< ཨིབྲིཎཿ 12 >

1 ཨཏོ ཧེཏོརེཏཱཝཏྶཱཀྵིམེགྷཻ ཪྻེཥྚིཏཱཿ སནྟོ ཝཡམཔི སཪྻྭབྷཱརམ྄ ཨཱཤུབཱདྷཀཾ པཱཔཉྩ ནིཀྵིཔྱཱསྨཱཀཾ གམནཱཡ ནིརཱུཔིཏེ མཱརྒེ དྷཻཪྻྱེཎ དྷཱཝཱམ།
Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν διʼ ὑπομονῆς, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
2 ཡཤྩཱསྨཱཀཾ ཝིཤྭཱསསྱཱགྲེསརཿ སིདྡྷིཀརྟྟཱ ཙཱསྟི ཏཾ ཡཱིཤུཾ ཝཱིཀྵཱམཧཻ ཡཏཿ ས སྭསམྨུཁསྠིཏཱནནྡསྱ པྲཱཔྟྱརྠམ྄ ཨཔམཱནཾ ཏུཙྪཱིཀྲྀཏྱ ཀྲུཤསྱ ཡཱཏནཱཾ སོཌྷཝཱན྄ ཨཱིཤྭརཱིཡསིཾཧཱསནསྱ དཀྵིཎཔཱརྴྭེ སམུཔཝིཥྚཝཱཾཤྩ།
ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν, ˚Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, “ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ ˚Θεοῦ κεκάθικεν”.
3 ཡཿ པཱཔིབྷིཿ སྭཝིརུདྡྷམ྄ ཨེཏཱདྲྀཤཾ ཝཻཔརཱིཏྱཾ སོཌྷཝཱན྄ ཏམ྄ ཨཱལོཙཡཏ ཏེན ཡཱུཡཾ སྭམནཿསུ ཤྲཱནྟཱཿ ཀླཱནྟཱཤྩ ན བྷཝིཥྱཐ།
Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὑτούς ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4 ཡཱུཡཾ པཱཔེན སཧ ཡུདྷྱནྟོ྅དྱཱཔི ཤོཎིཏཝྱཡཔཪྻྱནྟཾ པྲཏིརོདྷཾ ནཱཀུརུཏ།
Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
5 ཏཐཱ ཙ པུཏྲཱན྄ པྲཏཱིཝ ཡུཥྨཱན྄ པྲཏི ཡ ཨུཔདེཤ ཨུཀྟསྟཾ ཀིཾ ཝིསྨྲྀཏཝནྟཿ? "པརེཤེན ཀྲྀཏཱཾ ཤཱསྟིཾ ཧེ མཏྤུཏྲ ན ཏུཙྪཡ། ཏེན སཾབྷརྟྶིཏཤྩཱཔི ནཻཝ ཀླཱམྱ ཀདཱཙན།
καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, “Υἱέ μου, μὴ ὀλιγώρει παιδείας ˚Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
6 པརེཤཿ པྲཱིཡཏེ ཡསྨིན྄ ཏསྨཻ ཤཱསྟིཾ དདཱཏི ཡཏ྄། ཡནྟུ པུཏྲཾ ས གྲྀཧླཱཏི ཏམེཝ པྲཧརཏྱཔི། "
ὃν γὰρ ἀγαπᾷ ˚Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.”
7 ཡདི ཡཱུཡཾ ཤཱསྟིཾ སཧདྷྭཾ ཏརྷཱིཤྭརཿ པུཏྲཻརིཝ ཡུཥྨཱབྷིཿ སཱརྡྡྷཾ ཝྱཝཧརཏི ཡཏཿ པིཏཱ ཡསྨཻ ཤཱསྟིཾ ན དདཱཏི ཏཱདྲྀཤཿ པུཏྲཿ ཀཿ?
Εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ ˚Θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
8 སཪྻྭེ ཡསྱཱཿ ཤཱསྟེརཾཤིནོ བྷཝནྟི སཱ ཡདི ཡུཥྨཱཀཾ ན བྷཝཏི ཏརྷི ཡཱུཡམ྄ ཨཱཏྨཛཱ ན ཀིནྟུ ཛཱརཛཱ ཨཱདྷྭེ།
Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.
9 ཨཔརམ྄ ཨསྨཱཀཾ ཤཱརཱིརིཀཛནྨདཱཏཱརོ྅སྨཱཀཾ ཤཱསྟིཀཱརིཎོ྅བྷཝན྄ ཏེ ཙཱསྨཱབྷིཿ སམྨཱནིཏཱསྟསྨཱད྄ ཡ ཨཱཏྨནཱཾ ཛནཡིཏཱ ཝཡཾ ཀིཾ ཏཏོ྅དྷིཀཾ ཏསྱ ཝཤཱིབྷཱུཡ ན ཛཱིཝིཥྱཱམཿ?
Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;
10 ཏེ ཏྭལྤདིནཱནི ཡཱཝཏ྄ སྭམནོ྅མཏཱནུསཱརེཎ ཤཱསྟིཾ ཀྲྀཏཝནྟཿ ཀིནྟྭེཥོ྅སྨཱཀཾ ཧིཏཱཡ ཏསྱ པཝིཏྲཏཱཡཱ ཨཾཤིཏྭཱཡ ཙཱསྨཱན྄ ཤཱསྟི།
Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
11 ཤཱསྟིཤྩ ཝརྟྟམཱནསམཡེ ཀེནཱཔི ནཱནནྡཛནིཀཱ ཀིནྟུ ཤོཀཛནིཀཻཝ མནྱཏེ ཏཐཱཔི ཡེ ཏཡཱ ཝིནཱིཡནྟེ ཏེབྷྱཿ སཱ པཤྩཱཏ྄ ཤཱནྟིཡུཀྟཾ དྷརྨྨཕལཾ དདཱཏི།
Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν, οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
12 ཨཏཨེཝ ཡཱུཡཾ ཤིཐིལཱན྄ ཧསྟཱན྄ དུརྦྦལཱནི ཛཱནཱུནི ཙ སབལཱནི ཀུརུདྷྭཾ།
Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε,
13 ཡཐཱ ཙ དུརྦྦལསྱ སནྡྷིསྠཱནཾ ན བྷཛྱེཏ སྭསྠཾ ཏིཥྛེཏ྄ ཏཐཱ སྭཙརཎཱརྠཾ སརལཾ མཱརྒཾ ནིརྨྨཱཏ།
καὶ “τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν”, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14 ཨཔརཉྩ སཪྻྭཻཿ སཱརྠམ྄ ཨེཀྱབྷཱཝཾ ཡཙྩ ཝིནཱ པརམེཤྭརསྱ དརྴནཾ ཀེནཱཔི ན ལཔྶྱཏེ ཏཏ྄ པཝིཏྲཏྭཾ ཙེཥྚདྷྭཾ།
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν ˚Κύριον.
15 ཡཐཱ ཀཤྩིད྄ ཨཱིཤྭརསྱཱནུགྲཧཱཏ྄ ན པཏེཏ྄, ཡཐཱ ཙ ཏིཀྟཏཱཡཱ མཱུལཾ པྲརུཧྱ བཱདྷཱཛནཀཾ ན བྷཝེཏ྄ ཏེན ཙ བཧཝོ྅པཝིཏྲཱ ན བྷཝེཡུཿ,
Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ ˚Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διʼ αὐτῆς μιανθῶσιν οἱ πολλοί,
16 ཡཐཱ ཙ ཀཤྩིཏ྄ ལམྤཊོ ཝཱ ཨེཀཀྲྀཏྭ ཨཱཧཱརཱརྠཾ སྭཱིཡཛྱེཥྛཱདྷིཀཱརཝིཀྲེཏཱ ཡ ཨེཥཽསྟདྭད྄ ཨདྷརྨྨཱཙཱརཱི ན བྷཝེཏ྄ ཏཐཱ སཱཝདྷཱནཱ བྷཝཏ།
μή τις πόρνος ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς, ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ.
17 ཡཏཿ ས ཨེཥཽཿ པཤྩཱད྄ ཨཱཤཱིཪྻྭཱདཱདྷིཀཱརཱི བྷཝིཏུམ྄ ཨིཙྪནྣཔི ནཱནུགྲྀཧཱིཏ ཨིཏི ཡཱུཡཾ ཛཱནཱིཐ, ས ཙཱཤྲུཔཱཏེན མཏྱནྟརཾ པྲཱརྠཡམཱནོ྅པི ཏདུཔཱཡཾ ན ལེབྷེ།
ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18 ཨཔརཉྩ སྤྲྀཤྱཿ པཪྻྭཏཿ པྲཛྭལིཏོ ཝཧྣིཿ ཀྲྀཥྞཱཝརྞོ མེགྷོ ྅ནྡྷཀཱརོ ཛྷཉྦྷྴ ཏཱུརཱིཝཱདྱཾ ཝཱཀྱཱནཱཾ ཤབྡཤྩ ནཻཏེཥཱཾ སནྣིདྷཽ ཡཱུཡམ྄ ཨཱགཏཱཿ།
Οὐ γὰρ προσεληλύθατε, ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ ζόφῳ, καὶ θυέλλῃ,
19 ཏཾ ཤབྡཾ ཤྲུཏྭཱ ཤྲོཏཱརསྟཱདྲྀཤཾ སམྦྷཱཥཎཾ ཡཏ྄ པུན རྣ ཛཱཡཏེ ཏཏ྄ པྲཱརྠིཏཝནྟཿ།
καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες, παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
20 ཡཏཿ པཤུརཔི ཡདི དྷརཱདྷརཾ སྤྲྀཤཏི ཏརྷི ས པཱཥཱཎཱགྷཱཏཻ རྷནྟཝྱ ཨིཏྱཱདེཤཾ སོཌྷུཾ ཏེ ནཱཤཀྣུཝན྄།
οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, “Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται”·
21 ཏཙྩ དརྴནམ྄ ཨེཝཾ བྷཡཱནཀཾ ཡཏ྄ མཱུསསོཀྟཾ བྷཱིཏསྟྲཱསཡུཀྟཤྩཱསྨཱིཏི།
καί οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, “Ἔκφοβός εἰμι καὶ ἔντρομος.”
22 ཀིནྟུ སཱིཡོནྤཪྻྭཏོ ྅མརེཤྭརསྱ ནགརཾ སྭརྒསྠཡིརཱུཤཱལམམ྄ ཨཡུཏཱནི དིཝྱདཱུཏཱཿ
Ἀλλὰ προσεληλύθατε Σιὼν Ὄρει καὶ πόλει ˚Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει,
23 སྭརྒེ ལིཁིཏཱནཱཾ པྲཐམཛཱཏཱནཱམ྄ ཨུཏྶཝཿ སམིཏིཤྩ སཪྻྭེཥཱཾ ཝིཙཱརཱདྷིཔཏིརཱིཤྭརཿ སིདྡྷཱིཀྲྀཏདྷཱརྨྨིཀཱནཱམ྄ ཨཱཏྨཱནོ
καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ ˚Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
24 ནཱུཏནནིཡམསྱ མདྷྱསྠོ ཡཱིཤུཿ, ཨཔརཾ ཧཱབིལོ རཀྟཱཏ྄ ཤྲེཡཿ པྲཙཱརཀཾ པྲོཀྵཎསྱ རཀྟཉྩཻཏེཥཱཾ སནྣིདྷཽ ཡཱུཡམ྄ ཨཱགཏཱཿ།
καὶ διαθήκης νέας μεσίτῃ, ˚Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
25 སཱཝདྷཱནཱ བྷཝཏ ཏཾ ཝཀྟཱརཾ ནཱཝཛཱནཱིཏ ཡཏོ ཧེཏོཿ པྲྀཐིཝཱིསྠིཏཿ ས ཝཀྟཱ ཡཻརཝཛྙཱཏསྟཻ ཪྻདི རཀྵཱ ནཱཔྲཱཔི ཏརྷི སྭརྒཱིཡཝཀྟུཿ པརཱངྨུཁཱིབྷཱུཡཱསྨཱབྷིཿ ཀཐཾ རཀྵཱ པྲཱཔྶྱཏེ?
Βλέπετε, μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς, παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι·
26 ཏདཱ ཏསྱ རཝཱཏ྄ པྲྀཐིཝཱི ཀམྤིཏཱ ཀིནྟྭིདཱནཱིཾ ཏེནེདཾ པྲཏིཛྙཱཏཾ ཡཐཱ, "ཨཧཾ པུནརེཀཀྲྀཏྭཿ པྲྀཐིཝཱིཾ ཀམྤཡིཥྱཱམི ཀེཝལཾ ཏནྣཧི གགནམཔི ཀམྤཡིཥྱཱམི། "
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, “Ἔτι ἅπαξ ἐγὼ σείσω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.”
27 ས ཨེཀཀྲྀཏྭཿ ཤབྡོ ནིཤྩལཝིཥཡཱཎཱཾ སྠིཏཡེ ནིརྨྨིཏཱནཱམིཝ ཙཉྩལཝསྟཱུནཱཾ སྠཱནཱནྟརཱིཀརཎཾ པྲཀཱཤཡཏི།
Τὸ δὲ, “ἔτι ἅπαξ”, δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28 ཨཏཨེཝ ནིཤྩལརཱཛྱཔྲཱཔྟཻརསྨཱབྷིཿ སོ྅ནུགྲཧ ཨཱལམྦིཏཝྱོ ཡེན ཝཡཾ སཱདརཾ སབྷཡཉྩ ཏུཥྚིཛནཀརཱུཔེཎེཤྭརཾ སེཝིཏུཾ ཤཀྣུཡཱམ།
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, διʼ ἧς λατρεύωμεν εὐαρέστως τῷ ˚Θεῷ μετὰ εὐλαβείας καὶ δέους.
29 ཡཏོ྅སྨཱཀམ྄ ཨཱིཤྭརཿ སཾཧཱརཀོ ཝཧྣིཿ།
Καὶ “γὰρ ὁ ˚Θεὸς ἡμῶν πῦρ καταναλίσκον”.

< ཨིབྲིཎཿ 12 >