< မထိး 28 >

1 တတး ပရံ ဝိၑြာမဝါရသျ ၑေၐေ သပ္တာဟပြထမဒိနသျ ပြဘောတေ ဇာတေ မဂ္ဒလီနီ မရိယမ် အနျမရိယမ် စ ၑ္မၑာနံ ဒြၐ္ဋုမာဂတာ၊
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον.
2 တဒါ မဟာန် ဘူကမ္ပော'ဘဝတ်; ပရမေၑွရီယဒူတး သွရ္ဂာဒဝရုဟျ ၑ္မၑာနဒွါရာတ် ပါၐာဏမပသာရျျ တဒုပရျျုပဝိဝေၑ၊
Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3 တဒွဒနံ ဝိဒျုဒွတ် တေဇောမယံ ဝသနံ ဟိမၑုဘြဉ္စ၊
Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών.
4 တဒါနီံ ရက္ၐိဏသ္တဒ္ဘယာတ် ကမ္ပိတာ မၖတဝဒ် ဗဘူဝး၊
Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί.
5 သ ဒူတော ယောၐိတော ဇဂါဒ, ယူယံ မာ ဘဲၐ္ဋ, ကြုၑဟတယီၑုံ မၖဂယဓွေ တဒဟံ ဝေဒ္မိ၊
Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί, Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε.
6 သော'တြ နာသ္တိ, ယထာဝဒတ် တထောတ္ထိတဝါန်; ဧတတ် ပြဘေား ၑယနသ္ထာနံ ပၑျတ၊
Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπε. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος.
7 တူရ္ဏံ ဂတွာ တစ္ဆိၐျာန် ဣတိ ဝဒတ, သ ၑ္မၑာနာဒ် ဥဒတိၐ္ဌတ်, ယုၐ္မာကမဂြေ ဂါလီလံ ယာသျတိ ယူယံ တတြ တံ ဝီက္ၐိၐျဓွေ, ပၑျတာဟံ ဝါရ္တ္တာမိမာံ ယုၐ္မာနဝါဒိၐံ၊
Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδού, εἶπον ὑμῖν.
8 တတသ္တာ ဘယာတ် မဟာနန္ဒာဉ္စ ၑ္မၑာနာတ် တူရ္ဏံ ဗဟိရ္ဘူယ တစ္ဆိၐျာန် ဝါရ္တ္တာံ ဝက္တုံ ဓာဝိတဝတျး၊ ကိန္တု ၑိၐျာန် ဝါရ္တ္တာံ ဝက္တုံ ယာန္တိ, တဒါ ယီၑု ရ္ဒရ္ၑနံ ဒတ္တွာ တာ ဇဂါဒ,
Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 ယုၐ္မာကံ ကလျာဏံ ဘူယာတ်, တတသ္တာ အာဂတျ တတ္ပာဒယေား ပတိတွာ ပြဏေမုး၊
Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδού, Ἰησοῦς ἀπήντησεν αὐταῖς, λέγων, Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ.
10 ယီၑုသ္တာ အဝါဒီတ်, မာ ဗိဘီတ, ယူယံ ဂတွာ မမ ဘြာတၖန် ဂါလီလံ ယာတုံ ဝဒတ, တတြ တေ မာံ ဒြက္ၐျန္တိ၊
Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
11 သ္တြိယော ဂစ္ဆန္တိ, တဒါ ရက္ၐိဏာံ ကေစိတ် ပုရံ ဂတွာ ယဒျဒ် ဃဋိတံ တတ္သရွွံ ပြဓာနယာဇကာန် ဇ္ဉာပိတဝန္တး၊
Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 တေ ပြာစီနဲး သမံ သံသဒံ ကၖတွာ မန္တြယန္တော ဗဟုမုဒြား သေနာဘျော ဒတ္တွာဝဒန်,
Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις,
13 အသ္မာသု နိဒြိတေၐု တစ္ဆိၐျာ ယာမိနျာမာဂတျ တံ ဟၖတွာနယန်, ဣတိ ယူယံ ပြစာရယတ၊
λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
14 ယဒျေတဒဓိပတေး ၑြောတြဂေါစရီဘဝေတ်, တရှိ တံ ဗောဓယိတွာ ယုၐ္မာနဝိၐျာမး၊
Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15 တတသ္တေ မုဒြာ ဂၖဟီတွာ ၑိက္ၐာနုရူပံ ကရ္မ္မ စကြုး, ယိဟူဒီယာနာံ မဓျေ တသျာဒျာပိ ကိံဝဒန္တီ ဝိဒျတေ၊
Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.
16 ဧကာဒၑ ၑိၐျာ ယီၑုနိရူပိတာဂါလီလသျာဒြိံ ဂတွာ
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.
17 တတြ တံ သံဝီက္ၐျ ပြဏေမုး, ကိန္တု ကေစိတ် သန္ဒိဂ္ဓဝန္တး၊
Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν.
18 ယီၑုသ္တေၐာံ သမီပမာဂတျ ဝျာဟၖတဝါန်, သွရ္ဂမေဒိနျေား သရွွာဓိပတိတွဘာရော မယျရ္ပိတ အာသ္တေ၊
Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
19 အတော ယူယံ ပြယာယ သရွွဒေၑီယာန် ၑိၐျာန် ကၖတွာ ပိတုး ပုတြသျ ပဝိတြသျာတ္မနၑ္စ နာမ္နာ တာနဝဂါဟယတ; အဟံ ယုၐ္မာန် ယဒျဒါဒိၑံ တဒပိ ပါလယိတုံ တာနုပါဒိၑတ၊
Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος·
20 ပၑျတ, ဇဂဒန္တံ ယာဝတ် သဒါဟံ ယုၐ္မာဘိး သာကံ တိၐ္ဌာမိ၊ ဣတိ၊ (aiōn g165)
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν. (aiōn g165)

< မထိး 28 >