< امثال 21 >
دل پادشاه در دست خداوند است، او آن را مانند آب جوی، به هر سو که بخواهد هدایت میکند. | 1 |
ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ οὗ ἐὰν θέλων νεύσῃ ἐκεῖ ἔκλινεν αὐτήν
تمام کارهای انسان به نظر خودش درست است، اما انگیزهها را خداوند میبیند. | 2 |
πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος κατευθύνει δὲ καρδίας κύριος
به جا آوردن عدالت و انصاف بیشتر از تقدیم قربانیها خداوند را خشنود میسازد. | 3 |
ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα
غرور و تکبر گناهانی هستند که آدم بدکار توسط آنها شناخته میشود. | 4 |
μεγαλόφρων ἐφ’ ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία
زیرکی و کوشش، انسان را توانگر میکند، اما شتابزدگی باعث فقر میشود. | 5 |
ثروتی که با زبان دروغگو به دست آید، بخاری است بیدوام و تلهای مرگبار. | 6 |
ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου
ظلم بدکارانی که نمیخواهند راستی را به جا آورند، عاقبت به سوی خودشان باز میگردد و آنان را نابود میکند. | 7 |
ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια
راه آدم گناهکار کج است ولی شخص پاک در راستی گام برمیدارد. | 8 |
πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ
سکونت در گوشهٔ پشت بام بهتر است از زندگی کردن با زن ستیزهجو در یک خانه مشترک. | 9 |
κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ
آدم بدکار شرارت را دوست دارد، و همسایهاش نیز از دست او در امان نیست. | 10 |
ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ’ οὐδενὸς τῶν ἀνθρώπων
جاهلان تا تنبیه شدن مسخرهکنندگان را نبینند درس عبرت نمیگیرند، اما دانایان تنها با شنیدن میآموزند. | 11 |
ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνῶσιν
خداشناسان از مشاهدهٔ خراب شدن خانهٔ بدکاران و هلاکت ایشان پند میگیرند. | 12 |
συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς
آنکه فریاد فقیران را نشنیده میگیرد در روز تنگدستی خود نیز فریادرسی نخواهد داشت. | 13 |
ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων
هدیهای که در خفا داده میشود خشم را میخواباند و رشوهٔ پنهانی غضب شدید را فرو مینشاند. | 14 |
δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν
اجرای عدالت برای عادلان شادیبخش است، اما برای ظالمان مصیبتبار. | 15 |
εὐφροσύνη δικαίων ποιεῖν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις
مرگ در انتظار کسانی است که از راه حکمت منحرف میشوند. | 16 |
ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται
کسی که خوشگذرانی را دوست دارد، تهیدست میشود و آدم میگسار و عیاش هرگز ثروتمند نخواهد شد. | 17 |
ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον
بدکاران در همان دامی که برای درستکاران نهادهاند، گرفتار میشوند. | 18 |
περικάθαρμα δὲ δικαίου ἄνομος
سکونت در بیابان بیآب و علف بهتر است از زندگی کردن با زن ستیزهجو. | 19 |
κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου
خانهٔ شخص دانا پر از نعمت و ثروت است، ولی آدم نادان هر چه به دست میآورد بر باد میدهد. | 20 |
θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν
درستکار و مهربان باش تا عمر خوشی داشته باشی و از احترام و موفقیت برخوردار شوی. | 21 |
ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν
یک مرد دانا میتواند شهر زورمندان را بگیرد و قلعه اعتمادشان را فرو بریزد. | 22 |
πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφ’ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς
هر که مواظب سخنانش باشد جانش را از مصیبتها نجات خواهد داد. | 23 |
ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ
کسانی که دیگران را مسخره میکنند، مغرور و متکبرند. | 24 |
θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται ὃς δὲ μνησικακεῖ παράνομος
داشتن اشتیاق و آرزو برای شخص تنبل کشنده است، زیرا برای رسیدن به آن تن به کار نمیدهد. | 25 |
ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι
او تمام روز در آرزوی گرفتن به سر میبرد؛ ولی شخص خداشناس سخاوتمند است و از بخشیدن به دیگران دریغ نمیکند. | 26 |
ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀφειδῶς
خدا از قربانیهای بدکاران نفرت دارد، بخصوص اگر با نیت بد تقدیم شده باشد. | 27 |
θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς
شاهد دروغگو نابود خواهد شد، اما سخنان شخص امین تا ابد باقی خواهد ماند. | 28 |
μάρτυς ψευδὴς ἀπολεῖται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει
آدم بدکار خودسرانه عمل میکند، اما شخص درستکار تمام جوانب امر را میسنجد. | 29 |
ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ
هیچ حکمت و بصیرت و نقشهای نمیتواند علیه خداوند عمل کند. | 30 |
οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ
انسان اسب را برای روز جنگ آماده میکند، ولی پیروزی را خداوند میبخشد. | 31 |
ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια