< २ पितरः 1 >
1 ये जना अस्माभिः सार्द्धम् अस्तदीश्वरे त्रातरि यीशुख्रीष्टे च पुण्यसम्बलितविश्वासधनस्य समानांशित्वं प्राप्तास्तान् प्रति यीशुख्रीष्टस्य दासः प्रेरितश्च शिमोन् पितरः पत्रं लिखति।
Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ·
2 ईश्वरस्यास्माकं प्रभो र्यीशोश्च तत्वज्ञानेन युष्मास्वनुग्रहशान्त्यो र्बाहुल्यं वर्त्ततां।
χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
3 जीवनार्थम् ईश्वरभक्त्यर्थञ्च यद्यद् आवश्यकं तत् सर्व्वं गौरवसद्गुणाभ्याम् अस्मदाह्वानकारिणस्तत्त्वज्ञानद्वारा तस्येश्वरीयशक्तिरस्मभ्यं दत्तवती।
Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
4 तत्सर्व्वेण चास्मभ्यं तादृशा बहुमूल्या महाप्रतिज्ञा दत्ता याभि र्यूयं संसारव्याप्तात् कुत्सिताभिलाषमूलात् सर्व्वनाशाद् रक्षां प्राप्येश्वरीयस्वभावस्यांशिनो भवितुं शक्नुथ।
δι’ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
5 ततो हेतो र्यूयं सम्पूर्णं यत्नं विधाय विश्वासे सौजन्यं सौजन्ये ज्ञानं
καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
6 ज्ञान आयतेन्द्रियताम् आयतेन्द्रियतायां धैर्य्यं धैर्य्य ईश्वरभक्तिम्
ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
7 ईश्वरभक्तौ भ्रातृस्नेहे च प्रेम युङ्क्त।
ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
8 एतानि यदि युष्मासु विद्यन्तेे वर्द्धन्ते च तर्ह्यस्मत्प्रभो र्यीशुख्रीष्टस्य तत्त्वज्ञाने युष्मान् अलसान् निष्फलांश्च न स्थापयिष्यन्ति।
ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·
9 किन्त्वेतानि यस्य न विद्यन्ते सो ऽन्धो मुद्रितलोचनः स्वकीयपूर्व्वपापानां मार्ज्जनस्य विस्मृतिं गतश्च।
ᾧ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
10 तस्माद् हे भ्रातरः, यूयं स्वकीयाह्वानवरणयो र्दृढकरणे बहु यतध्वं, तत् कृत्वा कदाच न स्खलिष्यथ।
διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
11 यतो ऽनेन प्रकारेणास्माकं प्रभोस्त्रातृ र्यीशुख्रीष्टस्यानन्तराज्यस्य प्रवेशेन यूयं सुकलेन योजयिष्यध्वे। (aiōnios )
οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. (aiōnios )
12 यद्यपि यूयम् एतत् सर्व्वं जानीथ वर्त्तमाने सत्यमते सुस्थिरा भवथ च तथापि युष्मान् सर्व्वदा तत् स्मारयितुम् अहम् अयत्नवान् न भविष्यामि।
Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
13 यावद् एतस्मिन् दूष्ये तिष्ठामि तावद् युष्मान् स्मारयन् प्रबोधयितुं विहितं मन्ये।
δίκαιον δὲ ἡγοῦμαι, ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
14 यतो ऽस्माकं प्रभु र्यीशुख्रीष्टो मां यत् ज्ञापितवान् तदनुसाराद् दूष्यमेतत् मया शीघ्रं त्यक्तव्यम् इति जानामि।
εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι·
15 मम परलोकगमनात् परमपि यूयं यदेतानि स्मर्त्तुं शक्ष्यथ तस्मिन् सर्व्वथा यतिष्ये।
σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
16 यतो ऽस्माकं प्रभो र्यीशुख्रीष्टस्य पराक्रमं पुनरागमनञ्च युष्मान् ज्ञापयन्तो वयं कल्पितान्युपाख्यानान्यन्वगच्छामेति नहि किन्तु तस्य महिम्नः प्रत्यक्षसाक्षिणो भूत्वा भाषितवन्तः।
οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
17 यतः स पितुरीश्वराद् गौरवं प्रशंसाञ्च प्राप्तवान् विशेषतो महिमयुक्ततेजोमध्याद् एतादृशी वाणी तं प्रति निर्गतवती, यथा, एष मम प्रियपुत्र एतस्मिन् मम परमसन्तोषः।
λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης Ὁ Υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν, εἰς ὃν ἐγὼ εὐδόκησα, —
18 स्वर्गात् निर्गतेयं वाणी पवित्रपर्व्वते तेन सार्द्धं विद्यमानैरस्माभिरश्रावि।
καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει.
19 अपरम् अस्मत्समीपे दृढतरं भविष्यद्वाक्यं विद्यते यूयञ्च यदि दिनारम्भं युष्मन्मनःसु प्रभातीयनक्षत्रस्योदयञ्च यावत् तिमिरमये स्थाने ज्वलन्तं प्रदीपमिव तद् वाक्यं सम्मन्यध्वे तर्हि भद्रं करिष्यथ।
καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·
20 शास्त्रीयं किमपि भविष्यद्वाक्यं मनुष्यस्य स्वकीयभावबोधकं नहि, एतद् युष्माभिः सम्यक् ज्ञायतां।
τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται·
21 यतो भविष्यद्वाक्यं पुरा मानुषाणाम् इच्छातो नोत्पन्नं किन्त्वीश्वरस्य पवित्रलोकाः पवित्रेणात्मना प्रवर्त्तिताः सन्तो वाक्यम् अभाषन्त।
οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ Θεοῦ ἄνθρωποι.