< प्रकाशितं 11 >
1 अनन्तरं परिमाणदण्डवद् एको नलो मह्यमदायि, स च दूत उपतिष्ठन् माम् अवदत्, उत्थायेश्वरस्य मन्दिरं वेदीं तत्रत्यसेवकांश्च मिमीष्व।
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
2 किन्तु मन्दिरस्य बहिःप्राङ्गणं त्यज न मिमीष्व यतस्तद् अन्यजातीयेभ्यो दत्तं, पवित्रं नगरञ्च द्विचत्वारिंशन्मासान् यावत् तेषां चरणै र्मर्द्दिष्यते।
καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα δύο.
3 पश्चात् मम द्वाभ्यां साक्षिभ्यां मया सामर्थ्यं दायिष्यते तावुष्ट्रलोमजवस्त्रपरिहितौ षष्ठ्यधिकद्विशताधिकसहस्रदिनानि यावद् भविष्यद्वाक्यानि वदिष्यतः।
καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους.
4 तावेव जगदीश्वरस्यान्तिके तिष्ठन्तौ जितवृक्षौ दीपवृक्षौ च।
Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶτες.
5 यदि केचित् तौ हिंसितुं चेष्टन्ते तर्हि तयो र्वदनाभ्याम् अग्नि र्निर्गत्य तयोः शत्रून् भस्मीकरिष्यति। यः कश्चित् तौ हिंसितुं चेष्टते तेनैवमेव विनष्टव्यं।
καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
6 तयो र्भविष्यद्वाक्यकथनदिनेषु यथा वृष्टि र्न जायते तथा गगनं रोद्धुं तयोः सामर्थ्यम् अस्ति, अपरं तोयानि शोणितरूपाणि कर्त्तुं निजाभिलाषात् मुहुर्मुहुः सर्व्वविधदण्डैः पृथिवीम् आहन्तुञ्च तयोः सामर्थ्यमस्ति।
οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.
7 अपरं तयोः साक्ष्ये समाप्ते सति रसातलाद् येनोत्थितव्यं स पशुस्ताभ्यां सह युद्ध्वा तौ जेष्यति हनिष्यति च। (Abyssos )
καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. (Abyssos )
8 ततस्तयोः प्रभुरपि यस्यां महापुर्य्यां क्रुशे हतो ऽर्थतो यस्याः पारमार्थिकनामनी सिदोमं मिसरश्चेति तस्या महापुर्य्यांः सन्निवेशे तयोः कुणपे स्थास्यतः।
καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.
9 ततो नानाजातीया नानावंशीया नानाभाषावादिनो नानादेशीयाश्च बहवो मानवाः सार्द्धदिनत्रयं तयोः कुणपे निरीक्षिष्यन्ते, तयोः कुणपयोः श्मशाने स्थापनं नानुज्ञास्यन्ति।
καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
10 पृथिवीनिवासिनश्च तयो र्हेतोरानन्दिष्यन्ति सुखभोगं कुर्व्वन्तः परस्परं दानानि प्रेषयिष्यन्ति च यतस्ताभ्यां भविष्यद्वादिभ्यां पृथिवीनिवासिनो यातनां प्राप्ताः।
καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 तस्मात् सार्द्धदिनत्रयात् परम् ईश्वरात् जीवनदायक आत्मनि तौ प्रविष्टे तौ चरणैरुदतिष्ठतां, तेन यावन्तस्तावपश्यन् ते ऽतीव त्रासयुक्ता अभवन्।
καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 ततः परं तौ स्वर्गाद् उच्चैरिदं कथयन्तं रवम् अशृणुतां युवां स्थानम् एतद् आरोहतां ततस्तयोः शत्रुषु निरीक्षमाणेषु तौ मेघेन स्वर्गम् आरूढवन्तौ।
καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς Ἀνάβατε ὧδε· καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 तद्दण्डे महाभूमिकम्पे जाते पुर्य्या दशमांशः पतितः सप्तसहस्राणि मानुषाश्च तेन भूमिकम्पेन हताः, अवशिष्टाश्च भयं गत्वा स्वर्गीयेश्वरस्य प्रशंसाम् अकीर्त्तयन्।
Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
14 द्वितीयः सन्तापो गतः पश्य तृतीयः सन्तापस्तूर्णम् आगच्छति।
Ἡ Οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ Οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.
15 अनन्तरं सप्तदूतेन तूर्य्यां वादितायां स्वर्ग उच्चैः स्वरैर्वागियं कीर्त्तिता, राजत्वं जगतो यद्यद् राज्यं तदधुनाभवत्। अस्मत्प्रभोस्तदीयाभिषिक्तस्य तारकस्य च। तेन चानन्तकालीयं राजत्वं प्रकरिष्यते॥ (aiōn )
Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn )
16 अपरम् ईश्वरस्यान्तिके स्वकीयसिंहासनेषूपविष्टाश्चतुर्विंशतिप्राचीना भुवि न्यङ्भूखा भूत्वेश्वरं प्रणम्यावदन्,
καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ Θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,
17 हे भूत वर्त्तमानापि भविष्यंश्च परेश्वर। हे सर्व्वशक्तिमन् स्वामिन् वयं ते कुर्म्महे स्तवं। यत् त्वया क्रियते राज्यं गृहीत्वा ते महाबलं।
λέγοντες Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεός ὁ Παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας·
18 विजातीयेषु कुप्यत्सु प्रादुर्भूता तव क्रुधा। मृतानामपि कालो ऽसौ विचारो भविता यदा। भृत्याश्च तव यावन्तो भविष्यद्वादिसाधवः। ये च क्षुद्रा महान्तो वा नामतस्ते हि बिभ्यति। यदा सर्व्वेभ्य एतेभ्यो वेतनं वितरिष्यते। गन्तव्यश्च यदा नाशो वसुधाया विनाशकैः॥
καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
19 अनन्तरम् ईश्वरस्य स्वर्गस्थमन्दिरस्य द्वारं मुक्तं तन्मन्दिरमध्ये च नियममञ्जूषा दृश्याभवत्, तेन तडितो रवाः स्तनितानि भूमिकम्पो गुरुतरशिलावृष्टिश्चैतानि समभवन्।
καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.