< یوشع 24 >

و یوشع تمامی اسباط اسرائیل را درشکیم جمع کرد، و مشایخ اسرائیل وروسا و داوران و ناظران ایشان را طلبیده، به حضور خدا حاضر شدند. ۱ 1
καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ
و یوشع به تمامی قوم گفت که «یهوه خدای اسرائیل چنین می‌گوید که پدران شما، یعنی طارح پدر ابراهیم و پدر ناحور، در زمان قدیم به آن طرف نهر ساکن بودند، وخدایان غیر را عبادت می‌نمودند. ۲ 2
καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ ἀρχῆς Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις
و پدر شماابراهیم را از آن طرف نهر گرفته، در تمامی زمین کنعان گردانیدم، و ذریت او را زیاد کردم و اسحاق را به او دادم. ۳ 3
καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Αβρααμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ισαακ
و یعقوب و عیسو را به اسحاق دادم، و کوه سعیر را به عیسو دادم تا ملکیت اوبشود، و یعقوب و پسرانش به مصر فرود شدند. ۴ 4
καὶ τῷ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ καὶ ἔδωκα τῷ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομῆσαι αὐτῷ καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν
و موسی و هارون را فرستاده مصر را به آنچه دروسط آن کردم، مبتلا ساختم؛ پس شما را از آن بیرون آوردم. ۵ 5
καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν Αἴγυπτον ἐν οἷς ἐποίησεν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξήγαγεν ὑμᾶς
و چون پدران شما را از مصر بیرون آوردم وبه دریا رسیدید، مصریان با ارابه‌ها و سواران، پدران شما را تا بحر قلزم تعاقب نمودند. ۶ 6
ἐξ Αἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ὑμῶν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν
و چون نزد خداوند فریاد کردند، او در میان شما ومصریان تاریکی گذارد، و دریا را برایشان آورده، ایشان را پوشانید، و چشمان شما آنچه را در مصرکردم دید، پس روزهای بسیار در بیابان ساکن می‌بودید. ۷ 7
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους
پس شما را در زمین اموریانی که به آن طرف اردن ساکن بودند آوردم، و با شما جنگ کردند، و ایشان را به‌دست شما تسلیم نمودم، وزمین ایشان را در تصرف آوردید، و ایشان را ازحضور شما هلاک ساختم. ۸ 8
καὶ ἤγαγεν ὑμᾶς εἰς γῆν Αμορραίων τῶν κατοικούντων πέραν τοῦ Ιορδάνου καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν
و بالاق بن صفور ملک موآب برخاسته، با اسرائیل جنگ کرد وفرستاده، بلعام بن بعور را طلبید تا شما را لعنت کند. ۹ 9
καὶ ἀνέστη Βαλακ ὁ τοῦ Σεπφωρ βασιλεὺς Μωαβ καὶ παρετάξατο τῷ Ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλααμ ἀράσασθαι ὑμῖν
و نخواستم که بلعام را بشنوم لهذا شما رابرکت همی داد و شما را از دست او رهانیدم. ۱۰ 10
καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν αὐτούς
واز اردن عبور کرده، به اریحا رسیدید، و مردان اریحا یعنی اموریان و فرزیان و کنعانیان و حتیان و جرجاشیان و حویان و یبوسیان با شما جنگ کردند، و ایشان را به‌دست شما تسلیم نمودم. ۱۱ 11
καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω ὁ Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν
و زنبور را پیش شما فرستاده، ایشان، یعنی دوپادشاه اموریان را از حضور شما براندم، نه به شمشیر و نه به کمان شما. ۱۲ 12
καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν Αμορραίων οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου
و زمینی که در آن زحمت نکشیدید، و شهرهایی را که بنا ننمودید، به شما دادم که در آنها ساکن می‌باشید و ازتاکستانها و باغات زیتون که نکاشتید، می‌خورید. ۱۳ 13
καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ’ ἣν οὐκ ἐκοπιάσατε ἐπ’ αὐτῆς καὶ πόλεις ἃς οὐκ ᾠκοδομήσατε καὶ κατῳκίσθητε ἐν αὐταῖς καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε
پس الان از یهوه بترسید، و او را به خلوص و راستی عبادت نمایید، و خدایانی را که پدران شما به آن طرف نهر و در مصر عبادت نمودند ازخود دور کرده، یهوه را عبادت نمایید. ۱۴ 14
καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ καὶ λατρεύετε κυρίῳ
و اگردر نظر شما پسند نیاید که یهوه را عبادت نمایید، پس امروز برای خود اختیار کنید که را عبادت خواهید نمود، خواه خدایانی را که پدران شما که به آن طرف نهر بودند عبادت نمودند، خواه خدایان اموریانی را که شما در زمین ایشان ساکنید، و اما من و خاندان من، یهوه را عبادت خواهیم نمود.» ۱۵ 15
εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ εἴτε τοῖς θεοῖς τῶν Αμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίῳ ὅτι ἅγιός ἐστιν
آنگاه قوم در جواب گفتند: «حاشا از ما که یهوه را ترک کرده، خدایان غیر را عبادت نماییم. ۱۶ 16
καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπεν μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις
زیرا که یهوه، خدای ما، اوست که ما و پدران مارا از زمین مصر از خانه بندگی بیرون آورد، و این آیات بزرگ را در نظر ما نمود، و ما را در تمامی راه که رفتیم و در تمامی طوایفی که از میان ایشان گذشتیم، نگاه داشت. ۱۷ 17
κύριος ὁ θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ᾗ ἐπορεύθημεν ἐν αὐτῇ καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν οὓς παρήλθομεν δῑ αὐτῶν
و یهوه تمامی طوایف، یعنی اموریانی را که در این زمین ساکن بودند ازپیش روی ما بیرون کرد، پس ما نیز یهوه را عبادت خواهیم نمود، زیرا که او خدای ماست.» ۱۸ 18
καὶ ἐξέβαλεν κύριος τὸν Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν
پس یوشع به قوم گفت: «نمی توانید یهوه راعبادت کنید زیرا که او خدای قدوس است و اوخدای غیور است که عصیان و گناهان شما رانخواهد آمرزید. ۱۹ 19
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν
اگر یهوه را ترک کرده، خدایان غیر را عبادت نمایید، آنگاه او خواهدبرگشت و به شما ضرر رسانیده، بعد از آنکه به شما احسان نموده است، شما را هلاک خواهدکرد.» ۲۰ 20
ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ’ ὧν εὖ ἐποίησεν ὑμᾶς
قوم به یوشع گفتند: «نی بلکه یهوه راعبادت خواهیم نمود.» ۲۱ 21
καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν οὐχί ἀλλὰ κυρίῳ λατρεύσομεν
یوشع به قوم گفت: «شما برخود شاهد هستید که یهوه را برای خوداختیار نموده‌اید تا او را عبادت کنید.» گفتند: «شاهد هستیم.» ۲۲ 22
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν μάρτυρες ὑμεῖς καθ’ ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ
(گفت ): «پس الان خدایان غیررا که در میان شما هستند دور کنید، و دلهای خودرا به یهوه، خدای اسرائیل، مایل سازید.» ۲۳ 23
καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς κύριον θεὸν Ισραηλ
قوم به یوشع گفتند: «یهوه خدای خود را عبادت خواهیم نمود و آواز او را اطاعت خواهیم کرد.» ۲۴ 24
καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα
پس در آن روز یوشع با قوم عهد بست و برای ایشان فریضه و شریعتی در شکیم قرار داد. ۲۵ 25
καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ Ισραηλ
ویوشع این سخنان را در کتاب تورات خدا نوشت و سنگی بزرگ گرفته، آن را در آنجا زیر درخت بلوطی که نزد قدس خداوند بود برپا داشت. ۲۶ 26
καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμον τοῦ θεοῦ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου
ویوشع به تمامی قوم گفت: «اینک این سنگ برای ما شاهد است، زیرا که تمامی سخنان خداوند را که به ما گفت، شنیده است؛ پس برای شما شاهدخواهد بود، مبادا خدای خود را انکار نمایید.» ۲۷ 27
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου
پس یوشع، قوم یعنی هر کس را به ملک خودروانه نمود. ۲۸ 28
καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
و بعد از این امور واقع شد که یوشع بن نون، بنده خداوند، چون صد و ده ساله بود، مرد. ۲۹ 29
καὶ ἐλάτρευσεν Ισραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ Ισραηλ
و او را در حدود ملک خودش در تمنه سارح که در کوهستان افرایم به طرف شمال کوه جاعش است، دفن کردند. ۳۰ 30
καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν
و اسرائیل در همه ایام یوشع و همه روزهای مشایخی که بعد از یوشع زنده ماندند وتمام عملی که خداوند برای اسرائیل کرده بوددانستند، خداوند را عبادت نمودند. ۳۱ 31
καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοῖς κύριος καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας
واستخوانهای یوسف را که بنی‌اسرائیل از مصرآورده بودند در شکیم، در حصه زمینی که یعقوب از بنی حمور، پدر شکیم به صد قسیطه خریده بود، دفن کردند، و آن ملک بنی یوسف شد. ۳۲ 32
καὶ τὰ ὀστᾶ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ιακωβ παρὰ τῶν Αμορραίων τῶν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι
و العازار بن هارون مرد، و او را در تل پسرش فینحاس که در کوهستان افرایم به او داده شد، دفن کردند. ۳۳ 33
καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ

< یوشع 24 >