Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε, ὅτι ‘Ὄμβρος ἔρχεται’, καὶ γίνεται οὕτως.
55 ཨཔརཾ དཀྵིཎཏོ ཝཱཡཽ ཝཱཏི སཏི ཝདཐ ནིདཱགྷོ བྷཝིཥྱཏི ཏཏཿ སོཔི ཛཱཡཏེ།
Καὶ ὅταν νότον πνέοντα, λέγετε, ὅτι ‘Καύσων ἔσται’, καὶ γίνεται.
56 རེ རེ ཀཔཊིན ཨཱཀཱཤསྱ བྷཱུམྱཱཤྩ ལཀྵཎཾ བོདྡྷུཾ ཤཀྣུཐ,
Ὑποκριταί! Τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον, πῶς οὐκ οἴδατε δοκιμάζειν;
57 ཀིནྟུ ཀཱལསྱཱསྱ ལཀྵཎཾ ཀུཏོ བོདྡྷུཾ ན ཤཀྣུཐ? ཡཱུཡཉྩ སྭཡཾ ཀུཏོ ན ནྱཱཥྱཾ ཝིཙཱརཡཐ?
Τί δὲ καὶ ἀφʼ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον;
58 ཨཔརཉྩ ཝིཝཱདིནཱ སཱརྡྡྷཾ ཝིཙཱརཡིཏུཿ སམཱིཔཾ གཙྪན྄ པཐི ཏསྨཱདུདྡྷཱརཾ པྲཱཔྟུཾ ཡཏསྭ ནོཙེཏ྄ ས ཏྭཱཾ དྷྲྀཏྭཱ ཝིཙཱརཡིཏུཿ སམཱིཔཾ ནཡཏི། ཝིཙཱརཡིཏཱ ཡདི ཏྭཱཾ པྲཧརྟྟུཿ སམཱིཔཾ སམརྤཡཏི པྲཧརྟྟཱ ཏྭཱཾ ཀཱརཱཡཱཾ བདྷྣཱཏི
Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα ἐν τῇ ὁδῷ, δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59 ཏརྷི ཏྭཱམཧཾ ཝདཱམི ཏྭཡཱ ནིཿཤེཥཾ ཀཔརྡཀེཥུ ན པརིཤོདྷིཏེཥུ ཏྭཾ ཏཏོ མུཀྟིཾ པྲཱཔྟུཾ ན ཤཀྵྱསི།
Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.”

< ལཱུཀཿ 12 >