< ༢ ཀརིནྠིནཿ 12 >

1 ཨཱཏྨཤླཱགྷཱ མམཱནུཔཡུཀྟཱ ཀིནྟྭཧཾ པྲབྷོ རྡརྴནཱདེཤཱནཱམ྄ ཨཱཁྱཱནཾ ཀཐཡིཏུཾ པྲཝརྟྟེ།
Καυχᾶσθαι δεῖ, οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις ˚Κυρίου.
2 ཨིཏཤྩཏུརྡཤཝཏྶརེབྷྱཿ པཱུཪྻྭཾ མཡཱ པརིཙིཏ ཨེཀོ ཛནསྟྲྀཏཱིཡཾ སྭརྒམནཱིཡཏ, ས སཤརཱིརེཎ ནིཿཤརཱིརེཎ ཝཱ ཏཏ྄ སྠཱནམནཱིཡཏ ཏདཧཾ ན ཛཱནཱམི ཀིནྟྭཱིཤྭརོ ཛཱནཱཏི།
Οἶδα ἄνθρωπον ἐν ˚Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ ˚Θεὸς οἶδεν), ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3 ས མཱནཝཿ སྭརྒཾ ནཱིཏཿ སན྄ ཨཀཐྱཱནི མརྟྟྱཝཱགཏཱིཏཱནི ཙ ཝཱཀྱཱནི ཤྲུཏཝཱན྄།
Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον (εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ ˚Θεὸς οἶδεν),
4 ཀིནྟུ ཏདཱནཱིཾ ས སཤརཱིརོ ནིཿཤརཱིརོ ཝཱསཱིཏ྄ ཏནྨཡཱ ན ཛྙཱཡཏེ ཏད྄ ཨཱིཤྭརེཎཻཝ ཛྙཱཡཏེ།
ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5 ཏམདྷྱཧཾ ཤླཱགྷིཥྱེ མཱམདྷི ནཱནྱེན ཀེནཙིད྄ ཝིཥཡེཎ ཤླཱགྷིཥྱེ ཀེཝལཾ སྭདཽརྦྦལྱེན ཤླཱགྷིཥྱེ།
Ὑπὲρ τοῦ τοιούτου, καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ, οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις.
6 ཡདྱཧམ྄ ཨཱཏྨཤླཱགྷཱཾ ཀརྟྟུམ྄ ཨིཙྪེཡཾ ཏཐཱཔི ནིརྦྦོདྷ ཨིཝ ན བྷཝིཥྱཱམི ཡཏཿ སཏྱམེཝ ཀཐཡིཥྱཱམི, ཀིནྟུ ལོཀཱ མཱཾ ཡཱདྲྀཤཾ པཤྱནྟི མམ ཝཱཀྱཾ ཤྲུཏྭཱ ཝཱ ཡཱདྲྀཤཾ མཱཾ མནྱཏེ ཏསྨཱཏ྄ ཤྲེཥྛཾ མཱཾ ཡནྣ གཎཡནྟི ཏདརྠམཧཾ ཏཏོ ཝིརཾསྱཱམི།
Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει ἐξ ἐμοῦ.
7 ཨཔརམ྄ ཨུཏྐྲྀཥྚདརྴནཔྲཱཔྟིཏོ ཡདཧམ྄ ཨཱཏྨཱབྷིམཱནཱི ན བྷཝཱམི ཏདརྠཾ ཤརཱིརཝེདྷཀམ྄ ཨེཀཾ ཤཱུལཾ མཧྱམ྄ ཨདཱཡི ཏཏ྄ མདཱིཡཱཏྨཱབྷིམཱནནིཝཱརཎཱརྠཾ མམ ཏཱཌཡིཏཱ ཤཡཏཱནོ དཱུཏཿ།
Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.
8 མཏྟསྟསྱ པྲསྠཱནཾ ཡཱཙིཏུམཧཾ ཏྲིསྟམདྷི པྲབྷུམུདྡིཤྱ པྲཱརྠནཱཾ ཀྲྀཏཝཱན྄།
Ὑπὲρ τούτου τρὶς τὸν ˚Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ.
9 ཏཏཿ ས མཱམུཀྟཝཱན྄ མམཱནུགྲཧསྟཝ སཪྻྭསཱདྷཀཿ, ཡཏོ དཽརྦྦལྱཱཏ྄ མམ ཤཀྟིཿ པཱུརྞཏཱཾ གཙྪཏཱིཏི། ཨཏཿ ཁྲཱིཥྚསྱ ཤཀྟི ཪྻནྨཱམ྄ ཨཱཤྲཡཏི ཏདརྠཾ སྭདཽརྦྦལྱེན མམ ཤླཱགྷནཾ སུཁདཾ།
Καὶ εἴρηκέν μοι, “Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται.” Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ ˚Χριστοῦ.
10 ཏསྨཱཏ྄ ཁྲཱིཥྚཧེཏོ རྡཽརྦྦལྱནིནྡཱདརིདྲཏཱཝིཔཀྵཏཱཀཥྚཱདིཥུ སནྟུཥྱཱམྱཧཾ། ཡདཱཧཾ དུརྦྦལོ྅སྨི ཏདཻཝ སབལོ བྷཝཱམི།
Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ ˚Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 ཨེཏེནཱཏྨཤླཱགྷནེནཱཧཾ ནིརྦྦོདྷ ཨིཝཱབྷཝཾ ཀིནྟུ ཡཱུཡཾ ཏསྱ ཀཱརཎཾ ཡཏོ མམ པྲཤཾསཱ ཡུཥྨཱབྷིརེཝ ཀརྟྟཝྱཱསཱིཏ྄། ཡདྱཔྱམ྄ ཨགཎྱོ བྷཝེཡཾ ཏཐཱཔི མུཁྱཏམེབྷྱཿ པྲེརིཏེབྷྱཿ ཀེནཱཔི པྲཀཱརེཎ ནཱཧཾ ནྱཱུནོ྅སྨི།
Γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
12 སཪྻྭཐཱདྦྷུཏཀྲིཡཱཤཀྟིལཀྵཎཻཿ པྲེརིཏསྱ ཙིཧྣཱནི ཡུཥྨཱཀཾ མདྷྱེ སདྷཻཪྻྱཾ མཡཱ པྲཀཱཤིཏཱནི།
Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ– σημείοις τε, καὶ τέρασιν, καὶ δυνάμεσιν.
13 མམ པཱལནཱརྠཾ ཡཱུཡཾ མཡཱ བྷཱརཱཀྲཱནྟཱ ནཱབྷཝཏཻཏད྄ ཨེཀཾ ནྱཱུནཏྭཾ ཝིནཱཔརཱབྷྱཿ སམིཏིབྷྱོ ཡུཥྨཱཀཾ ཀིཾ ནྱཱུནཏྭཾ ཛཱཏཾ? ཨནེན མམ དོཥཾ ཀྵམདྷྭཾ།
Τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην!
14 པཤྱཏ ཏྲྀཏཱིཡཝཱརཾ ཡུཥྨཏྶམཱིཔཾ གནྟུམུདྱཏོ྅སྨི ཏཏྲཱཔྱཧཾ ཡུཥྨཱན྄ བྷཱརཱཀྲཱནྟཱན྄ ན ཀརིཥྱཱམི། ཡུཥྨཱཀཾ སམྤཏྟིམཧཾ ན མྲྀགཡེ ཀིནྟུ ཡུཥྨཱནེཝ, ཡཏཿ པིཏྲོཿ ཀྲྀཏེ སནྟཱནཱནཱཾ དྷནསཉྩཡོ྅ནུཔཡུཀྟཿ ཀིནྟུ སནྟཱནཱནཱཾ ཀྲྀཏེ པིཏྲོ རྡྷནསཉྩཡ ཨུཔཡུཀྟཿ།
Ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις.
15 ཨཔརཉྩ ཡུཥྨཱསུ བཧུ པྲཱིཡམཱཎོ྅པྱཧཾ ཡདི ཡུཥྨཏྟོ྅ལྤཾ པྲམ ལབྷེ ཏཐཱཔི ཡུཥྨཱཀཾ པྲཱཎརཀྵཱརྠཾ སཱནནྡཾ བཧུ ཝྱཡཾ སཪྻྭཝྱཡཉྩ ཀརིཥྱཱམི།
Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧσσον ἀγαπῶμαι;
16 ཡཱུཡཾ མཡཱ ཀིཉྩིདཔི ན བྷཱརཱཀྲཱནྟཱ ཨིཏི སཏྱཾ, ཀིནྟྭཧཾ དྷཱུརྟྟཿ སན྄ ཚལེན ཡུཥྨཱན྄ ཝཉྩིཏཝཱན྄ ཨེཏཏ྄ ཀིཾ ཀེནཙིད྄ ཝཀྟཝྱཾ?
Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ, ὑμᾶς ἔλαβον.
17 ཡུཥྨཏྶམཱིཔཾ མཡཱ ཡེ ལོཀཱཿ པྲཧིཏཱསྟེཥཱམེཀེན ཀིཾ མམ ཀོ྅པྱརྠལཱབྷོ ཛཱཏཿ?
Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
18 ཨཧཾ ཏཱིཏཾ ཝིནཱིཡ ཏེན སཱརྡྡྷཾ བྷྲཱཏརམེཀཾ པྲེཥིཏཝཱན྄ ཡུཥྨཏྟསྟཱིཏེན ཀིམ྄ ཨརྠོ ལབྡྷཿ? ཨེཀསྨིན྄ བྷཱཝ ཨེཀསྱ པདཙིཧྣེཥུ ཙཱཝཱཾ ཀིཾ ན ཙརིཏཝནྟཽ?
Παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 ཡུཥྨཱཀཾ སམཱིཔེ ཝཡཾ པུན རྡོཥཀྵཱལནཀཐཱཾ ཀཐཡཱམ ཨིཏི ཀིཾ བུདྷྱདྷྭེ? ཧེ པྲིཡཏམཱཿ, ཡུཥྨཱཀཾ ནིཥྛཱརྠཾ ཝཡམཱིཤྭརསྱ སམཀྵཾ ཁྲཱིཥྚེན སཪྻྭཱཎྱེཏཱནི ཀཐཡཱམཿ།
Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατέναντι ˚Θεοῦ ἐν ˚Χριστῷ λαλοῦμεν. Τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
20 ཨཧཾ ཡདཱགམིཥྱཱམི, ཏདཱ ཡུཥྨཱན྄ ཡཱདྲྀཤཱན྄ དྲཥྚུཾ ནེཙྪཱམི ཏཱདྲྀཤཱན྄ དྲཀྵྱཱམི, ཡཱུཡམཔི མཱཾ ཡཱདྲྀཤཾ དྲཥྚུཾ ནེཙྪཐ ཏཱདྲྀཤཾ དྲཀྵྱཐ, ཡུཥྨནྨདྷྱེ ཝིཝཱད ཨཱིརྵྱཱ ཀྲོདྷོ ཝིཔཀྵཏཱ པརཱཔཝཱདཿ ཀརྞེཛཔནཾ དརྤཿ ཀལཧཤྩཻཏེ བྷཝིཥྱནྟི;
Φοβοῦμαι γὰρ, μή πως ἐλθὼν οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·
21 ཏེནཱཧཾ ཡུཥྨཏྶམཱིཔཾ པུནརཱགཏྱ མདཱིཡེཤྭརེཎ ནམཡིཥྱེ, པཱུཪྻྭཾ ཀྲྀཏཔཱཔཱན྄ ལོཀཱན྄ སྭཱིཡཱཤུཙིཏཱཝེཤྱཱགམནལམྤཊཏཱཙརཎཱད྄ ཨནུཏཱཔམ྄ ཨཀྲྀཏཝནྟོ དྲྀཥྚྭཱ ཙ ཏཱནདྷི མམ ཤོཀོ ཛནིཥྱཏ ཨིཏི བིབྷེམི།
μὴ πάλιν ἐλθόντος μου, ταπεινώσει με ὁ ˚Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν.

< ༢ ཀརིནྠིནཿ 12 >