< یوحنا 19 >
آنگاه به دستور پیلاتُس، عیسی را شلّاق زدند. | 1 |
Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.
سپس سربازان از خار تاجی ساختند و بر سر او گذاشتند و ردایی ارغوانی به او پوشاندند، | 2 |
Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,
و او را مسخره کرده، میگفتند: «زنده باد پادشاه یهود!» و به او سیلی میزدند. | 3 |
καὶ ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.
پیلاتُس باز بیرون رفت و به یهودیان گفت: «اینک او را نزد شما میآورم؛ ولی بدانید که او بیتقصیر است.» | 4 |
Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
آنگاه عیسی با تاج خار و لباس بلند ارغوانی بیرون آمد. پیلاتُس به مردم گفت: «ببینید، این همان شخص است.» | 5 |
Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, Ἴδε, ὁ ἄνθρωπος.
به محض اینکه چشم کاهنان اعظم و محافظین مخصوص معبد به عیسی افتاد، فریاد زدند: «مصلوبش کن! مصلوبش کن!» پیلاتُس گفت: «شما خودتان او را ببرید و مصلوب کنید. من که دلیلی برای محکوم کردن او نیافتهام.» | 6 |
Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
سران یهود جواب دادند: «مطابق شریعت ما، او باید کشته شود، چون ادعا میکند که پسر خداست.» | 7 |
Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν υἱὸν Θεοῦ ἐποίησεν.
وقتی پیلاتُس این را شنید بیشتر وحشت کرد. | 8 |
Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
پس دوباره عیسی را به داخل کاخ خود برد و از او پرسید: «تو اهل کجایی!» ولی عیسی به او جوابی نداد. | 9 |
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
پیلاتُس گفت: «چرا جواب نمیدهی؟ مگر متوجه نیستی که قدرت آن را دارم که آزادت سازم یا مصلوبت کنم؟» | 10 |
Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
عیسی فرمود: «اگر خدا این قدرت را به تو نمیداد، با من هیچ کاری نمیتوانستی بکنی. ولی گناه کسانی که مرا پیش تو آوردند، سنگینتر از گناه توست.» | 11 |
Ἀπεκρίθη Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
پیلاتُس خیلی تلاش کرد تا عیسی را آزاد سازد، ولی سران یهود به او گفتند: «این شخص یاغی است، چون ادعای پادشاهی میکند. پس اگر آزادش کنی، معلوم میشود مطیع قیصر نیستی.» | 12 |
Ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.
با شنیدن این سخن، پیلاتُس عیسی را بیرون آورد و خود بر مسند داوری نشست، در مکانی که به «سنگفرش» معروف بود و به زبان عبرانیان «جَبّاتا» خوانده میشد. | 13 |
Ὁ οὖν Πιλάτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ·
آن روز، روز «آمادگی» برای عید پِسَح بود، و ظهر هم نزدیک میشد. پیلاتُس به یهودیان گفت: «این هم پادشاهتان!» | 14 |
ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.
مردم فریاد زدند: «نابودش کن، نابودش کن! مصلوبش کن!» پیلاتُس گفت: «میخواهید پادشاهتان را اعدام کنم؟» کاهنان اعظم فریاد زدند: «غیر از قیصر، پادشاه دیگری نداریم.» | 15 |
Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
پس پیلاتُس عیسی را در اختیار ایشان گذاشت تا بُرده، مصلوبش کنند. سربازان عیسی را تحویل گرفتند | 16 |
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον·
و صلیب را بر دوشش گذاشته، او را از شهر بیرون بردند تا به محلی به نام جمجمه رسیدند که به زبان عبرانیان جُلجُتا خوانده میشود. | 17 |
καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τόπον λεγόμενον Κρανίου Τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·
در آنجا او را با دو نفر دیگر، در دو طرف او مصلوب کردند، و عیسی در وسط آن دو قرار گرفت. | 18 |
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
پیلاتُس دستور داد در بالای صلیب او نوشتهای نصب کنند که روی آن نوشته شده بود: «عیسای ناصری، پادشاه یهود.» | 19 |
Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
بسیاری از یهودیان آن نوشته را خواندند، زیرا مکانی که عیسی در آن مصلوب شده بود، نزدیک شهر بود، و این نوشته هم به زبانهای آرامی، لاتینی (یعنی رومی باستان) و یونانی بود. | 20 |
Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.
پس، سران کاهنان به پیلاتُس گفتند: «این نوشته را عوض کنید و به جای”پادشاه یهود“بنویسید:”او گفت که من پادشاه یهود هستم.“» | 21 |
Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς εἰμι τῶν Ἰουδαίων.
پیلاتُس جواب داد: «آنچه نوشتم، نوشتم.» | 22 |
Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.
وقتی سربازان عیسی را مصلوب کردند، لباسهای او را بین خود به چهار قسمت تقسیم نمودند؛ ولی وقتی به ردای او رسیدند، دیدند که یکپارچه بافته شده و درز ندارد. | 23 |
Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.
پس به یکدیگر گفتند: «حیف است این را پاره کنیم. بنابراین قرعه میاندازیم تا ببینیم به که میرسد.» و این مطابق پیشگویی کتب مقدّس بود که میفرماید: «لباسهایم را میان خود تقسیم کردند و بر ردای من قرعه انداختند.» پس سربازان نیز چنین کردند. | 24 |
Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
در پای صلیب، مریم مادر عیسی، خالهٔ عیسی، مریم زن کلوپا و مریم مجدلیه ایستاده بودند. | 25 |
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
وقتی عیسی مادر خود را در کنار شاگردی که دوستش میداشت، دید، به مادر خود گفت: «این پسر تو باشد.» | 26 |
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου.
و به آن شاگرد نیز فرمود: «او مادر تو باشد.» از آن روز به بعد، آن شاگرد مادر عیسی را به خانهٔ خود برد. | 27 |
Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
عیسی میدانست که دیگر همه چیز تمام شده است. پس برای اینکه مطابق پیشگویی کتب مقدّس عمل کرده باشد، فرمود: «تشنهام.» | 28 |
Μετὰ τοῦτο ἰδὼν ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.
در آنجا یک کوزۀ شراب ترشیده بود. پس اسفنجی در آن فرو کردند و بر سر نی گذاشتند و جلوی دهان او بردند. | 29 |
Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
وقتی عیسی چشید، فرمود: «تمام شد!» و سر خود را پایین انداخت و روح خود را تسلیم کرد. | 30 |
Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
سران قوم یهود نمیخواستند جسدها فردای آن روز که شَبّات و روز اول عید بود، بالای دار بمانند. بنابراین، از پیلاتُس خواهش کردند که دستور بدهد ساق پاهای ایشان را بشکنند تا زودتر بمیرند و جسدشان را از بالای دار پایین بیاورند. | 31 |
Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν—ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
پس سربازان آمدند و ساق پاهای آن دو نفر را که همراه عیسی مصلوب شده بودند، شکستند. | 32 |
Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
ولی وقتی به عیسی رسیدند، دیدند که مرده است. پس ساقهای او را نشکستند. | 33 |
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·
با این حال، یکی از سربازان نیزهٔ خود را به پهلوی عیسی فرو کرد، که بلافاصله خون و آب از آن خارج شد. | 34 |
ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
کسی که این وقایع را دید، بر آنها شهادت داده است، و شهادت او راست است. او میداند که حقیقت را میگوید، و به این منظور شهادت میدهد تا شما نیز ایمان بیاورید. | 35 |
Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν αὐτοῦ ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ὑμεῖς πιστεύσητε.
این امور رخ داد تا نوشتۀ کتب مقدّس جامۀ عمل بپوشد که میفرماید: «هیچیک از استخوانهای او شکسته نخواهد شد.» | 36 |
Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾽ αὐτοῦ.
و در بخشی دیگر نیز آمده که «به تماشای کسی خواهند نشست که به او نیزه زدند.» | 37 |
Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
ساعتی بعد، یکی از بزرگان یهود، به نام یوسف که اهل رامه بود و از ترس سران قوم، مخفیانه شاگرد عیسی شده بود، با بیباکی به حضور پیلاتُس رفت و اجازه خواست تا جسد عیسی را از بالای صلیب پایین بیاورد و به خاک بسپارد. پیلاتُس به او اجازه داد و او نیز پیکر عیسی را پایین آورد و با خود برد. | 38 |
Μετὰ ταῦτα ἠρώτησε τὸν Πιλάτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
بههمراه او، نیقودیموس هم که یک شب نزد عیسی آمده بود، حدود سی کیلو مواد مُعَطّر که از مُر و چوب عود تهیه شده بود، برای مراسم تدفین آورد. | 39 |
Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
ایشان جسد عیسی را گرفتند و آن را به رسم تدفین یهود با عطریات در کفن پیچیدند. | 40 |
Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
در نزدیکی محل اعدام، باغ کوچکی بود و مقبرهای نو در آن قرار داشت که تا آن زمان، جسدی در آن گذاشته نشده بود. | 41 |
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.
پس چون روز تدارک برای پِسَح یهود در پیش بود و قبر در همان نزدیکی قرار داشت، جسد عیسی را همان جا دفن کردند. | 42 |
Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.