< मथिः 21 >

1 अनन्तरं तेषु यिरूशालम्नगरस्य समीपवेर्त्तिनो जैतुननामकधराधरस्य समीपस्थ्तिं बैत्फगिग्रामम् आगतेषु, यीशुः शिष्यद्वयं प्रेषयन् जगाद,
Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς
2 युवां सम्मुखस्थग्रामं गत्वा बद्धां यां सवत्सां गर्द्दभीं हठात् प्राप्स्यथः, तां मोचयित्वा मदन्तिकम् आनयतं।
λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
3 तत्र यदि कश्चित् किञ्चिद् वक्ष्यति, तर्हि वदिष्यथः, एतस्यां प्रभोः प्रयोजनमास्ते, तेन स तत्क्षणात् प्रहेष्यति।
καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστέλλει αὐτούς.
4 सीयोनः कन्यकां यूयं भाषध्वमिति भारतीं। पश्य ते नम्रशीलः सन् नृप आरुह्य गर्दभीं। अर्थादारुह्य तद्वत्समायास्यति त्वदन्तिकं।
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
5 भविष्यद्वादिनोक्तं वचनमिदं तदा सफलमभूत्।
εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
6 अनन्तरं तौ श्ष्यिौ यीशो र्यथानिदेशं तं ग्रामं गत्वा
πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
7 गर्दभीं तद्वत्सञ्च समानीतवन्तौ, पश्चात् तदुपरि स्वीयवसनानी पातयित्वा तमारोहयामासतुः।
ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
8 ततो बहवो लोका निजवसनानि पथि प्रसारयितुमारेभिरे, कतिपया जनाश्च पादपपर्णादिकं छित्वा पथि विस्तारयामासुः।
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
9 अग्रगामिनः पश्चाद्गामिनश्च मनुजा उच्चैर्जय जय दायूदः सन्तानेति जगदुः परमेश्वरस्य नाम्ना य आयाति स धन्यः, सर्व्वोपरिस्थस्वर्गेपि जयति।
οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
10 इत्थं तस्मिन् यिरूशालमं प्रविष्टे कोऽयमिति कथनात् कृत्स्नं नगरं चञ्चलमभवत्।
καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
11 तत्र लोकोः कथयामासुः, एष गालील्प्रदेशीय-नासरतीय-भविष्यद्वादी यीशुः।
οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἔστιν Ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.
12 अनन्तरं यीशुरीश्वरस्य मन्दिरं प्रविश्य तन्मध्यात् क्रयविक्रयिणो वहिश्चकार; वणिजां मुद्रासनानी कपोतविक्रयिणाञ्चसनानी च न्युव्जयामास।
Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
13 अपरं तानुवाच, एषा लिपिरास्ते, "मम गृहं प्रार्थनागृहमिति विख्यास्यति", किन्तु यूयं तद् दस्यूनां गह्वरं कृतवन्तः।
καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
14 तदनन्तरम् अन्धखञ्चलोकास्तस्य समीपमागताः, स तान् निरामयान् कृतवान्।
Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς.
15 यदा प्रधानयाजका अध्यापकाश्च तेन कृतान्येतानि चित्रकर्म्माणि ददृशुः, जय जय दायूदः सन्तान, मन्दिरे बालकानाम् एतादृशम् उच्चध्वनिं शुश्रुवुश्च, तदा महाक्रुद्धा बभूवः,
ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν
16 तं पप्रच्छुश्च, इमे यद् वदन्ति, तत् किं त्वं शृणोषि? ततो यीशुस्तान् अवोचत्, सत्यम्; स्तन्यपायिशिशूनाञ्च बालकानाञ्च वक्त्रतः। स्वकीयं महिमानं त्वं संप्रकाशयसि स्वयं। एतद्वाक्यं यूयं किं नापठत?
καὶ εἶπον αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
17 ततस्तान् विहाय स नगराद् बैथनियाग्रामं गत्वा तत्र रजनीं यापयामास।
καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
18 अनन्तरं प्रभाते सति यीशुः पुनरपि नगरमागच्छन् क्षुधार्त्तो बभूव।
Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε·
19 ततो मार्गपार्श्व उडुम्बरवृक्षमेकं विलोक्य तत्समीपं गत्वा पत्राणि विना किमपि न प्राप्य तं पादपं प्रोवाच, अद्यारभ्य कदापि त्वयि फलं न भवतु; तेन तत्क्षणात् स उडुम्बरमाहीरुहः शुष्कतां गतः। (aiōn g165)
καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. (aiōn g165)
20 तद् दृष्ट्वा शिष्या आश्चर्य्यं विज्ञाय कथयामासुः, आः, उडुम्वरपादपोऽतितूर्णं शुष्कोऽभवत्।
καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
21 ततो यीशुस्तानुवाच, युष्मानहं सत्यं वदामि, यदि यूयमसन्दिग्धाः प्रतीथ, तर्हि यूयमपि केवलोडुम्वरपादपं प्रतीत्थं कर्त्तुं शक्ष्यथ, तन्न, त्वं चलित्वा सागरे पतेति वाक्यं युष्माभिरस्मिन शैले प्रोक्तेपि तदैव तद् घटिष्यते।
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
22 तथा विश्वस्य प्रार्थ्य युष्माभि र्यद् याचिष्यते, तदेव प्राप्स्यते।
καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.
23 अनन्तरं मन्दिरं प्रविश्योपदेशनसमये तत्समीपं प्रधानयाजकाः प्राचीनलोकाश्चागत्य पप्रच्छुः, त्वया केन सामर्थ्यनैतानि कर्म्माणि क्रियन्ते? केन वा तुभ्यमेतानि सामर्थ्यानि दत्तानि?
Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
24 ततो यीशुः प्रत्यवदत्, अहमपि युष्मान् वाचमेकां पृच्छामि, यदि यूयं तदुत्तरं दातुं शक्ष्यथ, तदा केन सामर्थ्येन कर्म्माण्येतानि करोमि, तदहं युष्मान् वक्ष्यामि।
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
25 योहनो मज्जनं कस्याज्ञयाभवत्? किमीश्वरस्य मनुष्यस्य वा? ततस्ते परस्परं विविच्य कथयामासुः, यदीश्वरस्येति वदामस्तर्हि यूयं तं कुतो न प्रत्यैत? वाचमेतां वक्ष्यति।
τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾽ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ·
26 मनुष्यस्येति वक्तुमपि लोकेभ्यो बिभीमः, यतः सर्व्वैरपि योहन् भविष्यद्वादीति ज्ञायते।
ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.
27 तस्मात् ते यीशुं प्रत्यवदन्, तद् वयं न विद्मः। तदा स तानुक्तवान्, तर्हि केन सामरथ्येन कर्म्माण्येतान्यहं करोमि, तदप्यहं युष्मान् न वक्ष्यामि।
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
28 कस्यचिज्जनस्य द्वौ सुतावास्तां स एकस्य सुतस्य समीपं गत्वा जगाद, हे सुत, त्वमद्य मम द्राक्षाक्षेत्रे कर्म्म कर्तुं व्रज।
Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
29 ततः स उक्तवान्, न यास्यामि, किन्तु शेषेऽनुतप्य जगाम।
ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε.
30 अनन्तरं सोन्यसुतस्य समीपं गत्वा तथैव कथ्तिवान्; ततः स प्रत्युवाच, महेच्छ यामि, किन्तु न गतः।
καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.
31 एतयोः पुत्रयो र्मध्ये पितुरभिमतं केन पालितं? युष्माभिः किं बुध्यते? ततस्ते प्रत्यूचुः, प्रथमेन पुुत्रेण। तदानीं यीशुस्तानुवाच, अहं युष्मान् तथ्यं वदामि, चण्डाला गणिकाश्च युष्माकमग्रत ईश्वरस्य राज्यं प्रविशन्ति।
τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
32 यतो युष्माकं समीपं योहनि धर्म्मपथेनागते यूयं तं न प्रतीथ, किन्तु चण्डाला गणिकाश्च तं प्रत्यायन्, तद् विलोक्यापि यूयं प्रत्येतुं नाखिद्यध्वं।
ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33 अपरमेकं दृष्टान्तं शृणुत, कश्चिद् गृहस्थः क्षेत्रे द्राक्षालता रोपयित्वा तच्चतुर्दिक्षु वारणीं विधाय तन्मध्ये द्राक्षायन्त्रं स्थापितवान्, माञ्चञ्च निर्म्मितवान्, ततः कृषकेषु तत् क्षेत्रं समर्प्य स्वयं दूरदेशं जगाम।
Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
34 तदनन्तरं फलसमय उपस्थिते स फलानि प्राप्तुं कृषीवलानां समीपं निजदासान् प्रेषयामास।
ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
35 किन्तु कृषीवलास्तस्य तान् दासेयान् धृत्वा कञ्चन प्रहृतवन्तः, कञ्चन पाषाणैराहतवन्तः, कञ्चन च हतवन्तः।
καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
36 पुनरपि स प्रभुः प्रथमतोऽधिकदासेयान् प्रेषयामास, किन्तु ते तान् प्रत्यपि तथैव चक्रुः।
πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
37 अनन्तरं मम सुते गते तं समादरिष्यन्ते, इत्युक्त्वा शेषे स निजसुतं तेषां सन्निधिं प्रेषयामास।
ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
38 किन्तु ते कृषीवलाः सुतं वीक्ष्य परस्परम् इति मन्त्रयितुम् आरेभिरे, अयमुत्तराधिकारी वयमेनं निहत्यास्याधिकारं स्ववशीकरिष्यामः।
οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
39 पश्चात् ते तं धृत्वा द्राक्षाक्षेत्राद् बहिः पातयित्वाबधिषुः।
καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
40 यदा स द्राक्षाक्षेत्रपतिरागमिष्यति, तदा तान् कृषीवलान् किं करिष्यति?
ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
41 ततस्ते प्रत्यवदन्, तान् कलुषिणो दारुणयातनाभिराहनिष्यति, ये च समयानुक्रमात् फलानि दास्यन्ति, तादृशेषु कृषीवलेषु क्षेत्रं समर्पयिष्यति।
λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42 तदा यीशुना ते गदिताः, ग्रहणं न कृतं यस्य पाषाणस्य निचायकैः। प्रधानप्रस्तरः कोणे सएव संभविष्यति। एतत् परेशितुः कर्म्मास्मदृष्टावद्भुतं भवेत्। धर्म्मग्रन्थे लिखितमेतद्वचनं युष्माभिः किं नापाठि?
λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
43 तस्मादहं युष्मान् वदामि, युष्मत्त ईश्वरीयराज्यमपनीय फलोत्पादयित्रन्यजातये दायिष्यते।
διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·
44 यो जन एतत्पाषाणोपरि पतिष्यति, तं स भंक्ष्यते, किन्त्वयं पाषाणो यस्योपरि पतिष्यति, तं स धूलिवत् चूर्णीकरिष्यति।
καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
45 तदानीं प्राधनयाजकाः फिरूशिनश्च तस्येमां दृष्टान्तकथां श्रुत्वा सोऽस्मानुद्दिश्य कथितवान्, इति विज्ञाय तं धर्त्तुं चेष्टितवन्तः;
καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
46 किन्तु लोकेभ्यो बिभ्युः, यतो लोकैः स भविष्यद्वादीत्यज्ञायि।
καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.

< मथिः 21 >