< مکاشفه 4 >
سپس، همانطور که نگاه میکردم، دیدم که در آسمان دروازهای گشوده شد. آنگاه همان آوایی که قبلاً نیز شنیده بودم، به گوشم رسید؛ آن آوا که همچون صدای شیپوری نیرومند بود، به من گفت: «بالا بیا تا وقایع آینده را به تو نشان دهم.» | 1 |
Μετὰ ταῦτα ἴδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων· ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
ناگهان روح خدا مرا فرو گرفت و من تختی در آسمان دیدم و بر آن تخت کسی نشسته بود. | 2 |
εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
او همچون سنگِ یشم و عقیق میدرخشید. گرداگرد تخت او را رنگین کمانی تابان چون زمرد، فرا گرفته بود. | 3 |
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.
دور آن تخت، بیست و چهار تخت دیگر قرار داشت؛ بر آنها بیست و چهار پیر نشسته بودند که همه لباسی سفید بر تن و تاجی از طلا بر سر داشتند. | 4 |
καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρας, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
از آن تخت بزرگ، رعد و برق برمیخاست و غرش رعد طنینافکن بود. در مقابل آن تخت، هفت چراغ نیز روشن بود. این هفت چراغ همان روح هفتگانهٔ خدا هستند. | 5 |
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
در برابر تخت، دریایی از بلور درخشان به چشم میخورد. چهار موجود زنده نیز در چهار گوشهٔ تخت ایستاده بودند که در جلو و پشت سر خود، چشم داشتند. | 6 |
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσερα ζῷα γέμοντα ὀφθαλμῶν ἔνπροσθεν καὶ ὄπισθεν·
نخستین موجود زنده، به شکل شیر بود؛ دومی شبیه گاو، سومی به صورت انسان و چهارمی به شکل عقابی در حال پرواز بود. | 7 |
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
این موجودات زنده هرکدام شش بال داشتند، و میان بالهایشان پر از چشم بود. ایشان شبانه روز، بدون وقفه نام خدا را ذکر نموده، میگفتند: «قدوس، قدوس، قدوس است خداوند خدای قادر مطلق که بود و هست و میآید!» | 8 |
καὶ τὰ τέσσερα ζῷα, ἓν καθ’ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
هر بار که این موجودات زنده به آنکه بر تخت نشسته بود و تا ابد زنده است، جلال و حرمت و سپاس میفرستند، (aiōn ) | 9 |
καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, (aiōn )
آن بیست و چهار پیر نزد او سجده نموده، او را که تا ابد زنده است، پرستش میکنند، و تاجهای خود را پیش تخت او انداخته، (aiōn ) | 10 |
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες, (aiōn )
این سرود را میخوانند: «خداوندا، جلال و حرمت و قدرت، برازندهٔ توست؛ زیرا تو آفرینندهٔ تمام موجودات هستی و همه چیز به ارادهٔ تو به وجود آمد.» | 11 |
ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.