< 2 karinthinaḥ 3 >
1 vayaṁ kim ātmapraśaṁsanaṁ punarārabhāmahē? yuṣmān prati yuṣmattō vā parēṣāṁ kēṣāñcid ivāsmākamapi kiṁ praśaṁsāpatrēṣu prayōjanam āstē?
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν συστατικῶν;
2 yūyamēvāsmākaṁ praśaṁsāpatraṁ taccāsmākam antaḥkaraṇēṣu likhitaṁ sarvvamānavaiśca jñēyaṁ paṭhanīyañca|
ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,
3 yatō 'smābhiḥ sēvitaṁ khrīṣṭasya patraṁ yūyapēva, tacca na masyā kintvamarasyēśvarasyātmanā likhitaṁ pāṣāṇapatrēṣu tannahi kintu kravyamayēṣu hr̥tpatrēṣu likhitamiti suspaṣṭaṁ|
φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλὰ ἐν πλαξὶ καρδίαις σαρκίναις.
4 khrīṣṭēnēśvaraṁ pratyasmākam īdr̥śō dr̥ḍhaviśvāsō vidyatē;
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν.
5 vayaṁ nijaguṇēna kimapi kalpayituṁ samarthā iti nahi kintvīśvarādasmākaṁ sāmarthyaṁ jāyatē|
οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ,
6 tēna vayaṁ nūtananiyamasyārthatō 'kṣarasaṁsthānasya tannahi kintvātmana ēva sēvanasāmarthyaṁ prāptāḥ| akṣarasaṁsthānaṁ mr̥tyujanakaṁ kintvātmā jīvanadāyakaḥ|
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.
7 akṣarai rvilikhitapāṣāṇarūpiṇī yā mr̥tyōḥ sēvā sā yadīdr̥k tējasvinī jātā yattasyācirasthāyinastējasaḥ kāraṇāt mūsasō mukham isrāyēlīyalōkaiḥ saṁdraṣṭuṁ nāśakyata,
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
8 tarhyātmanaḥ sēvā kiṁ tatō'pi bahutējasvinī na bhavēt?
πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
9 daṇḍajanikā sēvā yadi tējōyuktā bhavēt tarhi puṇyajanikā sēvā tatō'dhikaṁ bahutējōyuktā bhaviṣyati|
εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.
10 ubhayōstulanāyāṁ kr̥tāyām ēkasyāstējō dvitīyāyāḥ prakharatarēṇa tējasā hīnatējō bhavati|
καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.
11 yasmād yat lōpanīyaṁ tad yadi tējōyuktaṁ bhavēt tarhi yat cirasthāyi tad bahutaratējōyuktamēva bhaviṣyati|
εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 īdr̥śīṁ pratyāśāṁ labdhvā vayaṁ mahatīṁ pragalbhatāṁ prakāśayāmaḥ|
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
13 isrāyēlīyalōkā yat tasya lōpanīyasya tējasaḥ śēṣaṁ na vilōkayēyustadarthaṁ mūsā yādr̥g āvaraṇēna svamukham ācchādayat vayaṁ tādr̥k na kurmmaḥ|
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
14 tēṣāṁ manāṁsi kaṭhinībhūtāni yatastēṣāṁ paṭhanasamayē sa purātanō niyamastēnāvaraṇēnādyāpi pracchannastiṣṭhati|
ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται,
15 tacca na dūrībhavati yataḥ khrīṣṭēnaiva tat lupyatē| mūsasaḥ śāstrasya pāṭhasamayē'dyāpi tēṣāṁ manāṁsi tēnāvaraṇēna pracchādyantē|
ἀλλ᾽ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
16 kintu prabhuṁ prati manasi parāvr̥ttē tad āvaraṇaṁ dūrīkāriṣyatē|
ἡνίκα δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17 yaḥ prabhuḥ sa ēva sa ātmā yatra ca prabhōrātmā tatraiva muktiḥ|
ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.
18 vayañca sarvvē'nācchāditēnāsyēna prabhōstējasaḥ pratibimbaṁ gr̥hlanta ātmasvarūpēṇa prabhunā rūpāntarīkr̥tā varddhamānatējōyuktāṁ tāmēva pratimūrttiṁ prāpnumaḥ|
ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.