< متّی 20 >

«زیرا ملکوت آسمان صاحب‌خانه‌ای را ماند که بامدادان بیرون رفت تا عمله بجهت تاکستان خود به مزد بگیرد. ۱ 1
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
پس با عمله، روزی یک دینار قرار داده، ایشان را به تاکستان خود فرستاد. ۲ 2
Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
و قریب به ساعت سوم بیرون رفته، بعضی دیگر را در بازار بیکار ایستاده دید. ۳ 3
Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
ایشان را نیز گفت: “شما هم به تاکستان بروید وآنچه حق شما است به شما می‌دهم.” پس رفتند. ۴ 4
καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
باز قریب به ساعت ششم و نهم رفته، همچنین کرد. ۵ 5
Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως.
و قریب به ساعت یازدهم رفته، چند نفردیگر بیکار ایستاده یافت. ایشان را گفت: “از بهرچه تمامی روز در اینجا بیکار ایستاده‌اید؟” ۶ 6
Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
گفتندش: “هیچ‌کس ما را به مزد نگرفت.” بدیشان گفت: “شما نیز به تاکستان بروید و حق خویش راخواهید یافت.” ۷ 7
Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
و چون وقت شام رسید، صاحب تاکستان به ناظر خود گفت: “مزدوران راطلبیده، از آخرین گرفته تا اولین مزد ایشان را اداکن.” ۸ 8
Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
پس یازده ساعتیان آمده، هر نفری دیناری یافتند. ۹ 9
Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
و اولین آمده، گمان بردند که بیشترخواهند یافت. ولی ایشان نیز هر نفری دیناری یافتند. ۱۰ 10
Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον.
اما چون گرفتند، به صاحب‌خانه شکایت نموده، ۱۱ 11
Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου,
گفتند که “این آخرین، یک ساعت کار کردند و ایشان را با ما که متحمل سختی و حرارت روز گردیده‌ایم مساوی ساخته‌ای؟” ۱۲ 12
λέγοντες ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
او در جواب یکی از ایشان گفت: “ای رفیق بر تو ظلمی نکردم. مگر به دیناری با من قرار ندادی؟ ۱۳ 13
Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
حق خود را گرفته برو. می‌خواهم بدین آخری مثل تو دهم. ۱۴ 14
Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.
آیا مرا جایز نیست که از مال خود آنچه خواهم بکنم؟ مگر چشم توبد است از آن رو که من نیکو هستم؟” ۱۵ 15
Ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;
بنابراین اولین آخرین و آخرین اولین خواهند شد، زیراخوانده‌شدگان بسیارند و برگزیدگان کم.» ۱۶ 16
Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
و چون عیسی به اورشلیم می‌رفت، دوازده شاگرد خود را در اثنای راه به خلوت طلبیده بدیشان گفت: ۱۷ 17
Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς,
«اینک به سوی اورشلیم می‌رویم و پسر انسان به روسای کهنه و کاتبان تسلیم کرده خواهد شد و حکم قتل او را خواهندداد، ۱۸ 18
Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
و او را به امت‌ها خواهند سپرد تا او رااستهزا کنند و تازیانه زنند و مصلوب نمایند و درروز سوم خواهد برخاست.» ۱۹ 19
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
آنگاه مادر دو پسر زبدی با پسران خود نزدوی آمده و پرستش نموده، از او چیزی درخواست کرد. ۲۰ 20
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾽ αὐτοῦ.
بدو گفت: «چه خواهش داری؟» گفت: «بفرما تا این دو پسر من در ملکوت تو، یکی بر دست راست و دیگری بر دست چپ تو بنشینند.» ۲۱ 21
Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου, ἐν τῇ βασιλείᾳ σου.
عیسی در جواب گفت: «نمی دانید چه می‌خواهید. آیا می‌توانید از آن کاسه‌ای که من می‌نوشم، بنوشید و تعمیدی را که من می‌یابم، بیابید؟» بدو گفتند: «می‌توانیم.» ۲۲ 22
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα.
ایشان را گفت: «البته از کاسه من خواهیدنوشید و تعمیدی را که من می‌یابم، خواهید یافت. لیکن نشستن به‌دست راست و چپ من، از آن من نیست که بدهم، مگر به کسانی که از جانب پدرم برای ایشان مهیا شده است.» ۲۳ 23
Καὶ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
اما چون آن ده شاگرد شنیدند، بر آن دوبرادر به دل رنجیدند. ۲۴ 24
Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
عیسی ایشان را پیش طلبیده، گفت: «آگاه هستید که حکام امت‌ها برایشان سروری می‌کنند و روسا بر ایشان مسلطند. ۲۵ 25
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
لیکن در میان شما چنین نخواهد بود، بلکه هرکه در میان شما می‌خواهد بزرگ گردد، خادم شماباشد. ۲۶ 26
Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος·
و هر‌که می‌خواهد در میان شما مقدم بود، غلام شما باشد. ۲۷ 27
καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν δοῦλος·
چنانکه پسر انسان نیامدتا مخدوم شود بلکه تا خدمت کند و جان خود رادر راه بسیاری فدا سازد.» ۲۸ 28
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
و هنگامی که از اریحا بیرون می‌رفتند، گروهی بسیار از عقب او می‌آمدند. ۲۹ 29
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
که ناگاه دومرد کور کنار راه نشسته، چون شنیدند که عیسی در گذر است، فریاد کرده، گفتند: «خداوندا، پسرداودا، بر ما ترحم کن!» ۳۰ 30
Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυίδ.
و هر‌چند خلق ایشان را نهیب می‌دادند که خاموش شوند، بیشتر فریادکنان می‌گفتند: «خداوندا، پسر داودا، بر ما ترحم فرما!» ۳۱ 31
Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυίδ.
پس عیسی ایستاده، به آواز بلند گفت: «چه می‌خواهید برای شما کنم؟» ۳۲ 32
Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε, Τί θέλετε ποιήσω ὑμῖν;
به وی گفتند: «خداوندا، اینکه چشمان ما باز‌گردد!» ۳۳ 33
Λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.
پس عیسی ترحم نموده، چشمان ایشان را لمس نمودکه در ساعت بینا گشته، از عقب او روانه شدند. ۳۴ 34
Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

< متّی 20 >