< متی 18 >

همان موقع، شاگردان نزد عیسی آمده، پرسیدند: «چه کسی در ملکوت آسمان از همه بزرگتر است.» 1
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
عیسی بچۀ کوچکی را صدا زد و او را به میان شاگردان آورد، 2
καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν·
و گفت: «تا دگرگون نشوید و مانند کودکان نگردید، هرگز نخواهید توانست وارد ملکوت آسمان گردید. 3
ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
پس، هر که خود را مانند این کودک فروتن سازد، در ملکوت آسمان بزرگترین خواهد بود؛ 4
ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
و هر که به خاطر من چنین کودکی را بپذیرد، در واقع مرا پذیرفته است. 5
καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
ولی اگر کسی باعث شود یکی از این کودکان که به من ایمان دارند، ایمانش را از دست بدهد، برای او بهتر است که یک سنگ بزرگ دور گردنش آویخته و به دریا انداخته شود. 6
ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
«وای به حال این دنیا که باعث می‌شود مردم ایمانشان را از دست بدهند! البته وسوسۀ گناه همیشه وجود دارد، ولی وای به حال کسی که مردم را وسوسه کند. 7
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.
اگر دستت یا پایت باعث لغزش تو می‌شود، آن را قطع کن و دور انداز، زیرا بهتر است با یک دست و یک پا وارد حیات شوی، تا اینکه با دو دست و دو پا به آتش ابدی انداخته شوی. (aiōnios g166) 8
εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. (aiōnios g166)
و اگر چشمت باعث لغزش تو می‌گردد، آن را از حدقه درآور و دور انداز، زیرا بهتر است با یک چشم وارد حیات جاوید شوی تا اینکه با دو چشم در آتش دوزخ انداخته شوی. (Geenna g1067) 9
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. (Geenna g1067)
«هیچگاه این بچه‌های کوچک را تحقیر نکنید، چون آنها در آسمان فرشتگانی دارند که همیشه در پیشگاه پدر آسمانی من حاضر می‌شوند. 10
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
زیرا پسر انسان آمده تا گمشده را نجات بخشد. 11
ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
«اگر مردی صد گوسفند داشته باشد، و یکی از آنها از گله دور بیفتد و گم شود، آن مرد چه می‌کند؟ آیا آن نود و نه گوسفند دیگر را در کوهسار رها نمی‌کند تا به دنبال گوسفند گمشده‌اش برود؟ 12
Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
بله، او می‌رود و وقتی آن را پیدا کرد، برای آن یک گوسفند بیشتر شاد می‌شود تا برای آن نود و نه گوسفندی که جانشان در خطر نبوده است. 13
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
به همین ترتیب، خواست پدر آسمانی شما این نیست که حتی یکی از این کودکان از دست برود و هلاک گردد. 14
οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
«اگر برادری به تو بدی کند، برو و خصوصی با او گفتگو کن و او را متوجهٔ خطایش بساز. اگر سخن تو را گوش گرفت و به تقصیرش اعتراف کرد، برادری را باز یافته‌ای. 15
Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε [καὶ] ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
ولی اگر قبول نکرد، این بار با دو یا سه شاهد پیش او برو تا این اشخاص شاهد سخنان تو باشند. 16
ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
ولی اگر باز هم به گفته‌های شما گوش نداد، آنگاه موضوع را با کلیسا در میان بگذار؛ و اگر کلیسا به تو حق بدهد و آن برادر باز هم زیر بار نرود، آنگاه کلیسا باید با او همچون یک بیگانه یا باجگیر فاسد رفتار کند. 17
ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
مطمئن باشید که آنچه بر زمین ببندید، در آسمان نیز بسته خواهد شد، و آنچه بر زمین بگشایید، در آسمان نیز گشوده خواهد شد. 18
Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
«این را نیز به شما می‌گویم که اگر دو نفر از شما اینجا بر روی زمین دربارهٔ چیزی که از خدا می‌خواهید با هم یکدل باشید، پدر آسمانی من آن را به شما خواهد داد. 19
Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
چون هر جا که دو یا سه نفر به نام من جمع شوند، من آنجا در میان آنها حاضرم.» 20
οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
در این هنگام پطرس پیش آمد و پرسید: «سَرور من، برادری را که به من بدی می‌کند، تا چند مرتبه باید ببخشم؟ آیا هفت بار؟» 21
Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
عیسی جواب داد: «نه، هفتاد مرتبه هفت بار.» 22
λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
آنگاه افزود: «وقایع ملکوت آسمان مانند ماجرای آن پادشاهی است که تصمیم گرفت حسابهای خود را تسویه کند. 23
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
در جریان این کار، یکی از بدهکاران را به دربار آوردند که مبلغ هنگفتی به پادشاه بدهکار بود. 24
ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
اما چون پول نداشت قرضش را بپردازد، پادشاه دستور داد در مقابل قرضش، او را با زن و فرزندان و تمام دارایی‌اش بفروشند. 25
μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
ولی آن مرد بر پاهای پادشاه افتاد و التماس کرد و گفت:”ای پادشاه استدعا دارم به من مهلت بدهید تا همهٔ قرضم را تا به آخر تقدیم کنم.“ 26
πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω.
پادشاه دلش به حال او سوخت و او را آزاد کرد و قرضش را بخشید. 27
σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
ولی وقتی این بدهکار از دربار پادشاه بیرون آمد، فوری به سراغ همکارش رفت که فقط صد دینار از او طلب داشت. پس گلوی او را فشرد و گفت:”زود باش، بدهی‌ات را بپرداز!“ 28
ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις.
بدهکار بر پاهای او افتاد و التماس کرد:”خواهش می‌کنم مهلتی به من بده تا تمام بدهی‌ات را بپردازم.“ 29
πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ ἀποδώσω σοι.
اما طلبکار راضی نشد و او را به زندان انداخت تا پولش را تمام و کمال بپردازد. 30
ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
وقتی دوستان این شخص ماجرا را شنیدند، بسیار اندوهگین شدند و به حضور پادشاه رفته، تمام جریان را به عرض او رساندند. 31
ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
پادشاه بلافاصله آن مرد را خواست و به او فرمود:”ای ظالم بدجنس! من محض خواهش تو آن قرض کلان را بخشیدم. 32
τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
آیا حقش نبود تو هم به این همکارت رحم می‌کردی، همان‌طور که من به تو رحم کردم؟“ 33
οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
پادشاه بسیار غضبناک شد و دستور داد او را به زندان بیندازند و شکنجه دهند، و تا دینار آخر قرضش را نپرداخته، آزادش نکنند. 34
καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
«بلی، و اینچنین پدر آسمانی من با شما رفتار خواهد کرد اگر شما برادرتان را از ته دل نبخشید.» 35
Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

< متی 18 >