< مکاشفه 9 >
هنگامی که فرشتهٔ پنجم شیپورش را به صدا درآورد، دیدم که «ستارهای» از آسمان بر زمین افتاد. به این ستاره، کلید چاهی را دادند که انتها نداشت. (Abyssos ) | 1 |
Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. (Abyssos )
وقتی با آن کلید، چاه را باز کرد، دودی مانند دود کورهای بزرگ برخاست، به طوری که آفتاب و هوا از دود چاه تیره و تار شد. (Abyssos ) | 2 |
Καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. (Abyssos )
سپس از میان دود، ملخهایی بیرون آمده، روی زمین را پوشاندند؛ و به آنها قوت داده شد تا مانند عقربها نیش بزنند. | 3 |
Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
اما به آنها گفته شد که با علف و گیاه و درختان کاری نداشته باشند، بلکه فقط به کسانی آسیب برسانند که مهر خدا را بر پیشانی خود ندارند. | 4 |
Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
به آنها اجازه داده شد که مردم را برای مدت پنج ماه آزار و شکنجه دهند تا ایشان مانند کسی که عقرب گزیده باشد، درد بکشند؛ اما به ملخها اجازهٔ کشتن مردم داده نشد. | 5 |
Καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
در آن زمان، مردم آرزوی مرگ خواهند کرد، اما مرگ از ایشان خواهد گریخت. | 6 |
Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ᾽ αὐτῶν ὁ θάνατος.
ملخها شبیه اسبانی بودند که برای جنگ آراسته شدهاند. بر روی سرشان چیزی شبیه تاجهای زرّین قرار داشت و صورتشان همچون صورت انسان بود. | 7 |
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι χρυσοῖ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.
آنها مویی بلند مانند موی زنان، و دندانهایی مانند دندانهای شیران داشتند. | 8 |
Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.
زرههایی که پوشیده بودند، مانند زره آهنین جنگ بود. صدای بالهایشان نیز مثل صدای هجوم لشکری بود که با ارابههای جنگی به میدان رزم حمله میبرد. | 9 |
Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
آنها دمهای نیشداری مانند دم عقرب داشتند که با آنها میتوانستند مردم را تا پنج ماه آزار دهند. | 10 |
Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα. Καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν ἔχουσι τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
پادشاه آنها، همان فرشتهٔ چاه بیانتهاست، که به زبان عبری او را «اَبَدون» و به یونانی «اپولیون» مینامند، و معنی آن، «نابود کننده» میباشد. (Abyssos ) | 11 |
Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. (Abyssos )
یک وای یعنی یک بلا گذشت. اما هنوز دو بلای دیگر در راه است. | 12 |
Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
وقتی فرشتهٔ ششم شیپور را نواخت، از چهار گوشهٔ مذبح زرّین که در حضور خدا قرار داشت، صدایی شنیدم، | 13 |
Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,
که به فرشتهٔ ششم که شیپور داشت، گفت: «آن چهار فرشته را که در رود بزرگ فرات بسته شدهاند، آزاد ساز.» | 14 |
λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
آنگاه آن چهار فرشته که برای چنین ساعت و روز و ماه و سالی آماده شده بودند، آزاد شدند تا یک سوم مردم را بکشند. | 15 |
Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων.
شنیدم که آنها دویست میلیون جنگجوی سواره در اختیار داشتند. | 16 |
Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἵππου μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
اسبان و سواران ایشان را در رؤیا دیدم. سواران آنان، زره جنگی به تن داشتند که بعضی به رنگ سرخ آتشین، بعضی آبی آسمانی و بقیه به رنگ زرد بود. سر اسبان ایشان، بیشتر به سر شیران شباهت داشت و از دهانشان دود و آتش و گوگرد بیرون میآمد که یک سوم مردم را از بین برد. | 17 |
Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
Ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
قدرت مرگبار آنها، نه تنها در دهانشان بلکه در دمشان نیز بود، زیرا دمشان شبیه سر مارهایی بود که نیش میزنند و زخمهایی کشنده ایجاد میکنند. | 19 |
Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεων, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
کسانی که از این بلایا جان به در بردند، باز حاضر نشدند از کارهای شریرانۀ خود توبه کرده، خدا را بپرستند. ایشان حاضر نبودند از پرستش شیطان و بتهای طلا و نقره و مس و سنگ و چوب دست بکشند، بتهایی که نه میبینند، نه میشنوند و نه حرکت میکنند. | 20 |
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν·
اینان نمیخواستند از آدمکشی، جادوگری، زنا و دزدی دست بکشند و به سوی خدا بازگردند. | 21 |
καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.