< یوحنا 4 >

وقتی عیسی فهمید که فریسی‌ها شنیده‌اند او بیشتر از یحیی مردم را تعمید می‌دهد و پیروان بیشتری یافته است 1
Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης —
(البته شاگردان عیسی مردم را تعمید می‌دادند، نه خود او)، 2
καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ —
یهودیه را ترک گفت و به جلیل بازگشت. 3
ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
برای رفتن به جلیل، لازم بود عیسی از سامره بگذرد. 4
Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
در طول راه، در سامره، به دهکده‌ای رسید به نام سوخار، نزدیک به قطعه زمینی که یعقوب به پسر خود، یوسف، داده بود. 5
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
چاه یعقوب در آنجا قرار داشت، و عیسی خسته از سفر، در کنار چاه نشست. حدود ظهر بود. 6
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.
چیزی نگذشت که زنی سامری سر رسید تا از چاه آب بکشد. عیسی به او فرمود: «کمی آب به من بده.» 7
ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν.
(شاگردانش برای خرید خوراک، به دهکده رفته بودند.) 8
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
آن زن تعجب کرد، زیرا یهودیان با سامریان معاشرت نمی‌کنند؛ پس به عیسی گفت: «چطور تو که یهودی هستی، از من که سامری‌ام آب می‌خواهی؟» 9
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
عیسی جواب داد: «اگر می‌دانستی که خدا چه هدیهٔ عالی می‌خواهد به تو بدهد و اگر می‌دانستی که من کیستم، آنگاه از من آب زنده می‌خواستی.» 10
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
زن گفت: «تو که دَلوْ و طناب نداری و چاه هم که عمیق است؛ پس این آب زنده را از کجا می‌آوری؟ 11
λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
مگر تو از جد ما یعقوب بزرگتری؟ چگونه می‌توانی آب بهتر از این به ما بدهی، آبی که یعقوب و پسران و گلهٔ او از آن می‌نوشیدند؟» 12
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
عیسی جواب داد: «مردم با نوشیدن این آب، باز هم تشنه می‌شوند. 13
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
ولی کسی که از آبی که من می‌دهم بنوشد، هرگز تشنه نخواهد شد، بلکه آن آب در او تبدیل به چشمه‌ای جوشان خواهد شد و به او زندگی جاوید خواهد بخشید.» (aiōn g165, aiōnios g166) 14
ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
زن گفت: «آقا، خواهش می‌کنم قدری از آن آب به من بده تا دیگر تشنه نشوم و مجبور نباشم هر روز این راه را بیایم و برگردم.» 15
λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
ولی عیسی فرمود: «برو و شوهرت را بیاور.» 16
λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
زن جواب داد: «شوهر ندارم.» عیسی فرمود: «راست گفتی. 17
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
تا به حال پنج بار شوهر کرده‌ای، و این مردی که اکنون با او زندگی می‌کنی، شوهر تو نیست. عین حقیقت را گفتی!» 18
πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
زن که مات و مبهوت مانده بود، گفت: «آقا، می‌بینم که نبی هستی!» 19
λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
و بی‌درنگ موضوع گفتگو را عوض کرده، گفت: «چرا شما یهودیان اینقدر اصرار دارید که فقط اورشلیم را محل پرستش خدا بدانید، در صورتی که ما سامریان مثل اجدادمان این کوه را محل عبادت می‌دانیم؟» 20
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
عیسی جواب داد: «ای زن، سخنم را باور کن. زمانی می‌رسد که پدر را نه بر این کوه خواهید پرستید و نه در اورشلیم. 21
λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
شما سامریان دربارهٔ کسی که می‌پرستید چیزی نمی‌دانید، اما ما یهودیان او را می‌شناسیم، زیرا نجات از طریق قوم یهود فرا می‌رسد. 22
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
اما زمانی می‌آید، و در واقع همین الان آمده است، که پرستندگان راستین، پدر را به روح و راستی پرستش خواهند کرد. پدر طالب چنین پرستندگانی است. 23
ἀλλ᾽ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
زیرا خدا روح است، و هر که بخواهد او را بپرستد، باید به روح و راستی بپرستد.» 24
πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
زن گفت: «من می‌دانم که مسیح به زودی می‌آید. شما یهودی‌ها هم این را قبول دارید، و وقتی او بیاید، همه چیز را برای ما روشن خواهد کرد.» 25
λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
عیسی فرمود: «من که با تو سخن می‌گویم، همان مسیح هستم!» 26
λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
در همین وقت، شاگردان عیسی از راه رسیدند و وقتی دیدند او با یک زن گفتگو می‌کند، تعجب کردند، ولی هیچ‌یک از ایشان جرأت نکرد بپرسد چرا با او صحبت می‌کند. 27
καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ᾽ αὐτῆς;
آنگاه زن کوزهٔ خود را همان جا کنار چاه گذاشت و به شهر بازگشت و به مردم گفت: 28
Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
«بیایید مردی را ببینید که هر چه تا به حال کرده بودم، به من بازگفت. فکر نمی‌کنید او همان مسیح باشد؟» 29
δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
پس مردم از ده بیرون ریختند تا عیسی را ببینند. 30
ἐξῆλθον [οὖν] ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
در این میان، شاگردان اصرار می‌کردند که عیسی چیزی بخورد. 31
Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββί, φάγε.
ولی عیسی به ایشان گفت: «من خوراکی دارم که شما از آن خبر ندارید.» 32
ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.
شاگردان از یکدیگر پرسیدند: «مگر کسی برای او خوراک آورده است؟» 33
ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
عیسی فرمود: «خوراک من این است که خواست خدا را به جا آورم و کاری را که به عهدهٔ من گذاشته است انجام دهم. 34
λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
آیا فکر می‌کنید وقت برداشت محصول چهار ماه دیگر، در آخر تابستان است؟ نگاهی به اطرافتان بیندازید تا ببینید که مزرعه‌های وسیعی از جانهای مردم برای درو آماده است. 35
οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.
دروگران مزد خوبی می‌گیرند تا این محصول را در انبارهای آسمانی ذخیره کنند. چه برکت عظیمی نصیب کارنده و دروکننده می‌شود! (aiōnios g166) 36
καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. (aiōnios g166)
این مَثَل، اینجا هم صدق می‌کند که دیگران کاشتند و ما درو کردیم. 37
ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
من شما را می‌فرستم تا محصولی را درو کنید که زحمت کاشتنش را دیگران کشیده‌اند. زحمت را دیگران کشیده‌اند و محصول را شما جمع می‌کنید!» 38
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
آن زن به هر که در آن شهر می‌رسید، سخنان عیسی را بازگو می‌کرد و می‌گفت: «این شخص هر چه تا به حال کرده بودم، به من بازگفت!» از این جهت، بسیاری از سامریان به عیسی ایمان آوردند. 39
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.
وقتی آنان به نزد عیسی رسیدند، خواهش کردند که نزدشان بماند. او نیز دو روز با ایشان ماند. 40
ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
در همین دو روز، بسیاری به سخنان او گوش دادند و به او ایمان آوردند. 41
καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
آنگاه به آن زن گفتند: «ما دیگر فقط به خاطر سخن تو به او ایمان نمی‌آوریم، زیرا خودمان سخنان او را شنیده‌ایم و ایمان داریم که او نجا‌ت‌دهندۀ جهان است.» 42
τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
بعد از دو روز، عیسی از آنجا به منطقۀ جلیل رفت، 43
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
چون همان‌طور که خود می‌گفت: «نبی در دیار خود مورد احترام نیست.» 44
αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
وقتی به جلیل رسید، مردم با آغوش باز از او استقبال کردند، زیرا در روزهای عید در اورشلیم، معجزات او را دیده بودند. 45
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
همچنانکه در جلیل می‌گشت، بار دیگر به شهر قانا رفت، همان جایی که در جشن عروسی آب را تبدیل به شراب کرده بود. وقتی عیسی در آنجا به سر می‌برد، افسری که پسرش بیمار بود، از شهر کَفَرناحوم نزد او آمد. 46
Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ·
او شنیده بود که عیسی از ایالت یهودیه حرکت کرده و به جلیل رسیده است. پس به قانا آمده، عیسی را یافت و از او خواهش کرد تا بیاید و پسرش را شفا دهد، چون پسرش در آستانهٔ مرگ بود. 47
οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν.
عیسی پرسید: «آیا تا معجزات بسیار نبینید، ایمان نخواهید آورد؟» 48
εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
آن افسر التماس کرد و گفت: «سرورم، خواهش می‌کنم تا پسرم نمرده، بیا و او را شفا بده.» 49
λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
آنگاه عیسی فرمود: «برگرد به خانه؛ پسرت شفا یافته است.» آن مرد به گفتۀ عیسی اطمینان کرد و به شهر خود بازگشت. 50
λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
هنوز در راه بود که خدمتکارانش به او رسیدند و با خوشحالی مژده داده، گفتند: «ارباب، پسرت خوب شد!» 51
ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ.
پرسید: «کی حالش بهتر شد؟» گفتند: «دیروز در حدود ساعت یک بعد از ظهر، ناگهان تب او قطع شد.» 52
ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
پدر فهمید که این همان لحظه‌ای بود که عیسی فرمود: «پسرت شفا یافته است.» پس با تمام خانوادهٔ خود به عیسی ایمان آورد. 53
ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
این دومین معجزهٔ عیسی بود که بعد از بیرون آمدن از یهودیه، در جلیل انجام داد. 54
Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

< یوحنا 4 >