< نحمیا 8 >

و تمامی، قوم مثل یک مرد در سعه پیش دروازه آب جمع شدند و به عزرای کاتب گفتند که کتاب تورات موسی را که خداوند به اسرائیل امر فرموده بود، بیاورد. ۱ 1
καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος καὶ εἶπαν τῷ Εσδρα τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ ὃν ἐνετείλατο κύριος τῷ Ισραηλ
و عزرای کاهن، تورات را در روز اول ماه هفتم به حضور جماعت از مردان و زنان و همه آنانی که می‌توانستند بشنوند و بفهمند، آورد. ۲ 2
καὶ ἤνεγκεν Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου
و آن را در سعه پیش دروازه آب از روشنایی صبح تا نصف روز، درحضور مردان و زنان و هر‌که می‌توانست بفهمدخواند و تمامی قوم به کتاب تورات گوش فراگرفتند. ۳ 3
καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ αὐτοὶ συνιέντες καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου
و عزرای کاتب بر منبر چوبی که به جهت اینکار ساخته بودند، ایستاد و به پهلویش از دست راستش متتیا و شمع و عنایا و اوریا وحلقیا و معسیا ایستادند و از دست چپش، فدایا ومیشائیل و ملکیا و حاشوم و حشبدانه و زکریا ومشلام. ۴ 4
καὶ ἔστη Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθιας καὶ Σαμαιας καὶ Ανανιας καὶ Ουρια καὶ Ελκια καὶ Μαασαια ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν Φαδαιας καὶ Μισαηλ καὶ Μελχιας καὶ Ωσαμ καὶ Ασαβδανα καὶ Ζαχαριας καὶ Μοσολλαμ
و عزرا کتاب را در نظر تمامی قوم گشودزیرا که او بالای تمامی قوم بود و چون آن راگشود، تمامی قوم ایستادند. ۵ 5
καὶ ἤνοιξεν Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό ἔστη πᾶς ὁ λαός
و عزرا، یهوه خدای عظیم را متبارک خواند و تمامی قوم دستهای خود را برافراشته، در جواب گفتند: «آمین، آمین!» و رکوع نموده، و رو به زمین نهاده، خداوند را سجده نمودند. ۶ 6
καὶ ηὐλόγησεν Εσδρας κύριον τὸν θεὸν τὸν μέγαν καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν αμην ἐπάραντες χεῖρας αὐτῶν καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
و یشوع و بانی وشربیا و یامین و عقوب و شبتای و هودیا و معسیاو قلیطا و عزریا و یوزاباد و حنان و فلایا و لاویان، تورات را برای قوم بیان می‌کردند و قوم، در جای خود ایستاده بودند. ۷ 7
καὶ Ἰησοῦς καὶ Βαναιας καὶ Σαραβια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ
پس کتاب تورات خدا را به صدای روشن خواندند و تفسیر کردند تا آنچه را که می‌خواندند، بفهمند. ۸ 8
καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει
و نحمیا که ترشاتا باشد وعزرای کاهن و کاتب و لاویانی که قوم رامی فهمانیدند، به تمامی قوم گفتند: «امروز برای یهوه خدای شما روز مقدس است. پس نوحه گری منمایید و گریه مکنید.» زیرا تمامی قوم، چون کلام تورات را شنیدند گریستند. ۹ 9
καὶ εἶπεν Νεεμιας καὶ Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ ἡ ἡμέρα ἁγία ἐστὶν τῷ κυρίῳ θεῷ ἡμῶν μὴ πενθεῖτε μηδὲ κλαίετε ὅτι ἔκλαιεν πᾶς ὁ λαός ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου
پس به ایشان گفت: «بروید و خوراکهای لطیف بخورید و شربتها بنوشید و نزد هر‌که چیزی برای او مهیا نیست حصه‌ها بفرستید، زیراکه امروز، برای خداوند ما روز مقدس است، پس محزون نباشید زیرا که سرور خداوند، قوت شمااست.» ۱۰ 10
καὶ εἶπεν αὐτοῖς πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν καὶ μὴ διαπέσητε ὅτι ἐστὶν ἰσχὺς ὑμῶν
و لاویان تمامی قوم را ساکت ساختندو گفتند: «ساکت باشید زیرا که امروز روز مقدس است. پس محزون نباشید.» ۱۱ 11
καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες σιωπᾶτε ὅτι ἡ ἡμέρα ἁγία καὶ μὴ καταπίπτετε
پس تمامی قوم رفته، اکل و شرب نمودند و حصه‌ها فرستادند وشادی عظیم نمودند زیرا کلامی را که به ایشان تعلیم داده بودند فهمیدند. ۱۲ 12
καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς
و در روز دوم روسای آبای تمامی قوم وکاهنان و لاویان نزد عزرای کاتب جمع شدند، تاکلام تورات را اصغا نمایند. ۱۳ 13
καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν τῷ παντὶ λαῷ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς Εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου
و در تورات چنین نوشته یافتند که خداوند به واسطه موسی‌امرفرموده بود که بنی‌اسرائیل در عید ماه هفتم، درسایبانها ساکن بشوند. ۱۴ 14
καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ ᾧ ἐνετείλατο κύριος τῷ Μωυσῇ ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ
و در تمامی شهرهای خود و در اورشلیم اعلان نمایند و ندا دهند که به کوهها بیرون رفته، شاخه های زیتون و شاخه های زیتون بری و شاخه های آس و شاخه های نخل وشاخه های درختان کشن بیاورند و سایه بانها، به نهجی که مکتوب است بسازند. ۱۵ 15
καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ιερουσαλημ καὶ εἶπεν Εσδρας ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον
پس قوم بیرون رفتند و هر کدام بر پشت بام خانه خود و در حیاط خود و در صحنهای خانه خدا و در سعه دروازه آب و در سعه دروازه افرایم، سایبانها برای خود ساختند. ۱۶ 16
καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης Εφραιμ
و تمامی جماعتی که از اسیری برگشته بودند، سایبانهاساختند و در سایبانها ساکن شدند، زیرا که از ایام یوشع بن نون تا آن روز بنی‌اسرائیل چنین نکرده بودند. پس شادی بسیار عظیمی رخ نمود. ۱۷ 17
καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυη οὕτως οἱ υἱοὶ Ισραηλ ἕως τῆς ἡμέρας ἐκείνης καὶ ἐγένετο εὐφροσύνη μεγάλη
وهر روز از روز اول تا روز آخر، کتاب تورات خدارا می‌خواند و هفت روز عید را نگاه داشتند. و در روز هشتم، محفل مقدس برحسب قانون برپا شد. ۱۸ 18
καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα

< نحمیا 8 >