< ༡ ཀརིནྠིནཿ 14 >
1 ཡཱུཡཾ པྲེམཱཙརཎེ པྲཡཏདྷྭམ྄ ཨཱཏྨིཀཱན྄ དཱཡཱནཔི ཝིཤེཥཏ ཨཱིཤྭརཱིཡཱདེཤཀཐནསཱམརྠྱཾ པྲཱཔྟུཾ ཙེཥྚདྷྭཾ།
Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2 ཡོ ཛནཿ པརབྷཱཥཱཾ བྷཱཥཏེ ས མཱནུཥཱན྄ ན སམྦྷཱཥཏེ ཀིནྟྭཱིཤྭརམེཝ ཡཏཿ ཀེནཱཔི ཀིམཔི ན བུདྷྱཏེ ས ཙཱཏྨནཱ ནིགཱུཌྷཝཱཀྱཱནི ཀཐཡཏི;
ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
3 ཀིནྟུ ཡོ ཛན ཨཱིཤྭརཱིཡཱདེཤཾ ཀཐཡཏི ས པརེཥཱཾ ནིཥྛཱཡཻ ཧིཏོཔདེཤཱཡ སཱནྟྭནཱཡཻ ཙ བྷཱཥཏེ།
ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4 པརབྷཱཥཱཝཱདྱཱཏྨན ཨེཝ ནིཥྛཱཾ ཛནཡཏི ཀིནྟྭཱིཤྭརཱིཡཱདེཤཝཱདཱི སམིཏེ རྣིཥྛཱཾ ཛནཡཏི།
ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων, ἐκκλησίαν οἰκοδομεῖ·
5 ཡུཥྨཱཀཾ སཪྻྭེཥཱཾ པརབྷཱཥཱབྷཱཥཎམ྄ ཨིཙྪཱམྱཧཾ ཀིནྟྭཱིཤྭརཱིཡཱདེཤཀཐནམ྄ ཨདྷིཀམཔཱིཙྪཱམི། ཡཏཿ སམིཏེ རྣིཥྛཱཡཻ ཡེན སྭཝཱཀྱཱནཱམ྄ ཨརྠོ ན ཀྲིཡཏེ ཏསྨཱཏ྄ པརབྷཱཥཱཝཱདིཏ ཨཱིཤྭརཱིཡཱདེཤཝཱདཱི ཤྲེཡཱན྄།
θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6 ཧེ བྷྲཱཏརཿ, ཨིདཱནཱིཾ མཡཱ ཡདི ཡུཥྨཏྶམཱིཔཾ གམྱཏེ ཏརྷཱིཤྭརཱིཡདརྴནསྱ ཛྙཱནསྱ ཝེཤྭརཱིཡཱདེཤསྱ ཝཱ ཤིཀྵཱཡཱ ཝཱ ཝཱཀྱཱནི ན བྷཱཥིཏྭཱ པརབྷཱཥཱཾ བྷཱཥམཱཎེན མཡཱ ཡཱུཡཾ ཀིམུཔཀཱརིཥྱདྷྭེ?
νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ [ἐν] διδαχῇ;
7 ཨཔརཾ ཝཾཤཱིཝལླཀྱཱདིཥུ ནིཥྤྲཱཎིཥུ ཝཱདྱཡནྟྲེཥུ ཝཱདིཏེཥུ ཡདི ཀྐཎཱ ན ཝིཤིཥྱནྟེ ཏརྷི ཀིཾ ཝཱདྱཾ ཀིཾ ཝཱ གཱནཾ བྷཝཏི ཏཏ྄ ཀེན བོདྡྷུཾ ཤཀྱཏེ?
ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8 ཨཔརཾ རཎཏཱུཪྻྱཱ ནིསྭཎོ ཡདྱཝྱཀྟོ བྷཝེཏ྄ ཏརྷི ཡུདྡྷཱཡ ཀཿ སཛྫིཥྱཏེ?
καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9 ཏདྭཏ྄ ཛིཧྭཱབྷི ཪྻདི སུགམྱཱ ཝཱཀ྄ ཡུཥྨཱབྷི རྣ གདྱེཏ ཏརྷི ཡད྄ གདྱཏེ ཏཏ྄ ཀེན བྷོཏྶྱཏེ? ཝསྟུཏོ ཡཱུཡཾ དིགཱལཱཔིན ཨིཝ བྷཝིཥྱཐ།
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10 ཛགཏི ཀཏིཔྲཀཱརཱ ཨུཀྟཡོ ཝིདྱནྟེ? ཏཱསཱམེཀཱཔི ནིརརྠིཀཱ ནཧི;
τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·
11 ཀིནྟཱུཀྟེརརྠོ ཡདི མཡཱ ན བུདྷྱཏེ ཏརྷྱཧཾ ཝཀྟྲཱ མླེཙྪ ཨིཝ མཾསྱེ ཝཀྟཱཔི མཡཱ མླེཙྪ ཨིཝ མཾསྱཏེ།
ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος·
12 ཏསྨཱད྄ ཨཱཏྨིཀདཱཡལིཔྶཝོ ཡཱུཡཾ སམིཏེ རྣིཥྛཱརྠཾ པྲཱཔྟབཧུཝརཱ བྷཝིཏུཾ ཡཏདྷྭཾ,
οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 ཨཏཨེཝ པརབྷཱཥཱཝཱདཱི ཡད྄ ཨརྠཀརོ྅པི བྷཝེཏ྄ ཏཏ྄ པྲཱརྠཡཏཱཾ།
διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14 ཡདྱཧཾ པརབྷཱཥཡཱ པྲརྠནཱཾ ཀུཪྻྱཱཾ ཏརྷི མདཱིཡ ཨཱཏྨཱ པྲཱརྠཡཏེ, ཀིནྟུ མམ བུདྡྷི རྣིཥྥལཱ ཏིཥྛཏི།
ἐὰν [γὰρ] προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
15 ཨིཏྱནེན ཀིཾ ཀརཎཱིཡཾ? ཨཧམ྄ ཨཱཏྨནཱ པྲཱརྠཡིཥྱེ བུདྡྷྱཱཔི པྲཱརྠཡིཥྱེ; ཨཔརཾ ཨཱཏྨནཱ གཱསྱཱམི བུདྡྷྱཱཔི གཱསྱཱམི།
τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ [δὲ] καὶ τῷ νοΐ.
16 ཏྭཾ ཡདཱཏྨནཱ དྷནྱཝཱདཾ ཀརོཥི ཏདཱ ཡད྄ ཝདསི ཏད྄ ཡདི ཤིཥྱེནེཝོཔསྠིཏེན ཛནེན ན བུདྡྷྱཏེ ཏརྷི ཏཝ དྷནྱཝཱདསྱཱནྟེ ཏཐཱསྟྭིཏི ཏེན ཝཀྟཾ ཀཐཾ ཤཀྱཏེ?
ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
17 ཏྭཾ སམྱག྄ ཨཱིཤྭརཾ དྷནྱཾ ཝདསཱིཏི སཏྱཾ ཏཐཱཔི ཏཏྲ པརསྱ ནིཥྛཱ ན བྷཝཏི།
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλὰ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18 ཡུཥྨཱཀཾ སཪྻྭེབྷྱོ྅ཧཾ པརབྷཱཥཱབྷཱཥཎེ སམརྠོ྅སྨཱིཏི ཀཱརཎཱད྄ ཨཱིཤྭརཾ དྷནྱཾ ཝདཱམི;
Εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσῃ λαλῶ·
19 ཏཐཱཔི སམིཏཽ པརོཔདེཤཱརྠཾ མཡཱ ཀཐིཏཱནི པཉྩ ཝཱཀྱཱནི ཝརཾ ན ཙ ལཀྵཾ པརབྷཱཥཱིཡཱནི ཝཱཀྱཱནི།
ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 ཧེ བྷྲཱཏརཿ, ཡཱུཡཾ བུདྡྷྱཱ བཱལཀཱཨིཝ མཱ བྷཱུཏ པརནྟུ དུཥྚཏཡཱ ཤིཤཝཨིཝ བྷཱུཏྭཱ བུདྡྷྱཱ སིདྡྷཱ བྷཝཏ།
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
21 ཤཱསྟྲ ཨིདཾ ལིཁིཏམཱསྟེ, ཡཐཱ, ཨིཏྱཝོཙཏ྄ པརེཤོ྅ཧམ྄ ཨཱབྷཱཥིཥྱ ཨིམཱན྄ ཛནཱན྄། བྷཱཥཱབྷིཿ པརཀཱིཡཱབྷི ཪྻཀྟྲཻཤྩ པརདེཤིབྷིཿ། ཏཐཱ མཡཱ ཀྲྀཏེ྅པཱིམེ ན གྲཧཱིཥྱནྟི མདྭཙཿ༎
ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέρων, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
22 ཨཏཨེཝ ཏཏ྄ པརབྷཱཥཱབྷཱཥཎཾ ཨཝིཤྩཱསིནཿ པྲཏི ཙིཧྣརཱུཔཾ བྷཝཏི ན ཙ ཝིཤྭཱསིནཿ པྲཏི; ཀིནྟྭཱིཤྭརཱིཡཱདེཤཀཐནཾ ནཱཝིཤྭཱསིནཿ པྲཏི ཏད྄ ཝིཤྭཱསིནཿ པྲཏྱེཝ།
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
23 སམིཏིབྷུཀྟེཥུ སཪྻྭེཥུ ཨེཀསྨིན྄ སྠཱནེ མིལིཏྭཱ པརབྷཱཥཱཾ བྷཱཥམཱཎེཥུ ཡདི ཛྙཱནཱཀཱངྐྵིཎོ྅ཝིཤྭཱསིནོ ཝཱ ཏཏྲཱགཙྪེཡུསྟརྷི ཡུཥྨཱན྄ ཨུནྨཏྟཱན྄ ཀིཾ ན ཝདིཥྱནྟི?
ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24 ཀིནྟུ སཪྻྭེཥྭཱིཤྭརཱིཡཱདེཤཾ པྲཀཱཤཡཏྶུ ཡདྱཝིཤྭཱསཱི ཛྙཱནཱཀཱངྐྵཱི ཝཱ ཀཤྩིཏ྄ ཏཏྲཱགཙྪཏི ཏརྷི སཪྻྭཻརེཝ ཏསྱ པཱཔཛྙཱནཾ པརཱིཀྵཱ ཙ ཛཱཡཏེ,
ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
25 ཏཏསྟསྱཱནྟཿཀརཎསྱ གུཔྟཀལྤནཱསུ ཝྱཀྟཱིབྷཱུཏཱསུ སོ྅དྷོམུཁཿ པཏན྄ ཨཱིཤྭརམཱརཱདྷྱ ཡུཥྨནྨདྷྱ ཨཱིཤྭརོ ཝིདྱཏེ ཨིཏི སཏྱཾ ཀཐཱམེཏཱཾ ཀཐཡིཥྱཏི།
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
26 ཧེ བྷྲཱཏརཿ, སམྨིལིཏཱནཱཾ ཡུཥྨཱཀམ྄ ཨེཀེན གཱིཏམ྄ ཨནྱེནོཔདེཤོ྅ནྱེན པརབྷཱཥཱནྱེན ཨཻཤྭརིཀདརྴནམ྄ ཨནྱེནཱརྠབོདྷཀཾ ཝཱཀྱཾ ལབྷྱཏེ ཀིམེཏཏ྄? སཪྻྭམེཝ པརནིཥྛཱརྠཾ ཡུཥྨཱབྷིཿ ཀྲིཡཏཱཾ།
Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27 ཡདི ཀཤྩིད྄ བྷཱཥཱནྟརཾ ཝིཝཀྵཏི ཏརྷྱེཀསྨིན྄ དིནེ དྭིཛནེན ཏྲིཛནེན ཝཱ པརབྷཱཥཱ ཀཐྱཏཱཾ ཏདདྷིཀཻརྣ ཀཐྱཏཱཾ ཏཻརཔི པཪྻྱཱཡཱནུསཱརཱཏ྄ ཀཐྱཏཱཾ, ཨེཀེན ཙ ཏདརྠོ བོདྷྱཏཱཾ།
εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος· καὶ εἷς διερμηνευέτω·
28 ཀིནྟྭརྠཱབྷིདྷཱཡཀཿ ཀོ྅པི ཡདི ན ཝིདྱཏེ ཏརྷི ས སམིཏཽ ཝཱཙཾཡམཿ སྠིཏྭེཤྭརཱཡཱཏྨནེ ཙ ཀཐཱཾ ཀཐཡཏུ།
ἐὰν δὲ μὴ ᾖ ἑρμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
29 ཨཔརཾ དྭཽ ཏྲཡོ ཝེཤྭརཱིཡཱདེཤཝཀྟཱརཿ སྭཾ སྭམཱདེཤཾ ཀཐཡནྟུ ཏདནྱེ ཙ ཏཾ ཝིཙཱརཡནྟུ།
προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
30 ཀིནྟུ ཏཏྲཱཔརེཎ ཀེནཙིཏ྄ ཛནེནེཤྭརཱིཡཱདེཤེ ལབྡྷེ པྲཐམེན ཀཐནཱཏ྄ ནིཝརྟྟིཏཝྱཾ།
ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31 སཪྻྭེ ཡཏ྄ ཤིཀྵཱཾ སཱནྟྭནཱཉྩ ལབྷནྟེ ཏདརྠཾ ཡཱུཡཾ སཪྻྭེ པཪྻྱཱཡེཎེཤྭརཱིཡཱདེཤཾ ཀཐཡིཏུཾ ཤཀྣུཐ།
δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται·
32 ཨཱིཤྭརཱིཡཱདེཤཝཀྟྲྀཎཱཾ མནཱཾསི ཏེཥཱམ྄ ཨདྷཱིནཱནི བྷཝནྟི།
καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
33 ཡཏ ཨཱིཤྭརཿ ཀུཤཱསནཛནཀོ ནཧི སུཤཱསནཛནཀ ཨེཝེཏི པཝིཏྲལོཀཱནཱཾ སཪྻྭསམིཏིཥུ པྲཀཱཤཏེ།
οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 ཨཔརཉྩ ཡུཥྨཱཀཾ ཝནིཏཱཿ སམིཏིཥུ ཏཱུཥྞཱིམྦྷཱུཏཱསྟིཥྛནྟུ ཡཏཿ ཤཱསྟྲལིཁིཏེན ཝིདྷིནཱ ཏཱཿ ཀཐཱཔྲཙཱརཎཱཏ྄ ནིཝཱརིཏཱསྟཱབྷི རྣིགྷྲཱབྷི རྦྷཝིཏཝྱཾ།
αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.
35 ཨཏསྟཱ ཡདི ཀིམཔི ཛིཛྙཱསནྟེ ཏརྷི གེཧེཥུ པཏཱིན྄ པྲྀཙྪནྟུ ཡཏཿ སམིཏིམདྷྱེ ཡོཥིཏཱཾ ཀཐཱཀཐནཾ ནིནྡནཱིཡཾ།
εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
36 ཨཻཤྭརཾ ཝཙཿ ཀིཾ ཡུཥྨཏྟོ ནིརགམཏ? ཀེཝལཾ ཡུཥྨཱན྄ ཝཱ ཏཏ྄ ཀིམ྄ ཨུཔཱགཏཾ?
ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 ཡཿ ཀཤྩིད྄ ཨཱཏྨཱནམ྄ ཨཱིཤྭརཱིཡཱདེཤཝཀྟཱརམ྄ ཨཱཏྨནཱཝིཥྚཾ ཝཱ མནྱཏེ ས ཡུཥྨཱན྄ པྲཏི མཡཱ ཡད྄ ཡཏ྄ ལིཁྱཏེ ཏཏྤྲབྷུནཱཛྙཱཔིཏམ྄ ཨཱིཏྱུརརཱི ཀརོཏུ།
εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι κυρίου ἐστὶν ἐντολή·
38 ཀིནྟུ ཡཿ ཀཤྩིཏ྄ ཨཛྙོ བྷཝཏི སོ྅ཛྙ ཨེཝ ཏིཥྛཏུ།
εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.
39 ཨཏཨེཝ ཧེ བྷྲཱཏརཿ, ཡཱུཡམ྄ ཨཱིཤྭརཱིཡཱདེཤཀཐནསཱམརྠྱཾ ལབྡྷུཾ ཡཏདྷྭཾ པརབྷཱཥཱབྷཱཥཎམཔི ཡུཥྨཱབྷི རྣ ནིཝཱཪྻྱཏཱཾ།
ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις.
40 སཪྻྭཀརྨྨཱཎི ཙ ཝིདྷྱནུསཱརཏཿ སུཔརིཔཱཊྱཱ ཀྲིཡནྟཱཾ།
πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.