< པྲེརིཏཱཿ 12 >

1 ཏསྨིན྄ སམཡེ ཧེརོད྄རཱཛོ མཎྜལྱཱཿ ཀིཡཛྫནེབྷྱོ དུཿཁཾ དཱཏུཾ པྲཱརབྷཏ྄།
Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2 ཝིཤེཥཏོ ཡོཧནཿ སོདརཾ ཡཱཀཱུབཾ ཀརཝཱལཱགྷཱཏེན྄ ཧཏཝཱན྄།
Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
3 ཏསྨཱད྄ ཡིཧཱུདཱིཡཱཿ སནྟུཥྚཱ ཨབྷཝན྄ ཨིཏི ཝིཛྙཱཡ ས པིཏརམཔི དྷརྟྟུཾ གཏཝཱན྄།
Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον—ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων—
4 ཏདཱ ཀིཎྭཤཱུནྱཔཱུཔོཏྶཝསམཡ ཨུཔཱཏིཥྚཏ྄; ཨཏ ཨུཏྶཝེ གཏེ སཏི ལོཀཱནཱཾ སམཀྵཾ ཏཾ བཧིརཱནེཡྻཱམཱིཏི མནསི སྠིརཱིཀྲྀཏྱ ས ཏཾ དྷཱརཡིཏྭཱ རཀྵྞཱརྠམ྄ ཡེཥཱམ྄ ཨེཀཻཀསཾགྷེ ཙཏྭཱརོ ཛནཱཿ སནྟི ཏེཥཱཾ ཙཏུརྞཱཾ རཀྵཀསཾགྷཱནཱཾ སམཱིཔེ ཏཾ སམརྤྱ ཀཱརཱཡཱཾ སྠཱཔིཏཝཱན྄།
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 ཀིནྟུཾ པིཏརསྱ ཀཱརཱསྠིཏིཀཱརཎཱཏ྄ མཎྜལྱཱ ལོཀཱ ཨཝིཤྲཱམམ྄ ཨཱིཤྭརསྱ སམཱིཔེ པྲཱརྠཡནྟ།
Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
6 ཨནནྟརཾ ཧེརོདི ཏཾ བཧིརཱནཱཡིཏུཾ ཨུདྱཏེ སཏི ཏསྱཱཾ རཱཏྲཽ པིཏརོ རཀྵཀདྭཡམདྷྱསྠཱནེ ཤྲྀངྑལདྭཡེན བདྡྷྭཿ སན྄ ནིདྲིཏ ཨཱསཱིཏ྄, དཽཝཱརིཀཱཤྩ ཀཱརཱཡཱཿ སམྨུཁེ ཏིཥྛནཏོ དྭཱརམ྄ ཨརཀྵིཥུཿ།
Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 ཨེཏསྨིན྄ སམཡེ པརམེཤྭརསྱ དཱུཏེ སམུཔསྠིཏེ ཀཱརཱ དཱིཔྟིམཏཱི ཛཱཏཱ; ཏཏཿ ས དཱུཏཿ པིཏརསྱ ཀུཀྵཱཝཱཝཱཏཾ ཀྲྀཏྭཱ ཏཾ ཛཱགརཡིཏྭཱ བྷཱཥིཏཝཱན྄ ཏཱུརྞམུཏྟིཥྛ; ཏཏསྟསྱ ཧསྟསྠཤྲྀངྑལདྭཡཾ གལཏ྄ པཏིཏཾ།
Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 ས དཱུཏསྟམཝདཏ྄, བདྡྷཀཊིཿ སན྄ པཱདཡོཿ པཱདུཀེ ཨརྤཡ; ཏེན ཏཐཱ ཀྲྀཏེ སཏི དཱུཏསྟམ྄ ཨུཀྟཝཱན྄ གཱཏྲཱིཡཝསྟྲཾ གཱཏྲེ ནིདྷཱཡ མམ པཤྩཱད྄ ཨེཧི།
Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.
9 ཏཏཿ པིཏརསྟསྱ པཤྩཱད྄ ཝྲཛན བཧིརགཙྪཏ྄, ཀིནྟུ དཱུཏེན ཀརྨྨཻཏཏ྄ ཀྲྀཏམིཏི སཏྱམཛྙཱཏྭཱ སྭཔྣདརྴནཾ ཛྙཱཏཝཱན྄།
Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10 ཨིཏྠཾ ཏཽ པྲཐམཱཾ དྭིཏཱིཡཱཉྩ ཀཱརཱཾ ལངྒྷིཏྭཱ ཡེན ལཽཧནིརྨྨིཏདྭཱརེཎ ནགརཾ གམྱཏེ ཏཏྶམཱིཔཾ པྲཱཔྣུཏཱཾ; ཏཏསྟསྱ ཀཝཱཊཾ སྭཡཾ མུཀྟམབྷཝཏ྄ ཏཏསྟཽ ཏཏྶྠཱནཱད྄ བཧི རྦྷཱུཏྭཱ མཱརྒཻཀསྱ སཱིམཱཾ ཡཱཝད྄ གཏཽ; ཏཏོ྅ཀསྨཱཏ྄ ས དཱུཏཿ པིཏརཾ ཏྱཀྟཝཱན྄།
Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ.
11 ཏདཱ ས ཙེཏནཱཾ པྲཱཔྱ ཀཐིཏཝཱན྄ ནིཛདཱུཏཾ པྲཧིཏྱ པརམེཤྭརོ ཧེརོདོ ཧསྟཱད྄ ཡིཧཱུདཱིཡལོཀཱནཱཾ སཪྻྭཱཤཱཡཱཤྩ མཱཾ སམུདྡྷྲྀཏཝཱན྄ ཨིཏྱཧཾ ནིཤྩཡཾ ཛྙཱཏཝཱན྄།
Καὶ ὁ Πέτρος, γενόμενος ἐν ἑαυτῷ, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 ས ཝིཝིཙྱ མཱརྐནཱམྲཱ ཝིཁྱཱཏསྱ ཡོཧནོ མཱཏུ རྨརིཡམོ ཡསྨིན྄ གྲྀཧེ བཧཝཿ སམྦྷཱུཡ པྲཱརྠཡནྟ ཏནྣིཝེཤནཾ གཏཿ།
Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 པིཏརེཎ བཧིརྡྭཱར ཨཱཧཏེ སཏི རོདཱནཱམཱ བཱལིཀཱ དྲཥྚུཾ གཏཱ།
Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη.
14 ཏཏཿ པིཏརསྱ སྭརཾ ཤྲུཝཱ སཱ ཧརྵཡུཀྟཱ སཏཱི དྭཱརཾ ན མོཙཡིཏྭཱ པིཏརོ དྭཱརེ ཏིཥྛཏཱིཏི ཝཱརྟྟཱཾ ཝཀྟུམ྄ ཨབྷྱནྟརཾ དྷཱཝིཏྭཱ གཏཝཏཱི།
Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 ཏེ པྲཱཝོཙན྄ ཏྭམུནྨཏྟཱ ཛཱཏཱསི ཀིནྟུ སཱ མུཧུརྨུཧུརུཀྟཝཏཱི སཏྱམེཝཻཏཏ྄།
Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, Ὁ ἄγγελος αὐτοῦ ἐστιν.
16 ཏདཱ ཏེ ཀཐིཏཝནྟསྟརྷི ཏསྱ དཱུཏོ བྷཝེཏ྄།
Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν, καὶ ἐξέστησαν.
17 པིཏརོ དྭཱརམཱཧཏཝཱན྄ ཨེཏསྨིནྣནྟརེ དྭཱརཾ མོཙཡིཏྭཱ པིཏརཾ དྲྀཥྚྭཱ ཝིསྨཡཾ པྲཱཔྟཱཿ།
Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 ཏཏཿ པིཏརོ ནིཿཤབྡཾ སྠཱཏུཾ ཏཱན྄ པྲཏི ཧསྟེན སངྐེཏཾ ཀྲྀཏྭཱ པརམེཤྭརོ ཡེན པྲཀཱརེཎ ཏཾ ཀཱརཱཡཱ ཨུདྡྷྲྀཏྱཱནཱིཏཝཱན྄ ཏསྱ ཝྲྀཏྟཱནྟཾ ཏཱནཛྙཱཔཡཏ྄, ཡཱུཡཾ གཏྭཱ ཡཱཀུབཾ བྷྲཱཏྲྀགཎཉྩ ཝཱརྟྟཱམེཏཱཾ ཝདཏེཏྱུཀྟཱ སྠཱནཱནྟརཾ པྲསྠིཏཝཱན྄།
Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 པྲབྷཱཏེ སཏི པིཏརཿ ཀྭ གཏ ཨིཏྱཏྲ རཀྵཀཱཎཱཾ མདྷྱེ མཧཱན྄ ཀལཧོ ཛཱཏཿ།
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.
20 ཧེརོད྄ བཧུ མྲྀགཡིཏྭཱ ཏསྱོདྡེཤེ ན པྲཱཔྟེ སཏི རཀྵཀཱན྄ སཾཔྲྀཙྪྱ ཏེཥཱཾ པྲཱཎཱན྄ ཧནྟུམ྄ ཨཱདིཥྚཝཱན྄།
Ἦν δὲ ὁ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 པཤྩཱཏ྄ ས ཡིཧཱུདཱིཡཔྲདེཤཱཏ྄ ཀཻསརིཡཱནགརཾ གཏྭཱ ཏཏྲཱཝཱཏིཥྛཏ྄།
Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς.
22 སོརསཱིདོནདེཤཡོ རློཀེབྷྱོ ཧེརོདི ཡུཡུཏྶཽ སཏི ཏེ སཪྻྭ ཨེཀམནྟྲཎཱཿ སནྟསྟསྱ སམཱིཔ ཨུཔསྠཱཡ ལྭཱསྟནཱམཱནཾ ཏསྱ ཝསྟྲགྲྀཧཱདྷཱིཤཾ སཧཱཡཾ ཀྲྀཏྭཱ ཧེརོདཱ སཱརྡྡྷཾ སནྡྷིཾ པྲཱརྠཡནྟ ཡཏསྟསྱ རཱཛྙོ དེཤེན ཏེཥཱཾ དེཤཱིཡཱནཱཾ བྷརཎམ྄ ཨབྷཝཏ྄ཾ
Ὁ δὲ δῆμος ἐπεφώνει, Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου.
23 ཨཏཿ ཀུཏྲཙིན྄ ནིརུཔིཏདིནེ ཧེརོད྄ རཱཛཀཱིཡཾ པརིཙྪདཾ པརིདྷཱཡ སིཾཧཱསནེ སམུཔཝིཤྱ ཏཱན྄ པྲཏི ཀཐཱམ྄ ཨུཀྟཝཱན྄།
Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.
24 ཏཏོ ལོཀཱ ཨུཙྩཻཿཀཱརཾ པྲཏྱཝདན྄, ཨེཥ མནུཛརཝོ ན ཧི, ཨཱིཤྭརཱིཡརཝཿ།
Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
25 ཏདཱ ཧེརོད྄ ཨཱིཤྭརསྱ སམྨཱནཾ ནཱཀརོཏ྄; ཏསྨཱདྡྷེཏོཿ པརམེཤྭརསྱ དཱུཏོ ཧཋཱཏ྄ ཏཾ པྲཱཧརཏ྄ ཏེནཻཝ ས ཀཱིཊཻཿ ཀྵཱིཎཿ སན྄ པྲཱཎཱན྄ ཨཛཧཱཏ྄། ཀིནྟྭཱིཤྭརསྱ ཀཐཱ དེཤཾ ཝྱཱཔྱ པྲབལཱབྷཝཏ྄། ཏཏཿ པརཾ བརྞབྦཱཤཽལཽ ཡསྱ ཀརྨྨཎོ བྷཱརཾ པྲཱཔྣུཏཱཾ ཏཱབྷྱཱཾ ཏསྨིན྄ སམྤཱདིཏེ སཏི མཱརྐནཱམྣཱ ཝིཁྱཱཏོ ཡོ ཡོཧན྄ ཏཾ སངྒིནཾ ཀྲྀཏྭཱ ཡིརཱུཤཱལམྣགརཱཏ྄ པྲཏྱཱགཏཽ།
Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.

< པྲེརིཏཱཿ 12 >