< ناحوم 1 >
خداوند این رؤیا را که دربارهٔ نینوا است به ناحوم القوشی نشان داد: | 1 |
λῆμμα Νινευη βιβλίον ὁράσεως Ναουμ τοῦ Ελκεσαίου
یهوه خدایی غیور است و از کسانی که با وی مخالفت ورزند، انتقام میگیرد و با خشم شدید آنان را مجازات میکند. | 2 |
θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος ἐκδικῶν κύριος μετὰ θυμοῦ ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ
خداوند دیر خشمگین میشود ولی گناه را هرگز بیسزا نمیگذارد. قدرت او عظیم است و آن را میتوان در گردبادهای وحشتناک و طوفانهای شدید مشاهده کرد. ابرها خاک زیر پای او هستند! | 3 |
κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ ἀθῳῶν οὐκ ἀθῳώσει κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ
به فرمان خداوند دریاها و رودها خشک میشوند، چراگاههای سبز و خرم باشان و کرمل از بین میروند و جنگلهای سرسبز لبنان طراوت و خرمی خود را از دست میدهند. | 4 |
ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπεν
در حضور او کوهها میلرزند، تپهها گداخته میشوند، زمین متلاشی میگردد و ساکنانش نابود میشوند. | 5 |
τὰ ὄρη ἐσείσθησαν ἀπ’ αὐτοῦ καὶ οἱ βουνοὶ ἐσαλεύθησαν καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
کیست که بتواند در برابر خشم خدا ایستادگی کند؟ غضب او مانند آتش فرو میریزد و کوهها در برابر خشم او خرد میشوند. | 6 |
ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ’ αὐτοῦ
خداوند نیکوست و در روز بلا و سختی پناهگاه میباشد. او از کسانی که به او توکل میکنند مراقبت مینماید، | 7 |
χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν
ولی دشمنان خود را با سیلابی شدید از بین میبرد و آنها را به ظلمت مرگ روانه میکند. | 8 |
καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος
ای نینوا، چرا به فکر مخالفت با خداوند هستی؟ او با یک ضربه تو را از پای در خواهد آورد، به طوری که دیگر نخواهی توانست مقاومت کنی. | 9 |
τί λογίζεσθε ἐπὶ τὸν κύριον συντέλειαν αὐτὸς ποιήσεται οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει
دشمنانش را همچون خارهای به هم پیچیده و مانند کسانی که از مستی تلوتلو میخورند به داخل آتش میاندازد و آنها همچون کاه در شعلههای آتش سوخته شده دود میشوند. | 10 |
ὅτι ἕως θεμελίου αὐτῶν χερσωθήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή
این پادشاه تو کیست که جرأت میکند بر ضد خداوند توطئه کند؟ | 11 |
ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία
خداوند میفرماید: «سپاه آشور هر قدر هم قوی و بزرگ باشد، محو و نابود خواهد شد. «ای قوم من، به اندازۀ کافی شما را تنبیه کردهام، اما بار دیگر تنبیهتان نخواهم کرد. | 12 |
τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλῶν καὶ οὕτως διασταλήσονται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι
اینک زنجیرهای شما را پاره میکنم و شما را از قید اسارت پادشاه آشور آزاد میسازم.» | 13 |
καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω
خداوند به پادشاه آشور میفرماید: «نسل تو را از بین میبرم تا نام و نشانی از تو باقی نماند. بتها و بتخانههای تو را نابود خواهم کرد و قبرت را خواهم کند، زیرا تو نفرتانگیزی.» | 14 |
καὶ ἐντελεῖται ὑπὲρ σοῦ κύριος οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά θήσομαι ταφήν σου ὅτι ταχεῖς
ببینید، قاصدی از کوهها سرازیر شده، خبر خوش پیروزی را ندا میدهد. ای یهودا، عیدهای خود را برگزار نما و نذرهای خود را به خدا وفا کن، چون دشمن، دیگر هرگز برنمیگردد. او برای همیشه ریشهکن شده است! | 15 |
ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται