< ༡ ཀརིནྠིནཿ 7 >

1 ཨཔརཉྩ ཡུཥྨཱབྷི རྨཱཾ པྲཏི ཡཏ྄ པཏྲམལེཁི ཏསྱོཏྟརམེཏཏ྄, ཡོཥིཏོ྅སྤརྴནཾ མནུཛསྱ ཝརཾ;
Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ, γυναικὸς μὴ ἅπτεσθαι.
2 ཀིནྟུ ཝྱབྷིཙཱརབྷཡཱད྄ ཨེཀཻཀསྱ པུཾསཿ སྭཀཱིཡབྷཱཪྻྱཱ བྷཝཏུ ཏདྭད྄ ཨེཀཻཀསྱཱ ཡོཥིཏོ ྅པི སྭཀཱིཡབྷརྟྟཱ བྷཝཏུ།
Διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3 བྷཱཪྻྱཱཡཻ བྷརྟྲཱ ཡདྱད྄ ཝིཏརཎཱིཡཾ ཏད྄ ཝིཏཱིཪྻྱཏཱཾ ཏདྭད྄ བྷརྟྲེ྅པི བྷཱཪྻྱཡཱ ཝིཏརཎཱིཡཾ ཝིཏཱིཪྻྱཏཱཾ།
Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4 བྷཱཪྻྱཱཡཱཿ སྭདེཧེ སྭཏྭཾ ནཱསྟི བྷརྟྟུརེཝ, ཏདྭད྄ བྷརྟྟུརཔི སྭདེཧེ སྭཏྭཾ ནཱསྟི བྷཱཪྻྱཱཡཱ ཨེཝ།
Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ἡ γυνή.
5 ཨུཔོཥཎཔྲཱརྠནཡོཿ སེཝནཱརྠམ྄ ཨེཀམནྟྲཎཱནཱཾ ཡུཥྨཱཀཾ ཀིཡཏྐཱལཾ ཡཱཝད྄ ཡཱ པྲྀཐཀྶྠིཏི རྦྷཝཏི ཏདནྱོ ཝིཙྪེདོ ཡུཥྨནྨདྷྱེ ན བྷཝཏུ, ཏཏཿ པརམ྄ ཨིནྡྲིཡཱཎཱམ྄ ཨདྷཻཪྻྱཱཏ྄ ཤཡཏཱན྄ ཡད྄ ཡུཥྨཱན྄ པརཱིཀྵཱཾ ན ནཡེཏ྄ ཏདརྠཾ པུནརེཀཏྲ མིལཏ།
Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν.
6 ཨེཏད྄ ཨཱདེཤཏོ ནཧི ཀིནྟྭནུཛྙཱཏ ཨེཝ མཡཱ ཀཐྱཏེ,
Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν.
7 ཡཏོ མམཱཝསྠེཝ སཪྻྭམཱནཝཱནཱམཝསྠཱ བྷཝཏྭིཏི མམ ཝཱཉྪཱ ཀིནྟྭཱིཤྭརཱད྄ ཨེཀེནཻཀོ ཝརོ྅ནྱེན ཙཱནྱོ ཝར ཨིཏྠམེཀཻཀེན སྭཀཱིཡཝརོ ལབྡྷཿ།
Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. Ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ ˚Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
8 ཨཔརམ྄ ཨཀྲྀཏཝིཝཱཧཱན྄ ཝིདྷཝཱཤྩ པྲཏི མམཻཏནྣིཝེདནཾ མམེཝ ཏེཥཱམཝསྠིཏི རྦྷདྲཱ;
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ.
9 ཀིཉྩ ཡདི ཏཻརིནྡྲིཡཱཎི ནིཡནྟུཾ ན ཤཀྱནྟེ ཏརྷི ཝིཝཱཧཿ ཀྲིཡཏཱཾ ཡཏཿ ཀཱམདཧནཱད྄ ཝྱཱུཌྷཏྭཾ བྷདྲཾ།
Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι, ἢ πυροῦσθαι.
10 ཡེ ཙ ཀྲྀཏཝིཝཱཧཱསྟེ མཡཱ ནཧི པྲབྷུནཻཝཻཏད྄ ཨཱཛྙཱཔྱནྟེ།
Τοῖς δὲ γεγαμηκόσιν, παραγγέλλω (οὐκ ἐγὼ, ἀλλὰ ὁ ˚Κύριος), γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
11 བྷཱཪྻྱཱ བྷརྟྟྲྀཏཿ པྲྀཐཀ྄ ན བྷཝཏུ། ཡདི ཝཱ པྲྀཐགྦྷཱུཏཱ སྱཱཏ྄ ཏརྷི ནིཪྻིཝཱཧཱ ཏིཥྛཏུ སྭཱིཡཔཏིནཱ ཝཱ སནྡདྷཱཏུ བྷརྟྟཱཔི བྷཱཪྻྱཱཾ ན ཏྱཛཏུ།
(ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 ཨིཏརཱན྄ ཛནཱན྄ པྲཏི པྲབྷུ རྣ བྲཝཱིཏི ཀིནྟྭཧཾ བྲཝཱིམི; ཀསྱཙིད྄ བྷྲཱཏུཪྻོཥིད྄ ཨཝིཤྭཱསིནཱི སཏྱཔི ཡདི ཏེན སཧཝཱསེ ཏུཥྱཏི ཏརྷི སཱ ཏེན ན ཏྱཛྱཏཱཾ།
Τοῖς δὲ λοιποῖς λέγω (ἐγώ, οὐχ ὁ ˚Κύριος), εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
13 ཏདྭཏ྄ ཀསྱཱཤྩིད྄ ཡོཥིཏཿ པཏིརཝིཤྭཱསཱི སནྣཔི ཡདི ཏཡཱ སཧཝཱསེ ཏུཥྱཏི ཏརྷི ས ཏཡཱ ན ཏྱཛྱཏཱཾ།
Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
14 ཡཏོ྅ཝིཤྭཱསཱི བྷརྟྟཱ བྷཱཪྻྱཡཱ པཝིཏྲཱིབྷཱུཏཿ, ཏདྭདཝིཤྭཱསིནཱི བྷཱཪྻྱཱ བྷརྟྲཱ པཝིཏྲཱིབྷཱུཏཱ; ནོཙེད྄ ཡུཥྨཱཀམཔཏྱཱནྱཤུཙཱིནྱབྷཝིཥྱན྄ ཀིནྟྭདྷུནཱ ཏཱནི པཝིཏྲཱཎི སནྟི།
Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
15 ཨཝིཤྭཱསཱི ཛནོ ཡདི ཝཱ པྲྀཐག྄ བྷཝཏི ཏརྷི པྲྀཐག྄ བྷཝཏུ; ཨེཏེན བྷྲཱཏཱ བྷགིནཱི ཝཱ ན ནིབདྷྱཏེ ཏཐཱཔི ཝཡམཱིཤྭརེཎ ཤཱནྟཡེ སམཱཧཱུཏཱཿ།
Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ ˚Θεός.
16 ཧེ ནཱརི ཏཝ བྷརྟྟུཿ པརིཏྲཱཎཾ ཏྭཏྟོ བྷཝིཥྱཏི ན ཝེཏི ཏྭཡཱ ཀིཾ ཛྙཱཡཏེ? ཧེ ནར ཏཝ ཛཱཡཱཡཱཿ པརིཏྲཱཎཾ ཏྭཏྟེ བྷཝིཥྱཏི ན ཝེཏི ཏྭཡཱ ཀིཾ ཛྙཱཡཏེ?
Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 ཨེཀཻཀོ ཛནཿ པརམེཤྭརཱལླབྡྷཾ ཡད྄ བྷཛཏེ ཡསྱཱཉྩཱཝསྠཱཡཱམ྄ ཨཱིཤྭརེཎཱཧྭཱཡི ཏདནུསཱརེཎཻཝཱཙརཏུ ཏདཧཾ སཪྻྭསམཱཛསྠཱན྄ ཨཱདིཤཱམི།
Εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ ˚Κύριος, ἕκαστον ὡς κέκληκεν ὁ ˚Θεός, οὕτως περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18 ཚིནྣཏྭག྄ བྷྲྀཏྭཱ ཡ ཨཱཧཱུཏཿ ས པྲཀྲྀཥྚཏྭཀ྄ ན བྷཝཏུ, ཏདྭད྄ ཨཚིནྣཏྭག྄ བྷཱུཏྭཱ ཡ ཨཱཧཱུཏཿ ས ཚིནྣཏྭཀ྄ ན བྷཝཏུ།
Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ κέκληταί τις; Μὴ περιτεμνέσθω.
19 ཏྭཀྪེདཿ སཱརོ ནཧི ཏདྭདཏྭཀྪེདོ྅པི སཱརོ ནཧི ཀིནྟྭཱིཤྭརསྱཱཛྙཱནཱཾ པཱལནམེཝ།
Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν ˚Θεοῦ.
20 ཡོ ཛནོ ཡསྱཱམཝསྠཱཡཱམཱཧྭཱཡི ས ཏསྱཱམེཝཱཝཏིཥྛཏཱཾ།
Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21 དཱསཿ སན྄ ཏྭཾ ཀིམཱཧཱུཏོ྅སི? ཏནྨཱ ཙིནྟཡ, ཏཐཱཙ ཡདི སྭཏནྟྲོ བྷཝིཏུཾ ཤཀྣུཡཱསྟརྷི ཏདེཝ ཝྲྀཎུ།
Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22 ཡཏཿ པྲབྷུནཱཧཱུཏོ ཡོ དཱསཿ ས པྲབྷོ རྨོཙིཏཛནཿ། ཏདྭད྄ ཏེནཱཧཱུཏཿ སྭཏནྟྲོ ཛནོ྅པི ཁྲཱིཥྚསྱ དཱས ཨེཝ།
Ὁ γὰρ ἐν ˚Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος ˚Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστιν ˚Χριστοῦ.
23 ཡཱུཡཾ མཱུལྱེན ཀྲཱིཏཱ ཨཏོ ཧེཏོ རྨཱནཝཱནཱཾ དཱསཱ མཱ བྷཝཏ།
Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24 ཧེ བྷྲཱཏརོ ཡསྱཱམཝསྠཱཡཱཾ ཡསྱཱཧྭཱནམབྷཝཏ྄ ཏཡཱ ས ཨཱིཤྭརསྱ སཱཀྵཱཏ྄ ཏིཥྛཏུ།
Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ ˚Θεῷ.
25 ཨཔརམ྄ ཨཀྲྀཏཝིཝཱཧཱན྄ ཛནཱན྄ པྲཏི པྲབྷོཿ ཀོ྅པྱཱདེཤོ མཡཱ ན ལབྡྷཿ ཀིནྟུ པྲབྷོརནུཀམྤཡཱ ཝིཤྭཱསྱོ བྷཱུཏོ྅ཧཾ ཡད྄ བྷདྲཾ མནྱེ ཏད྄ ཝདཱམི།
Περὶ δὲ τῶν παρθένων, ἐπιταγὴν ˚Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ ˚Κυρίου, πιστὸς εἶναι.
26 ཝརྟྟམཱནཱཏ྄ ཀླེཤསམཡཱཏ྄ མནུཥྱསྱཱནཱུཌྷཏྭཾ བྷདྲམིཏི མཡཱ བུདྷྱཏེ།
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
27 ཏྭཾ ཀིཾ ཡོཥིཏི ནིབདྡྷོ྅སི ཏརྷི མོཙནཾ པྲཱཔྟུཾ མཱ ཡཏསྭ། ཀིཾ ཝཱ ཡོཥིཏོ མུཀྟོ྅སི? ཏརྷི ཛཱཡཱཾ མཱ གཝེཥཡ།
Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.
28 ཝིཝཱཧཾ ཀུཪྻྭཏཱ ཏྭཡཱ ཀིམཔི ནཱཔཱརཱདྷྱཏེ ཏདྭད྄ ཝྱཱུཧྱམཱནཡཱ ཡུཝཏྱཱཔི ཀིམཔི ནཱཔརཱདྷྱཏེ ཏཐཱཙ ཏཱདྲྀཤཽ དྭཽ ཛནཽ ཤཱརཱིརིཀཾ ཀླེཤཾ ལཔྶྱེཏེ ཀིནྟུ ཡུཥྨཱན྄ པྲཏི མམ ཀརུཎཱ ཝིདྱཏེ།
Ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες. Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
29 ཧེ བྷྲཱཏརོ྅ཧམིདཾ བྲཝཱིམི, ཨིཏཿ པརཾ སམཡོ྅ཏཱིཝ སཾཀྵིཔྟཿ,
Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν,
30 ཨཏཿ ཀྲྀཏདཱརཻརཀྲྀཏདཱརཻརིཝ རུདདྦྷིཤྩཱརུདདྦྷིརིཝ སཱནནྡཻཤྩ ནིརཱནནྡཻརིཝ ཀྲེཏྲྀབྷིཤྩཱབྷཱགིབྷིརིཝཱཙརིཏཝྱཾ
καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες,
31 ཡེ ཙ སཾསཱརེ ཙརནྟི ཏཻ རྣཱཏིཙརིཏཝྱཾ ཡཏ ཨིཧལེཀསྱ ཀཽཏུཀོ ཝིཙལཏི།
καὶ οἱ χρώμενοι τὸν κόσμον, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 ཀིནྟུ ཡཱུཡཾ ཡནྣིཤྩིནྟཱ བྷཝེཏེཏི མམ ཝཱཉྪཱ། ཨཀྲྀཏཝིཝཱཧོ ཛནོ ཡཐཱ པྲབྷུཾ པརིཏོཥཡེཏ྄ ཏཐཱ པྲབྷུཾ ཙིནྟཡཏི,
Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ ˚Κυρίου, πῶς ἀρέσῃ τῷ ˚Κυρίῳ·
33 ཀིནྟུ ཀྲྀཏཝིཝཱཧོ ཛནོ ཡཐཱ བྷཱཪྻྱཱཾ པརིཏོཥཡེཏ྄ ཏཐཱ སཾསཱརཾ ཙིནྟཡཏི།
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. Καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος
34 ཏདྭད྄ ཨཱུཌྷཡོཥིཏོ ྅ནཱུཌྷཱ ཝིཤིཥྱཏེ། ཡཱནཱུཌྷཱ སཱ ཡཐཱ ཀཱཡམནསོཿ པཝིཏྲཱ བྷཝེཏ྄ ཏཐཱ པྲབྷུཾ ཙིནྟཡཏི ཡཱ ཙོཌྷཱ སཱ ཡཐཱ བྷརྟྟཱརཾ པརིཏོཥཡེཏ྄ ཏཐཱ སཾསཱརཾ ཙིནྟཡཏི།
ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ ˚Κυρίου, ἵνα ᾖ ἁγία, καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
35 ཨཧཾ ཡད྄ ཡུཥྨཱན྄ མྲྀགབནྡྷིནྱཱ པརིཀྵིཔེཡཾ ཏདརྠཾ ནཧི ཀིནྟུ ཡཱུཡཾ ཡདནིནྡིཏཱ བྷཱུཏྭཱ པྲབྷོཿ སེཝནེ྅བཱདྷམ྄ ཨཱསཀྟཱ བྷཝེཏ ཏདརྠམེཏཱནི སཪྻྭཱཎི ཡུཥྨཱཀཾ ཧིཏཱཡ མཡཱ ཀཐྱནྟེ།
Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ ˚Κυρίῳ ἀπερισπάστως.
36 ཀསྱཙིཏ྄ ཀནྱཱཡཱཾ ཡཽཝནཔྲཱཔྟཱཡཱཾ ཡདི ས ཏསྱཱ ཨནཱུཌྷཏྭཾ ནིནྡནཱིཡཾ ཝིཝཱཧཤྩ སཱདྷཡིཏཝྱ ཨིཏི མནྱཏེ ཏརྷི ཡཐཱབྷིལཱཥཾ ཀརོཏུ, ཨེཏེན ཀིམཔི ནཱཔརཱཏྶྱཏི ཝིཝཱཧཿ ཀྲིཡཏཱཾ།
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
37 ཀིནྟུ དུཿཁེནཱཀླིཥྚཿ ཀཤྩིཏ྄ པིཏཱ ཡདི སྠིརམནོགཏཿ སྭམནོ྅བྷིལཱཥསཱདྷནེ སམརྠཤྩ སྱཱཏ྄ མམ ཀནྱཱ མཡཱ རཀྵིཏཝྱེཏི མནསི ནིཤྩིནོཏི ཙ ཏརྷི ས བྷདྲཾ ཀརྨྨ ཀརོཏི།
Ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει.
38 ཨཏོ ཡོ ཝིཝཱཧཾ ཀརོཏི ས བྷདྲཾ ཀརྨྨ ཀརོཏི ཡཤྩ ཝིཝཱཧཾ ན ཀརོཏི ས བྷདྲཏརཾ ཀརྨྨ ཀརོཏི།
Ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων, κρεῖσσον ποιήσει.
39 ཡཱཝཏྐཱལཾ པཏི རྫཱིཝཏི ཏཱཝད྄ བྷཱཪྻྱཱ ཝྱཝསྠཡཱ ནིབདྡྷཱ ཏིཥྛཏི ཀིནྟུ པཏྱཽ མཧཱནིདྲཱཾ གཏེ སཱ མུཀྟཱིབྷཱུཡ ཡམབྷིལཥཏི ཏེན སཧ ཏསྱཱ ཝིཝཱཧོ བྷཝིཏུཾ ཤཀྣོཏི, ཀིནྟྭེཏཏ྄ ཀེཝལཾ པྲབྷུབྷཀྟཱནཱཾ མདྷྱེ།
Γυνὴ δέδεται ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν ˚Κυρίῳ.
40 ཏཐཱཙ སཱ ཡདི ནིཥྤཏིཀཱ ཏིཥྛཏི ཏརྷི ཏསྱཱཿ ཀྵེམཾ བྷཝིཥྱཏཱིཏི མམ བྷཱཝཿ། ཨཔརམ྄ ཨཱིཤྭརསྱཱཏྨཱ མམཱཔྱནྟ ཪྻིདྱཏ ཨིཏི མཡཱ བུདྷྱཏེ།
Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ, ˚Πνεῦμα ˚Θεοῦ ἔχειν.

< ༡ ཀརིནྠིནཿ 7 >