< تثنیه 14 >

شما فرزندان یهوه خدای خود هستید، پس هنگام عزاداری برای مردگان خود، مثل بت‌پرستان، خود را زخمی نکنید و موی جلوی سرتان را نتراشید، 1
υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν οὐ φοιβήσετε οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ
زیرا شما برای یهوه خدایتان قومی مقدّسید، و او شما را از میان قومهای روی زمین برگزیده است تا قوم خاص او باشید. 2
ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς
گوشت هیچ حیوانی را که من آن را حرام اعلام کرده‌ام نباید بخورید. حیواناتی که می‌توانید گوشت آنها را بخورید از این قرارند: گاو، گوسفند، بز، آهو، غزال، گوزن و انواع بز کوهی. 3
οὐ φάγεσθε πᾶν βδέλυγμα
4
ταῦτα τὰ κτήνη ἃ φάγεσθε μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν
5
ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν
هر حیوانی را که سم شکافته دارد و نشخوار می‌کند می‌توانید بخورید. 6
πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθε
پس اگر حیوانی این دو خصوصیت را نداشته باشد، نباید آن را بخورید. بنابراین شتر، خرگوش و گورکن را نباید بخورید. اینها نشخوار می‌کنند، ولی سمهای شکافته ندارند. 7
καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν
خوک را نباید بخورید، چون با اینکه سم شکافته دارد نشخوار نمی‌کند. حتی به لاشهٔ چنین حیواناتی نباید دست بزنید. 8
καὶ τὸν ὗν ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε
از حیواناتی که در آب زندگی می‌کنند فقط آنهایی را که باله و فلس دارند می‌توانید بخورید. 9
καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε
تمام جانوران آبزی دیگر برای شما حرامند. 10
καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες οὐ φάγεσθε ἀκάθαρτα ὑμῖν ἐστιν
همۀ پرندگان طاهر را می‌توانید بخورید. 11
πᾶν ὄρνεον καθαρὸν φάγεσθε
اما اینها را نباید بخورید: عقاب، لاشخور و لاشخور سیاه؛ 12
καὶ ταῦτα οὐ φάγεσθε ἀπ’ αὐτῶν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
زَغَن، شاهین و شاهین به نوعش؛ 13
καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
هر قسم کلاغ به نوعش؛ 14
καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ
شترمرغ، جغد، مرغ نوروزی و باز به نوعش؛ 15
καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον
بوم، جغد بزرگ، جغد سفید، 16
καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν
و جغد صحرایی؛ کرکس، مرغ غواص، 17
καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα
لک‌لک و مرغ ماهیخوار به نوعش؛ هُدهُد و خفاش. 18
καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα
همۀ حشرات بالدار برای شما حرامند، و نباید خورده شوند. 19
πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν οὐ φάγεσθε ἀπ’ αὐτῶν
اما همۀ پرندگان حلال گوشت را می‌توانید بخورید. 20
πᾶν πετεινὸν καθαρὸν φάγεσθε
حیوانی را که به مرگ طبیعی مرده است نخورید. آن را به غریبی که در میان شما باشد بدهید تا بخورد و یا آن را به بیگانگان بفروشید؛ ولی خودتان آن را نخورید، چون برای یهوه خدایتان قومی مقدّس هستید. بزغاله را در شیر مادرش نپزید. 21
πᾶν θνησιμαῖον οὐ φάγεσθε τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται καὶ φάγεται ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ
از تمامی محصولاتتان هر ساله باید یک دهم را کنار بگذارید. 22
δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν
این ده‌یک را بیاورید تا در محلی که یهوه، خدایتان به عنوان عبادتگاه خود انتخاب خواهد کرد در حضورش بخورید. این شامل عشریه‌های غله، شراب تازه، روغن زیتون و نخست‌زادهٔ گله‌ها و رمه‌هایتان می‌باشد. منظور از این کار این است که بیاموزید همیشه خداوند را در زندگی خود احترام کنید. 23
καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας
اگر مکانی که خداوند به عنوان عبادتگاه خود انتخاب می‌کند به قدری دور باشد که براحتی نتوانید ده‌یک‌های خود را از برکاتی که یهوه خدایتان به شما داده، به آنجا حمل کنید، 24
ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου
آنگاه می‌توانید ده‌یک محصولات و رمه‌هایتان را بفروشید و پولش را به مکانی که یهوه خدایتان برمی‌گزیند، ببرید. 25
καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν
وقتی که به آنجا رسیدید با آن پول هر چه خواستید بخرید گاو، گوسفند، شراب یا مشروبات دیگر تا در آنجا در حضور خداوند، خدایتان جشن گرفته، با خانوادهٔ خود به شادی بپردازید. 26
καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις ἐπὶ οἴνῳ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου καὶ φάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου
در ضمن لاویان شهرتان را فراموش نکنید، چون آنها مثل شما صاحب ملک و محصول نیستند. 27
καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ
در آخر هر سه سال باید عشریهٔ تمام محصولات خود را در شهر خود جمع کنید 28
μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου
تا آن را به لاویان که در میان شما ملکی ندارند، و همچنین غریبان، بیوه‌زنان و یتیمان داخل شهرتان بدهید تا بخورند و سیر شوند. آنگاه خداوند، خدایتان شما را در کارهایتان برکت خواهد داد. 29
καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς

< تثنیه 14 >