< اول سموئیل 19 >

شائول به پسر خود یوناتان و همهٔ افرادش گفت که قصد دارد داوود را بکشد. اما یوناتان به خاطر محبتی که به داوود داشت او را از قصد پدرش آگاه ساخت و گفت: «فردا صبح مواظب خودت باش. خودت را در صحرا پنهان کن. 1
καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα
2
καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ
من از پدرم می‌خواهم تا با من به صحرا بیاید. در آنجا راجع به تو با او صحبت می‌کنم و هر چه او بگوید به تو خواهم گفت.» 3
καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ καὶ ἀπαγγελῶ σοι
صبح روز بعد که یوناتان و پدرش با هم گفتگو می‌کردند، یوناتان از داوود تعریف کرد و خواهش نمود که به وی آسیبی نرساند و گفت: «او هرگز به تو آزاری نرسانده است بلکه همیشه به تو خوبی کرده است. 4
καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα
آیا فراموش کرده‌ای که او برای مبارزه با جُلیات، جان خود را به خطر انداخت و خداوند پیروزی بزرگی نصیب اسرائیل کرد؟ تو از این امر خوشحال بودی. حال چرا می‌خواهی دست خود را به خون بی‌گناهی که آزارش به تو نرسیده، آلوده سازی؟» 5
καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν
شائول نظر یوناتان را پذیرفت و قسم خورده، گفت: «به خداوند زنده قسم که او را نخواهم کشت.» 6
καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν καὶ ὤμοσεν Σαουλ λέγων ζῇ κύριος εἰ ἀποθανεῖται
پس یوناتان، داوود را خواند و همه چیز را برای او تعریف کرد. بعد او را نزد پدرش برد و او مثل سابق نزد شائول ماند. 7
καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν
طولی نکشید که دوباره جنگ درگرفت و داوود با سربازان خود به فلسطینی‌ها حمله برد و بسیاری را کشت و بقیه را فراری داد. 8
καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ
روزی هنگامی که شائول نیزه به دست در خانه نشسته بود، روحی پلید از جانب خداوند بر او آمد. در حالی که داوود مشغول نواختن چنگ بود، 9
καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαουλ καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ
شائول نیزه‌ای را که در دست داشت به طرف داوود پرتاب کرد تا او را بکشد. اما داوود خود را کنار کشید و نیزه به دیوار فرو رفت. داوود فرار کرد و خود را از دست او نجات داد. 10
καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη
شائول سربازانی فرستاد تا مراقب خانهٔ داوود باشند و صبح که او بیرون می‌آید او را بکشند. میکال زن داوود به او خبر داده، گفت: «اگر امشب فرار نکنی فردا صبح کشته می‌شوی.» 11
καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ
پس داوود به کمک میکال از پنجره فرار کرد. 12
καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται
سپس میکال بُتی خانگی گرفته، در رختخواب گذاشت و بالشی از پشم بز زیر سرش نهاد و آن را با لحاف پوشاند. 13
καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ
وقتی سربازان آمدند تا داوود را دستگیر کنند و پیش شائول ببرند، میکال به آنها گفت که داوود مریض است و نمی‌تواند از رختخوابش بیرون بیاید. 14
καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν
ولی شائول دوباره سربازان را فرستاد تا او را با رختخوابش بیاورند تا او را بکشند. 15
καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν
وقتی سربازان آمدند تا داوود را ببرند، دیدند در رختخواب یک بُت خانگی با بالشی از پشم بُز در جای سرش است! 16
καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ
شائول به دخترش میکال گفت: «چرا مرا فریب دادی و گذاشتی دشمنم از چنگم بگریزد؟» میکال جواب داد: «مجبور بودم این کار را بکنم، چون او تهدید کرد که اگر کمکش نکنم مرا می‌کشد.» 17
καὶ εἶπεν Σαουλ τῇ Μελχολ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἶπεν Μελχολ τῷ Σαουλ αὐτὸς εἶπεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε
به این ترتیب، داوود فرار کرد و به رامه پیش سموئیل رفت. وقتی به آنجا رسید، هر چه شائول به وی کرده بود، برای سموئیل تعریف کرد. سموئیل داوود را با خود به نایوت برد و با هم در آنجا ماندند. 18
καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα
به شائول خبر دادند که داوود در نایوت رامه است، 19
καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα
پس او مأمورانی فرستاد تا داوود را دستگیر کنند. اما مأموران وقتی رسیدند گروهی از انبیا را دیدند که به رهبری سموئیل نبوّت می‌کردند. آنگاه روح خدا بر آنها نیز آمد و ایشان هم شروع به نبوّت کردن نمودند. 20
καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ’ αὐτῶν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα θεοῦ καὶ προφητεύουσιν
وقتی شائول شنید چه اتفاقی افتاده است، سربازان دیگری فرستاد، ولی آنها نیز نبوّت کردند. شائول برای بار سوم سربازانی فرستاد و آنها نیز نبوّت کردند. 21
καὶ ἀπηγγέλη τῷ Σαουλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους καὶ ἐπροφήτευσαν καὶ αὐτοί
سرانجام خود شائول به رامه رفت و چون به سر چاه بزرگی که نزد سیخوه است رسید، پرسید: «سموئیل و داوود کجا هستند؟» به او گفتند که در نایوت هستند. 22
καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν ποῦ Σαμουηλ καὶ Δαυιδ καὶ εἶπαν ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα
اما در بین راه نایوت، روح خدا بر شائول آمد و او نیز تا نایوت نبوّت کرد! 23
καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα καὶ ἐγενήθη καὶ ἐπ’ αὐτῷ πνεῦμα θεοῦ καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα
او جامهٔ خود را چاک زده، تمام آن روز تا شب برهنه افتاد و در حضور سموئیل نبوّت می‌کرد. وقتی مردم این را شنیدند گفتند: «آیا شائول هم نبی شده است؟» 24
καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ τοῦτο ἔλεγον εἰ καὶ Σαουλ ἐν προφήταις

< اول سموئیل 19 >