< ارمیا 33 >

و هنگامی که ارمیا در صحن زندان محبوس بود کلام خداوند بار دیگر براو نازل شده، گفت: ۱ 1
ἐν ἀρχῇ βασιλέως Ιωακιμ υἱοῦ Ιωσια ἐγενήθη ὁ λόγος οὗτος παρὰ κυρίου
«خداوند که این کار رامی کند و خداوند که آن را مصور ساخته، مستحکم می‌سازد و اسم او یهوه است چنین می‌گوید: ۲ 2
οὕτως εἶπεν κύριος στῆθι ἐν αὐλῇ οἴκου κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι μὴ ἀφέλῃς ῥῆμα
مرا بخوان و تو را اجابت خواهم نمودو تو را از چیزهای عظیم و مخفی که آنها راندانسته‌ای مخبر خواهم ساخت. ۳ 3
ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν
زیرا که یهوه خدای اسرائیل درباره خانه های این شهر و درباره خانه های پادشاهان یهودا که در مقابل سنگرها ومنجنیقها منهدم شده است، ۴ 4
καὶ ἐρεῖς οὕτως εἶπεν κύριος ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν
و می‌آیند تا باکلدانیان مقاتله نمایند و آنها را به لاشهای کسانی که من در خشم و غضب خود ایشان را کشتم پرمی کنند. زیرا که روی خود را از این شهر به‌سبب تمامی شرارت ایشان مستور ساخته‌ام. ۵ 5
εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου καὶ ἀπέστειλα καὶ οὐκ εἰσηκούσατέ μου
اینک به این شهر عافیت و علاج باز خواهم داد و ایشان راشفا خواهم بخشید و فراوانی سلامتی و امانت رابه ایشان خواهم رسانید. ۶ 6
καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλωμ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσιν τοῖς ἔθνεσιν πάσης τῆς γῆς
و اسیران یهودا واسیران اسرائیل را باز آورده، ایشان را مثل اول بناخواهم نمود. ۷ 7
καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ιερεμιου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ κυρίου
و ایشان را از تمامی گناهانی که به من ورزیده‌اند، طاهر خواهم ساخت و تمامی تقصیرهای ایشان را که بدانها بر من گناه ورزیده واز من تجاوز کرده‌اند، خواهم آمرزید. ۸ 8
καὶ ἐγένετο Ιερεμιου παυσαμένου λαλοῦντος πάντα ἃ συνέταξεν αὐτῷ κύριος λαλῆσαι παντὶ τῷ λαῷ καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων θανάτῳ ἀποθανῇ
و این شهر برای من اسم شادمانی و تسبیح و جلال خواهد بود نزد جمیع امت های زمین که چون آنهاهمه احسانی را که به ایشان نموده باشم بشنوندخواهند ترسید. و به‌سبب تمام این احسان وتمامی سلامتی که من به ایشان رسانیده باشم خواهند لرزید. ۹ 9
ὅτι ἐπροφήτευσας τῷ ὀνόματι κυρίου λέγων ὥσπερ Σηλωμ ἔσται ὁ οἶκος οὗτος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ιερεμιαν ἐν οἴκῳ κυρίου
خداوند چنین می‌گوید که دراین مکان که شما درباره‌اش می‌گویید که آن ویران و خالی از انسان و بهایم است یعنی در شهرهای یهودا و کوچه های اورشلیم که ویران و خالی ازانسان و ساکنان و بهایم است، ۱۰ 10
καὶ ἤκουσαν οἱ ἄρχοντες Ιουδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης κυρίου τῆς καινῆς
در آنها آوازشادمانی و آواز سرور و آواز داماد و آواز عروس و آواز کسانی که می‌گویند یهوه صبایوت راتسبیح بخوانید زیرا خداوند نیکو است و رحمت او تا ابدالاباد است، بار دیگر شنیده خواهد شد وآواز آنانی که هدایای تشکر به خانه خداوندمی آورند. زیرا خداوند می‌گوید اسیران این زمین را مثل سابق باز خواهم آورد. ۱۱ 11
καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ ὅτι ἐπροφήτευσεν κατὰ τῆς πόλεως ταύτης καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν
یهوه صبایوت چنین می‌گوید: در اینجایی که ویران و از انسان وبهایم خالی است و در همه شهرهایش بار دیگرمسکن شبانانی که گله‌ها را می‌خوابانند خواهدبود. ۱۲ 12
καὶ εἶπεν Ιερεμιας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων κύριος ἀπέστειλέν με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους τούτους οὓς ἠκούσατε
و خداوند می‌گوید که در شهرهای کوهستان و شهرهای همواری و شهرهای جنوب و در زمین بنیامین و در حوالی اورشلیم وشهرهای یهودا گوسفندان بار دیگر از زیردست شمارندگان خواهند گذشت. ۱۳ 13
καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς κυρίου καὶ παύσεται κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφ’ ὑμᾶς
اینک خداوندمی گوید: ایامی می‌آید که آن وعده نیکو را که درباره خاندان اسرائیل و خاندان یهودا دادم وفاخواهم نمود. ۱۴ 14
καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν
در آن ایام و در آن زمان شاخه عدالت برای داود خواهم رویانید و او انصاف وعدالت را در زمین جاری خواهد ساخت. ۱۵ 15
ἀλλ’ ἢ γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρεῖτέ με αἷμα ἀθῷον δίδοτε ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέν με κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους
درآن ایام یهودا نجات خواهد یافت و اورشلیم به امنیت مسکون خواهد شد و اسمی که به آن نامیده می‌شود این است: یهوه صدقینو. ۱۶ 16
καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας οὐκ ἔστιν τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου ὅτι ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς
زیرا خداوند چنین می‌گوید که از داود کسی‌که برکرسی خاندان اسرائیل بنشیند کم نخواهد شد. ۱۷ 17
καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ
و از لاویان کهنه کسی‌که قربانی های سوختنی بگذراند و هدایای آردی بسوزاند وذبایح همیشه ذبح نماید از حضور من کم نخواهدشد.» ۱۸ 18
Μιχαιας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ιουδα οὕτως εἶπεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ
و کلام خداوند بر ارمیا نازل شده، گفت: ۱۹ 19
μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Εζεκιας καὶ πᾶς Ιουδα οὐχὶ ὅτι ἐφοβήθησαν τὸν κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου κυρίου καὶ ἐπαύσατο κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπ’ αὐτούς καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν
«خداوند چنین می‌گوید: اگر عهد مرا با روز وعهد مرا با شب باطل توانید کرد که روز و شب دروقت خود نشود، ۲۰ 20
καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι κυρίου Ουριας υἱὸς Σαμαιου ἐκ Καριαθιαριμ καὶ ἐπροφήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου
آنگاه عهد من با بنده من داودباطل خواهد شد تا برایش پسری که بر کرسی اوسلطنت نماید نباشد و با لاویان کهنه که خادم من می‌باشند. ۲۱ 21
καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν καὶ ἤκουσεν Ουριας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον
چنانکه لشکر آسمان را نتوان شمردو ریگ دریا را قیاس نتوان کرد، همچنان ذریت بنده خود داود و لاویان را که مرا خدمت می‌نمایند زیاده خواهم گردانید.» ۲۲ 22
καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον
و کلام خداوند بر ارمیا نازل شده، گفت: ۲۳ 23
καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ
«آیا نمی بینی که این قوم چه حرف می‌زنند؟ می‌گویند که خداوند آن دو خاندان را که برگزیده بود ترک نموده است. پس قوم مرا خوارمی شمارند که در نظر ایشان دیگر قومی نباشند. ۲۴ 24
πλὴν χεὶρ Αχικαμ υἱοῦ Σαφαν ἦν μετὰ Ιερεμιου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν
خداوند چنین می‌گوید: اگر عهد من با روز وشب نمی بود و قانون های آسمان و زمین را قرارنمی دادم، ۲۵ 25
آنگاه نیز ذریت یعقوب ونسل بنده خود داود را ترک می‌نمودم و از ذریت او بر اولادابراهیم و اسحاق و یعقوب حاکمان نمی گرفتم. زیرا که اسیران ایشان را باز خواهم آورد و برایشان ترحم خواهم نمود.» ۲۶ 26

< ارمیا 33 >