< دانیال 6 >

داریوش صد و بیست حاکم بر تمام مملکت گماشت تا آن را اداره کنند، 1
καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ
و سه وزیر نیز منصوب نمود تا بر کار حاکمان نظارت کرده، از منافع پادشاه حفاظت نمایند. 2
καὶ ἐπ’ αὐτῶν ἄνδρας τρεῖς ἡγουμένους αὐτῶν καὶ Δανιηλ εἷς ἦν τῶν τριῶν ἀνδρῶν
طولی نکشید که دانیال به دلیل دانایی خاصی که داشت نشان داد که از سایر وزیران و حاکمان باکفایت‌تر است. پس پادشاه تصمیم گرفت ادارهٔ امور مملکت را به دست او بسپارد. 3
ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ καὶ Δανιηλ ἦν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου τοῦ βασιλέως καθότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως αἷς ἔπρασσε τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας οὓς κατέστησε μετ’ αὐτοῦ καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά
این امر باعث شد که سایر وزیران و حاکمان به دانیال حسادت کنند. ایشان سعی کردند در کار او ایراد و اشتباهی پیدا کنند، ولی موفق نشدند؛ زیرا دانیال در ادارهٔ امور مملکت درستکار بود و هیچ خطا و اشتباهی از او سر نمی‌زد. 4
ὅτε δὲ ἐβουλεύσατο ὁ βασιλεὺς καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ Δανιηλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα
سرانجام به یکدیگر گفتند: «ما هرگز نمی‌توانیم ایرادی برای متهم ساختن او پیدا کنیم. فقط به‌وسیله مذهبش می‌توانیم او را به دام افکنیم.» 5
καὶ εἶπαν δεῦτε στήσωμεν ὁρισμὸν καθ’ ἑαυτῶν ὅτι πᾶς ἄνθρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ Δαρείου τοῦ βασιλέως εἰ δὲ μή ἀποθανεῖται ἵνα ἡττήσωσι τὸν Δανιηλ ἐναντίον τοῦ βασιλέως καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων ᾔδεισαν γὰρ ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται κυρίου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας
آنها نزد پادشاه رفتند و گفتند: «داریوش پادشاه تا ابد زنده بماند! 6
τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως
ما وزیران، امیران، حاکمان، والیان و مشاوران، پیشنهاد می‌کنیم قانونی وضع کنید و دستور اکید بدهید که مدت سی روز هر کس درخواستی دارد تنها از پادشاه بطلبد و اگر کسی آن را از خدا یا انسان دیگری بطلبد در چاه شیران انداخته شود. 7
ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν ὅτι πᾶς ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ Δαρείου τοῦ βασιλέως ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων
ای پادشاه، درخواست می‌کنیم این فرمان را امضا کنید تا همچون قانون مادها و پارس‌ها لازم‌الاجرا و تغییرناپذیر شود.» 8
καὶ ἠξίωσαν τὸν βασιλέα ἵνα στήσῃ τὸν ὁρισμὸν καὶ μὴ ἀλλοιώσῃ αὐτόν διότι ᾔδεισαν ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται τρὶς τῆς ἡμέρας ἵνα ἡττηθῇ διὰ τοῦ βασιλέως καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων
پس داریوش پادشاه این فرمان را نوشت و امضا کرد. 9
καὶ οὕτως ὁ βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν
وقتی دانیال از صدور فرمان پادشاه آگاهی یافت رهسپار خانه‌اش شد. هنگامی که به خانه رسید به بالاخانه رفت و پنجره‌ها را که رو به اورشلیم بود، باز کرد و زانو زده دعا نمود. او مطابق معمول روزی سه بار نزد خدای خود دعا می‌کرد و او را پرستش می‌نمود. 10
ἐπιγνοὺς δὲ Δανιηλ τὸν ὁρισμόν ὃν ἔστησε κατ’ αὐτοῦ θυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῴῳ αὐτοῦ κατέναντι Ιερουσαλημ καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας καθὼς ἐποίει ἔμπροσθεν καὶ ἐδεῖτο
وقتی دشمنان دانیال او را در حال دعا و درخواست حاجت از خدا دیدند، 11
καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιηλ καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καθ’ ἑκάστην ἡμέραν
همه با هم نزد پادشاه رفتند و گفتند: «ای پادشاه، آیا فرمانی امضا نفرمودید که تا سی روز کسی نباید درخواست خود را از خدایی یا انسانی، غیر از پادشاه، بطلبد و اگر کسی از این فرمان سرپیچی کند، در چاه شیران انداخته شود؟» پادشاه جواب داد: «آری، این فرمان همچون فرمان مادها و پارس‌ها لازم‌الاجرا و تغییرناپذیر است.» 12
τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ οὐχ ὁρισμὸν ὡρίσω ἵνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ βασιλεῦ εἰ δὲ μή ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς ἀκριβὴς ὁ λόγος καὶ μενεῖ ὁ ὁρισμός καὶ εἶπον αὐτῷ ὁρκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων καὶ κολάσῃς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ καὶ εἶπεν οὕτως ποιήσω καθὼς λέγετε καὶ ἕστηκέ μοι τοῦτο
آنگاه به پادشاه گفتند: «این دانیال که یکی از اسیران یهودی است روزی سه مرتبه دعا می‌کند و به پادشاه و فرمانی که صادر شده اعتنا نمی‌نماید.» 13
καὶ εἶπαν ἰδοὺ εὕρομεν Δανιηλ τὸν φίλον σου εὐχόμενον καὶ δεόμενον τοῦ προσώπου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας
وقتی پادشاه این را شنید از اینکه چنین فرمانی صادر کرده، سخت ناراحت شد و تصمیم گرفت دانیال را نجات دهد. پس تا غروب در این فکر بود که راهی برای نجات دانیال بیابد. 14
καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν ὃν ἔστησε κατ’ αὐτοῦ τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν
آن اشخاص به هنگام غروب دوباره نزد پادشاه بازگشتند و گفتند: «ای پادشاه، همان‌طور که می‌دانید، طبق قانون مادها و پارس‌ها، فرمان پادشاه غیرقابل تغییر است.» 15
καὶ οὐκ ἠδύνατο ἐξελέσθαι αὐτὸν ἀπ’ αὐτῶν
پس سرانجام پادشاه دستور داد دانیال را بگیرند و در چاه شیران بیندازند. او به دانیال گفت: «خدای تو که همیشه او را عبادت می‌کنی تو را برهاند.» سپس او را به چاه شیران انداختند. 16
ἀναβοήσας δὲ Δαρεῖος ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ ὁ θεός σου ᾧ σὺ λατρεύεις ἐνδελεχῶς τρὶς τῆς ἡμέρας αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων ἕως πρωὶ θάρρει
سنگی نیز آوردند و بر دهانهٔ چاه گذاشتند. پادشاه با انگشتر خود و انگشترهای امیران خویش آن را مهر کرد تا کسی نتواند دانیال را نجات دهد. 17
τότε Δανιηλ ἐρρίφη εἰς τὸν λάκκον τῶν λεόντων καὶ ἠνέχθη λίθος καὶ ἐτέθη εἰς τὸ στόμα τοῦ λάκκου καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ ἑαυτοῦ καὶ ἐν τοῖς δακτυλίοις τῶν μεγιστάνων αὐτοῦ ὅπως μὴ ἀπ’ αὐτῶν ἀρθῇ ὁ Δανιηλ ἢ ὁ βασιλεὺς αὐτὸν ἀνασπάσῃ ἐκ τοῦ λάκκου
سپس به کاخ سلطنتی بازگشت و بدون اینکه لب به غذا بزند یا در بزم شرکت کند تا صبح بیدار ماند. 18
τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσθη νῆστις καὶ ἦν λυπούμενος περὶ τοῦ Δανιηλ τότε ὁ θεὸς τοῦ Δανιηλ πρόνοιαν ποιούμενος αὐτοῦ ἀπέκλεισε τὰ στόματα τῶν λεόντων καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ
روز بعد، صبح خیلی زود برخاست و با عجله به سر چاه رفت، 19
καὶ ὁ βασιλεὺς Δαρεῖος ὤρθρισε πρωὶ καὶ παρέλαβε μεθ’ ἑαυτοῦ τοὺς σατράπας καὶ πορευθεὶς ἔστη ἐπὶ τοῦ στόματος τοῦ λάκκου τῶν λεόντων
و با صدایی اندوهگین گفت: «ای دانیال، خدمتگزار خدای زنده، آیا خدایت که همیشه او را عبادت می‌کردی توانست تو را از چنگال شیران نجات دهد؟» 20
τότε ὁ βασιλεὺς ἐκάλεσε τὸν Δανιηλ φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ λέγων ὦ Δανιηλ εἰ ἄρα ζῇς καὶ ὁ θεός σου ᾧ λατρεύεις ἐνδελεχῶς σέσωκέ σε ἀπὸ τῶν λεόντων καὶ οὐκ ἠχρείωκάν σε
آنگاه صدای دانیال به گوش پادشاه رسید: «پادشاه تا ابد زنده بماند! 21
τότε Δανιηλ ἐπήκουσε φωνῇ μεγάλῃ καὶ εἶπεν βασιλεῦ ἔτι εἰμὶ ζῶν
آری، خدای من فرشتهٔ خود را فرستاد و دهان شیران را بست تا به من آسیبی نرسانند، چون من در حضور خدا بی‌تقصیرم و نسبت به تو نیز خطایی نکرده‌ام.» 22
καὶ σέσωκέ με ὁ θεὸς ἀπὸ τῶν λεόντων καθότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέθη ἐναντίον αὐτοῦ καὶ ἐναντίον δὲ σοῦ βασιλεῦ οὔτε ἄγνοια οὔτε ἁμαρτία εὑρέθη ἐν ἐμοί σὺ δὲ ἤκουσας ἀνθρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν
پادشاه بی‌نهایت شاد شد و دستور داد دانیال را از چاه بیرون آورند. وقتی دانیال را از چاه بیرون آوردند هیچ آسیبی ندیده بود، زیرا به خدای خود توکل کرده بود. 23
τότε συνήχθησαν πᾶσαι αἱ δυνάμεις καὶ εἶδον τὸν Δανιηλ ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες
آنگاه به دستور پادشاه افرادی را که دانیال را متهم کرده بودند، آوردند و ایشان را با زنان و فرزندانشان به چاه شیران انداختند. آنان هنوز به ته چاه نرسیده بودند که شیران پاره‌پاره‌شان کردند! 24
τότε οἱ δύο ἄνθρωποι ἐκεῖνοι οἱ καταμαρτυρήσαντες τοῦ Δανιηλ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἐρρίφησαν τοῖς λέουσι καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔθλασαν τὰ ὀστᾶ αὐτῶν
سپس داریوش پادشاه، این پیام را به تمام قومهای دنیا که از نژادها و زبانهای گوناگون بودند، نوشت: «با درود فراوان! «بدین وسیله فرمان می‌دهم که هر کس در هر قسمت از قلمرو پادشاهی من که باشد، باید از خدای دانیال بترسد و به او احترام بگذارد؛ زیرا او خدای زنده و جاودان است و سلطنتش بی‌زوال و بی‌پایان می‌باشد. 25
τότε Δαρεῖος ἔγραψε πᾶσι τοῖς ἔθνεσι καὶ χώραις καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων
26
πάντες οἱ ἄνθρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ μου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ θεῷ τοῦ Δανιηλ αὐτὸς γάρ ἐστι θεὸς μένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος
اوست که نجات می‌بخشد و می‌رهاند. او معجزات و کارهای شگفت‌انگیز در آسمان و زمین انجام می‌دهد. اوست که دانیال را از چنگ شیران نجات داد.» 27
ἐγὼ Δαρεῖος ἔσομαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου τὰ γὰρ εἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι ὡς ἐλυτρώσατο ὁ θεὸς τοῦ Δανιηλ τὸν Δανιηλ
به این ترتیب دانیال در دوران سلطنت داریوش و کوروش پارسی، موفق و کامیاب بود. 28
καὶ ὁ βασιλεὺς Δαρεῖος προσετέθη πρὸς τὸ γένος αὐτοῦ καὶ Δανιηλ κατεστάθη ἐπὶ τῆς βασιλείας Δαρείου καὶ Κῦρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ

< دانیال 6 >