< اعمال رسولان 28 >

وقتی سالم به ساحل رسیدیم، فهمیدیم در جزیرهٔ مالت هستیم. مردم آن جزیره با ما بسیار خوش‌رفتاری کردند و چون باران می‌آمد و سرد بود آتشی درست کردند تا از ما پذیرایی کنند. 1
Καὶ διασωθέντες, τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται·
2
οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
پولس نیز هیزم جمع می‌کرد و روی آتش می‌گذاشت. ناگهان در اثر حرارت، ماری سمی از هیزمها بیرون آمد و محکم به دست او چسبید! 3
συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ.
وقتی اهالی جزیره دیدند که مار بر دستش آویخته، به یکدیگر گفتند: «بدون شک این مرد قاتل است! با اینکه از توفان جان به در برد، اما عدالت نمی‌گذارد زنده بماند!» 4
ὡς δὲ εἶδαν οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασεν·
اما پولس مار را در آتش انداخت بدون این که صدمه‌ای ببیند. 5
ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν.
مردم منتظر بودند بدن پولس ورم کند، یا ناگهان بیفتد و بمیرد، ولی هر چه منتظر شدند، خبری نشد. پس نظرشان را عوض کردند و گفتند: «او یکی از خدایان است!» 6
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
نزدیک ساحل، همان جایی که ما پیاده شدیم، مِلکی بود متعلق به پوبلیوس، حاکم آن جزیره. او ما را با خوشی به خانهٔ خود برد و با کمال احترام سه روز از ما پذیرایی کرد. 7
ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
از قضا پدر پوبلیوس مبتلا به تب و اسهال خونی بود. پولس نزد او رفت و برایش دعا کرد و دست بر سر او گذاشت و شفایش داد! 8
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
آنگاه همهٔ بیماران دیگر آن جزیره نیز آمدند و شفا یافتند. 9
τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας, προσήρχοντο καὶ ἐθεραπεύοντο·
در نتیجه سیل هدایا به سوی ما جاری شد. به هنگام حرکت نیز، هر چه برای سفر لازم داشتیم برای ما به کشتی آوردند. 10
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
سه ماه بعد، با یک کشتی دیگر حرکت کردیم. این بار با کشتی اسکندریه‌ای به اسم «خدایان دوقلو» که زمستان در آن جزیره مانده بود سفر می‌کردیم. 11
Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις·
سر راهمان سه روز در سیراکیوس ماندیم. 12
καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
از آنجا دور زدیم تا به ریگیون رسیدیم. روز بعد باد جنوبی وزید. پس یک روزه به بندر پوطیولی رسیدیم. 13
ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
در آنجا ایماندارانی یافتیم که از ما خواهش کردند یک هفته پیش ایشان بمانیم. به این ترتیب، به روم رسیدیم. 14
οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
مسیحیان روم که شنیده بودند ما می‌آییم، تا فوروم بر سر راه اَپیوس، به پیشواز ما آمدند. بعضی نیز در شهر «سه میخانه» به استقبال ما آمدند. وقتی پولس ایشان را دید، خدا را شکر کرد و جان تازه‌ای گرفت. 15
κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβεν θάρσος.
وقتی به روم رسیدیم، به پولس اجازه دادند که هر جا می‌خواهد زندگی کند. فقط یک نگهبان همیشه مراقب او بود. 16
Ὅτε δὲ εἰσήλθαμεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ᾽ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
سه روز پس از ورودمان به روم، پولس سران یهود آنجا را جمع کرد و به ایشان گفت: «ای برادران، یهودیان اورشلیم مرا گرفتند و تحویل دولت روم دادند تا آزارم دهند، با اینکه نه به کسی آزار رسانده بودم و نه به آداب و رسوم اجدادمان بی‌حرمتی کرده بودم. 17
ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς, Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
رومی‌ها از من بازجویی کردند و خواستند آزادم کنند، چون پی بردند کاری نکرده‌ام که سزاوار مرگ باشم. 18
οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
اما وقتی یهودیان مخالفت کردند، مجبور شدم از قیصر دادخواهی کنم، بی‌آنکه از قوم خود شکایت کرده باشم. 19
ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
اما از شما خواهش کردم امروز به اینجا بیایید تا ضمن آشنایی با یکدیگر، بگویم که این زنجیری که به دستهای من بسته‌اند به خاطر این است که ایمان دارم امید اسرائیل یعنی مسیح موعود ظهور کرده است.» 20
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
ایشان در پاسخ گفتند: «ما چیزی بر ضد تو نشنیده‌ایم. نه نامه‌ای از یهودیه داشته‌ایم و نه گزارشی از مسافرانی که از اورشلیم آمده‌اند. 21
οἱ δὲ πρὸς αὐτὸν εἶπαν, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
ولی می‌خواهیم از خودت بشنویم که چه ایمانی داری، چون تنها چیزی که دربارهٔ مسیحیان می‌دانیم این است که همه جا از آنان بد می‌گویند.» 22
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
پس قرار شد یک روز دیگر بیایند. در روز مقرر، عدهٔ زیادی به خانهٔ او آمدند و پولس دربارهٔ ملکوت خدا و عیسی مسیح برای ایشان صحبت کرد. او از صبح تا شب از پنج کتاب موسی و کتب انبیای یهود برای سخنان خود دلیل می‌آورد. 23
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωυσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
در میان حضار، بعضی ایمان آوردند و بعضی نیاوردند. 24
καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
اما بعد از بحث و جدل با یکدیگر، از پولس جدا شدند، در حالی که این سخنان آخر او پی‌درپی در گوشهایشان طنین‌افکن بود که گفته بود: «روح‌اُلقُدس چه خوب به اشعیای نبی فرموده است: 25
ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
«”نزد این قوم برو و بگو: وقتی آنچه را که می‌گویم، بشنوید، چیزی نخواهید فهمید. وقتی آنچه را که انجام می‌دهم، ببینید، آن را درک نخواهید کرد. 26
λέγων, Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
زیرا دل این مردمان سخت شده، و گوشهایشان قادر به شنیدن نیست، و چشمان خود را بسته‌اند، به‌گونه‌ای که چشمانشان نمی‌توانند ببینند، و گوشهایشان قادر به شنیدن نیستند، و دلشان نمی‌تواند درک کند، و نمی‌توانند نزد من بازگردند تا شفایشان بخشم.“ 27
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.
«پس می‌خواهم بدانید که نجات خدا نزد غیریهودیان فرستاده شده، و ایشان گوش فرا خواهند داد.» 28
Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
پس از آنکه این را گفت، یهودیان از آنجا رفتند، در حالی که سخت با یکدیگر جرّ و بحث می‌کردند. 29
پولس دو سال تمام در خانهٔ اجاره‌ای خود ساکن بود و تمام کسانی را که به دیدن او می‌آمدند، با روی خوش می‌پذیرفت 30
Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
و با شهامت دربارهٔ ملکوت خدا و عیسی مسیح خداوند با ایشان سخن می‌گفت، بدون آنکه کسی مانع او شود. 31
κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ χριστοῦ, μετὰ πάσης παῤῥησίας ἀκωλύτως. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ.

< اعمال رسولان 28 >