< པྲེརིཏཱཿ 23 >
1 སབྷཱསདློཀཱན྄ པྲཏི པཽལོ྅ནནྱདྲྀཥྚྱཱ པཤྱན྄ ཨཀཐཡཏ྄, ཧེ བྷྲཱཏྲྀགཎཱ ཨདྱ ཡཱཝཏ྄ སརལེན སཪྻྭཱནྟཿཀརཎེནེཤྭརསྱ སཱཀྵཱད྄ ཨཱཙརཱམི།
Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2 ཨནེན ཧནཱནཱིཡནཱམཱ མཧཱཡཱཛཀསྟཾ ཀཔོལེ ཙཔེཊེནཱཧནྟུཾ སམཱིཔསྠལོཀཱན྄ ཨཱདིཥྚཝཱན྄།
Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3 ཏདཱ པཽལསྟམཝདཏ྄, ཧེ བཧིཥྤརིཥྐྲྀཏ, ཨཱིཤྭརསྟྭཱཾ པྲཧརྟྟུམ྄ ཨུདྱཏོསྟི, ཡཏོ ཝྱཝསྠཱནུསཱརེཎ ཝིཙཱརཡིཏུམ྄ ཨུཔཝིཤྱ ཝྱཝསྠཱཾ ལངྒྷིཏྭཱ མཱཾ པྲཧརྟྟུམ྄ ཨཱཛྙཱཔཡསི།
Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
4 ཏཏོ ནིཀཊསྠཱ ལོཀཱ ཨཀཐཡན྄, ཏྭཾ ཀིམ྄ ཨཱིཤྭརསྱ མཧཱཡཱཛཀཾ ནིནྡསི?
Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;
5 ཏཏཿ པཽལཿ པྲཏིབྷཱཥིཏཝཱན྄ ཧེ བྷྲཱཏྲྀགཎ མཧཱཡཱཛཀ ཨེཥ ཨིཏི ན བུདྡྷཾ མཡཱ ཏདནྱཙྩ སྭལོཀཱནཱམ྄ ཨདྷིཔཏིཾ པྲཏི དུཪྻྭཱཀྱཾ མཱ ཀཐཡ, ཨེཏཱདྲྀཤཱི ལིཔིརསྟི།
Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6 ཨནནྟརཾ པཽལསྟེཥཱམ྄ ཨརྡྡྷཾ སིདཱུཀིལོཀཱ ཨརྡྡྷཾ ཕིརཱུཤིལོཀཱ ཨིཏི དྲྀཥྚྭཱ པྲོཙྩཻཿ སབྷཱསྠལོཀཱན྄ ཨཝདཏ྄ ཧེ བྷྲཱཏྲྀགཎ ཨཧཾ ཕིརཱུཤིམཏཱཝལམྦཱི ཕིརཱུཤིནཿ སཏྣཱནཤྩ, མྲྀཏལོཀཱནཱམ྄ ཨུཏྠཱནེ པྲཏྱཱཤཱཀརཎཱད྄ ཨཧམཔཝཱདིཏོསྨི།
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
7 ཨིཏི ཀཐཱཡཱཾ ཀཐིཏཱཡཱཾ ཕིརཱུཤིསིདཱུཀིནོཿ པརསྤརཾ བྷིནྣཝཱཀྱཏྭཱཏ྄ སབྷཱཡཱ མདྷྱེ དྭཽ སཾགྷཽ ཛཱཏཽ།
Τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
8 ཡཏཿ སིདཱུཀིལོཀཱ ཨུཏྠཱནཾ སྭརྒཱིཡདཱུཏཱ ཨཱཏྨཱནཤྩ སཪྻྭེཥཱམ྄ ཨེཏེཥཱཾ ཀམཔི ན མནྱནྟེ, ཀིནྟུ ཕིརཱུཤིནཿ སཪྻྭམ྄ ཨངྒཱིཀུཪྻྭནྟི།
Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
9 ཏཏཿ པརསྤརམ྄ ཨཏིཤཡཀོལཱཧལེ སམུཔསྠིཏེ ཕིརཱུཤིནཱཾ པཀྵཱིཡཱཿ སབྷཱསྠཱ ཨདྷྱཱཔཀཱཿ པྲཏིཔཀྵཱ ཨུཏྟིཥྛནྟོ ྅ཀཐཡན྄, ཨེཏསྱ མཱནཝསྱ ཀམཔི དོཥཾ ན པཤྱཱམཿ; ཡདི ཀཤྩིད྄ ཨཱཏྨཱ ཝཱ ཀཤྩིད྄ དཱུཏ ཨེནཾ པྲཏྱཱདིཤཏ྄ ཏརྷི ཝཡམ྄ ཨཱིཤྭརསྱ པྲཱཏིཀཱུལྱེན ན ཡོཏྶྱཱམཿ།
Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.
10 ཏསྨཱད྄ ཨཏཱིཝ བྷིནྣཝཱཀྱཏྭེ སཏི ཏེ པཽལཾ ཁཎྜཾ ཁཎྜཾ ཀརིཥྱནྟཱིཏྱཱཤངྐཡཱ སཧསྲསེནཱཔཏིཿ སེནཱགཎཾ ཏཏྶྠཱནཾ ཡཱཏུཾ སབྷཱཏོ བལཱཏ྄ པཽལཾ དྷྲྀཏྭཱ དུརྒཾ ནེཏཉྩཱཛྙཱཔཡཏ྄།
Πολλῆς δὲ γενομένης στάσεως, εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
11 རཱཏྲོ པྲབྷུསྟསྱ སམཱིཔེ ཏིཥྛན྄ ཀཐིཏཝཱན྄ ཧེ པཽལ ནིརྦྷཡོ བྷཝ ཡཐཱ ཡིརཱུཤཱལམྣགརེ མཡི སཱཀྵྱཾ དཏྟཝཱན྄ ཏཐཱ རོམཱནགརེཔི ཏྭཡཱ དཱཏཝྱམ྄།
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 དིནེ སམུཔསྠིཏེ སཏི ཀིཡནྟོ ཡིཧཱུདཱིཡལོཀཱ ཨེཀམནྟྲཎཱཿ སནྟཿ པཽལཾ ན ཧཏྭཱ བྷོཛནཔཱནེ ཀརིཥྱཱམ ཨིཏི ཤཔཐེན སྭཱན྄ ཨབདྷྣན྄།
Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον.
13 ཙཏྭཱརིཾཤཛྫནེབྷྱོ྅དྷིཀཱ ལོཀཱ ཨིཏི པཎམ྄ ཨཀུཪྻྭན྄།
Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
14 ཏེ མཧཱཡཱཛཀཱནཱཾ པྲཱཙཱིནལོཀཱནཱཉྩ སམཱིཔཾ གཏྭཱ ཀཐཡན྄, ཝཡཾ པཽལཾ ན ཧཏྭཱ ཀིམཔི ན བྷོཀྵྱཱམཧེ དྲྀཌྷེནཱནེན ཤཔཐེན བདྡྷྭཱ ཨབྷཝཱམ།
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15 ཨཏཨེཝ སཱམྤྲཏཾ སབྷཱསདློཀཻཿ སཧ ཝཡཾ ཏསྨིན྄ ཀཉྩིད྄ ཝིཤེཥཝིཙཱརཾ ཀརིཥྱཱམསྟདརྠཾ བྷཝཱན྄ ཤྭོ ྅སྨཱཀཾ སམཱིཔཾ ཏམ྄ ཨཱནཡཏྭིཏི སཧསྲསེནཱཔཏཡེ ནིཝེདནཾ ཀུརུཏ ཏེན ཡུཥྨཱཀཾ སམཱིཔཾ ཨུཔསྠིཏེཿ པཱུཪྻྭཾ ཝཡཾ ཏཾ ཧནྟུ སཛྫིཥྱཱམ།
Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 ཏདཱ པཽལསྱ བྷཱགིནེཡསྟེཥཱམིཏི མནྟྲཎཱཾ ཝིཛྙཱཡ དུརྒཾ གཏྭཱ ཏཱཾ ཝཱརྟྟཱཾ པཽལམ྄ ཨུཀྟཝཱན྄།
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ.
17 ཏསྨཱཏ྄ པཽལ ཨེཀཾ ཤཏསེནཱཔཏིམ྄ ཨཱཧཱུཡ ཝཱཀྱམིདམ྄ བྷཱཥིཏཝཱན྄ སཧསྲསེནཱཔཏེཿ སམཱིཔེ྅སྱ ཡུཝམནུཥྱསྱ ཀིཉྩིནྣིཝེདནམ྄ ཨཱསྟེ, ཏསྨཱཏ྄ ཏཏྶཝིདྷམ྄ ཨེནཾ ནཡ།
Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ.
18 ཏཏཿ ས ཏམཱདཱཡ སཧསྲསེནཱཔཏེཿ སམཱིཔམ྄ ཨུཔསྠཱཡ ཀཐིཏཝཱན྄, བྷཝཏཿ སམཱིཔེ྅སྱ ཀིམཔི ནིཝེདནམཱསྟེ ཏསྨཱཏ྄ བནྡིཿ པཽལོ མཱམཱཧཱུཡ བྷཝཏཿ སམཱིཔམ྄ ཨེནམ྄ ཨཱནེཏུཾ པྲཱརྠིཏཝཱན྄།
Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
19 ཏདཱ སཧསྲསེནཱཔཏིསྟསྱ ཧསྟཾ དྷྲྀཏྭཱ ནིརྫནསྠཱནཾ ནཱིཏྭཱ པྲྀཥྛཝཱན྄ ཏཝ ཀིཾ ནིཝེདནཾ? ཏཏ྄ ཀཐཡ།
Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20 ཏཏཿ སོཀཐཡཏ྄, ཡིཧཱུདཱིཡལཱཀཱཿ པཽལེ ཀམཔི ཝིཤེཥཝིཙཱརཾ ཚལཾ ཀྲྀཏྭཱ ཏཾ སབྷཱཾ ནེཏུཾ བྷཝཏཿ སམཱིཔེ ནིཝེདཡིཏུཾ ཨམནྟྲཡན྄།
Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
21 ཀིནྟུ མཝཏཱ ཏནྣ སྭཱིཀརྟྟཝྱཾ ཡཏསྟེཥཱཾ མདྷྱེཝརྟྟིནཤྩཏྭཱརིཾཤཛྫནེབྷྱོ ྅དྷིཀལོཀཱ ཨེཀམནྟྲཎཱ བྷཱུཏྭཱ པཽལཾ ན ཧཏྭཱ བྷོཛནཾ པཱནཉྩ ན ཀརིཥྱཱམ ཨིཏི ཤཔཐེན བདྡྷཱཿ སནྟོ གྷཱཏཀཱ ཨིཝ སཛྫིཏཱ ཨིདཱནཱིཾ ཀེཝལཾ བྷཝཏོ ྅ནུམཏིམ྄ ཨཔེཀྵནྟེ།
Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22 ཡཱམིམཱཾ ཀཐཱཾ ཏྭཾ ནིཝེདིཏཝཱན྄ ཏཱཾ ཀསྨཻཙིདཔི མཱ ཀཐཡེཏྱུཀྟྭཱ སཧསྲསེནཱཔཏིསྟཾ ཡུཝཱནཾ ཝིསྲྀཥྚཝཱན྄།
Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
23 ཨནནྟརཾ སཧསྲསེནཱཔཏི རྡྭཽ ཤཏསེནཱཔཏཱི ཨཱཧཱུཡེདམ྄ ཨཱདིཤཏ྄, ཡུཝཱཾ རཱཏྲཽ པྲཧརཻཀཱཝཤིཥྚཱཡཱཾ སཏྱཱཾ ཀཻསརིཡཱནགརཾ ཡཱཏུཾ པདཱཏིསཻནྱཱནཱཾ དྭེ ཤཏེ གྷོཊཀཱརོཧིསཻནྱཱནཱཾ སཔྟཏིཾ ཤཀྟིདྷཱརིསཻནྱཱནཱཾ དྭེ ཤཏེ ཙ ཛནཱན྄ སཛྫིཏཱན྄ ཀུརུཏཾ།
Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·
24 པཽལམ྄ ཨཱརོཧཡིཏུཾ ཕཱིལིཀྵཱདྷིཔཏེཿ སམཱིཔཾ ནིཪྻྭིགྷྣཾ ནེཏུཉྩ ཝཱཧནཱནི སམུཔསྠཱཔཡཏཾ།
κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα·
25 ཨཔརཾ ས པཏྲཾ ལིཁིཏྭཱ དཏྟཝཱན྄ ཏལླིཁིཏམེཏཏ྄,
γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον·
26 མཧཱམཧིམཤྲཱིཡུཀྟཕཱིལིཀྵཱདྷིཔཏཡེ ཀླཽདིཡལུཥིཡསྱ ནམསྐཱརཿ།
Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27 ཡིཧཱུདཱིཡལོཀཱཿ པཱུཪྻྭམ྄ ཨེནཾ མཱནཝཾ དྷྲྀཏྭཱ སྭཧསྟཻ རྷནྟུམ྄ ཨུདྱཏཱ ཨེཏསྨིནྣནྟརེ སསཻནྱོཧཾ ཏཏྲོཔསྠཱཡ ཨེཥ ཛནོ རོམཱིཡ ཨིཏི ཝིཛྙཱཡ ཏཾ རཀྵིཏཝཱན྄།
Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι.
28 ཀིནྣིམིཏྟཾ ཏེ ཏམཔཝདནྟེ ཏཛྫྙཱཏུཾ ཏེཥཱ སབྷཱཾ ཏམཱནཱཡིཏཝཱན྄།
Βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·
29 ཏཏསྟེཥཱཾ ཝྱཝསྠཱཡཱ ཝིརུདྡྷཡཱ ཀཡཱཙན ཀཐཡཱ སོ྅པཝཱདིཏོ྅བྷཝཏ྄, ཀིནྟུ ས ཤྲྀངྑལབནྡྷནཱརྷོ ཝཱ པྲཱཎནཱཤཱརྷོ བྷཝཏཱིདྲྀཤཿ ཀོཔྱཔརཱདྷོ མཡཱསྱ ན དྲྀཥྚཿ།
ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.
30 ཏཐཱཔི མནུཥྱསྱཱསྱ ཝདྷཱརྠཾ ཡིཧཱུདཱིཡཱ གྷཱཏཀཱཨིཝ སཛྫིཏཱ ཨེཏཱཾ ཝཱརྟྟཱཾ ཤྲུཏྭཱ ཏཏྐྵཎཱཏ྄ ཏཝ སམཱིཔམེནཾ པྲེཥིཏཝཱན྄ ཨསྱཱཔཝཱདཀཱཾཤྩ ཏཝ སམཱིཔཾ གཏྭཱཔཝདིཏུམ྄ ཨཱཛྙཱཔཡམ྄། བྷཝཏཿ ཀུཤལཾ བྷཱུཡཱཏ྄།
Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔρρωσο.
31 སཻནྱགཎ ཨཱཛྙཱནུསཱརེཎ པཽལཾ གྲྀཧཱིཏྭཱ ཏསྱཱཾ རཛནྱཱམ྄ ཨཱནྟིཔཱཏྲིནགརམ྄ ཨཱནཡཏ྄།
Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
32 པརེ྅ཧནི ཏེན སཧ ཡཱཏུཾ གྷོཊཀཱརཱུཌྷསཻནྱགཎཾ སྠཱཔཡིཏྭཱ པརཱཝྲྀཏྱ དུརྒཾ གཏཝཱན྄།
Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33 ཏཏཿ པརེ གྷོཊཀཱརོཧིསཻནྱགཎཿ ཀཻསརིཡཱནགརམ྄ ཨུཔསྠཱཡ ཏཏྤཏྲམ྄ ཨདྷིཔཏེཿ ཀརེ སམརྤྱ ཏསྱ སམཱིཔེ པཽལམ྄ ཨུཔསྠཱཔིཏཝཱན྄།
οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34 ཏདཱདྷིཔཏིསྟཏྤཏྲཾ པཋིཏྭཱ པྲྀཥྛཝཱན྄ ཨེཥ ཀིམྤྲདེཤཱིཡོ ཛནཿ? ས ཀིལིཀིཡཱཔྲདེཤཱིཡ ཨེཀོ ཛན ཨིཏི ཛྙཱཏྭཱ ཀཐིཏཝཱན྄,
Ἀναγνοὺς δὲ ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35 ཏཝཱཔཝཱདཀགཎ ཨཱགཏེ ཏཝ ཀཐཱཾ ཤྲོཥྱཱམི། ཧེརོདྲཱཛགྲྀཧེ ཏཾ སྠཱཔཡིཏུམ྄ ཨཱདིཥྚཝཱན྄།
Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.