< ارمیا 11 >

این است کلامی که از جانب خداوند به ارمیا نازل شده، گفت: ۱ 1
ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
«کلام این عهدرا بشنوید و به مردان یهودا و ساکنان اورشلیم بگویید. ۲ 2
ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ
و تو به ایشان بگو یهوه خدای اسرائیل چنین می‌گوید: ملعون باد کسی‌که کلام این عهدرا نشنود. ۳ 3
καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης
که آن را به پدران شما در روزی که ایشان را از زمین مصر از کوره آهنین بیرون آوردم امر فرموده، گفتم قول مرا بشنوید و موافق هر آنچه به شما امر بفرمایم آن را بجا بیاورید تا شماقوم من باشید و من خدای شما باشم. ۴ 4
ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν
و تا قسمی را که برای پدران شما خوردم وفا نمایم که زمینی را که به شیر و عسل جاری است چنانکه امروزشده است به ایشان بدهم.» پس من در جواب گفتم: «ای خداوند آمین.» ۵ 5
ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἶπα γένοιτο κύριε
پس خداوند مرا گفت: «تمام این سخنان رادر شهرهای یهودا و کوچه های اورشلیم نداکرده، بگو که سخنان این عهد را بشنوید و آنها رابجا آورید. ۶ 6
καὶ εἶπεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
زیرا از روزی که پدران شما را اززمین مصر برآوردم تا امروز ایشان را تاکید سخت نمودم و صبح زود برخاسته، تاکید نموده، گفتم قول مرا بشنوید. ۷ 7
اما نشنیدند و گوش خود را فرانداشتند بلکه پیروی سرکشی دل شریر خود رانمودند. پس تمام سخنان این عهد را بر ایشان وارد آوردم چونکه امر فرموده بودم که آن را وفانمایند اما وفا ننمودند.» ۸ 8
καὶ οὐκ ἐποίησαν
و خداوند مرا گفت: «فتنه‌ای در میان مردان یهودا و ساکنان اورشلیم پیدا شده است. ۹ 9
καὶ εἶπεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλημ
به خطایای پدران پیشین خود که از شنیدن این سخنان ابا نمودند برگشتند و ایشان خدایان غیر راپیروی نموده، آنها را عبادت نمودند. و خاندان اسرائیل و خاندان یهودا عهدی را که با پدران ایشان بسته بودم شکستند.» ۱۰ 10
ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον οἳ οὐκ ἤθελον εἰσακοῦσαι τῶν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ διεσκέδασαν οἶκος Ισραηλ καὶ οἶκος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν
بنابراین خداوندچنین می‌گوید: «اینک من بلایی را که از آن نتوانندرست بر ایشان خواهم آورد. و نزد من استغاثه خواهند کرد اما ایشان را اجابت نخواهم نمود. ۱۱ 11
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτῶν
و شهرهای یهودا و ساکنان اورشلیم رفته، نزدخدایانی که برای آنها بخور می‌سوزانیدند فریادخواهند کرد اما آنها در وقت مصیبت ایشان هرگزایشان را نجات نخواهند داد. ۱۲ 12
καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς μὴ σώσουσιν αὐτοὺς ἐν καιρῷ τῶν κακῶν αὐτῶν
زیرا که‌ای یهوداشماره خدایان تو بقدر شهرهای تو می‌باشد و برحسب شماره کوچه های اورشلیم مذبح های رسوایی برپا داشتید یعنی مذبح‌ها به جهت بخورسوزانیدن برای بعل. ۱۳ 13
ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ιουδα καὶ κατ’ ἀριθμὸν ἐξόδων τῆς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμιᾶν τῇ Βααλ
پس تو برای این قوم دعامکن و به جهت ایشان آواز تضرع و استغاثه بلندمنما زیرا که چون در وقت مصیبت خویش مرابخوانند ایشان را اجابت نخواهم نمود. ۱۴ 14
καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με ἐν καιρῷ κακώσεως αὐτῶν
محبوبه مرا در خانه من چه‌کار است چونکه شرارت ورزیده است. آیا تضرعات و گوشت مقدس می‌تواند گناه تو را از تو دور بکند؟ آنگاه می‌توانستی وجد نمایی.» ۱۵ 15
τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου ἢ τούτοις διαφεύξῃ
خداوند تو را زیتون شاداب که به میوه نیکوخوشنما باشد مسمی نموده. اما به آواز غوغای عظیم آتش در آن افروخته است که شاخه هایش شکسته گردید. ۱۶ 16
ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν μεγάλη ἡ θλῖψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς
زیرا یهوه صبایوت که تو راغرس نموده بود بلایی بر تو فرموده است به‌سبب شرارتی که خاندان اسرائیل و خاندان یهودا به ضد خویشتن کردند و برای بعل بخور‌سوزانیده، خشم مرا به هیجان آوردند. ۱۷ 17
καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βααλ
و خداوند مرا تعلیم داد پس دانستم. آنگاه اعمال ایشان را به من نشان دادی. ۱۸ 18
κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν
و من مثل بره دست آموز که به مذبح برند بودم. و نمی دانستم که تدبیرات به ضد من نموده، می‌گفتند: «درخت را بامیوه‌اش ضایع سازیم و آن را از زمین زندگان قطع نماییم تا اسمش دیگر مذکور نشود.» ۱۹ 19
ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι
اما‌ای یهوه صبایوت که داور عادل و امتحان کننده باطن و دل هستی، بشود که انتقام کشیدن تو را از ایشان ببینم زیرا که دعوی خود را نزد تو ظاهر ساختم. ۲۰ 20
κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου
لهذا خداوند چنین می‌گوید: «درباره اهل عناتوت که قصد جان تو دارند و می‌گویند به نام یهوه نبوت مکن مبادا از دست ما کشته شوی. ۲۱ 21
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητοῦντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν
از این جهت یهوه صبایوت چنین می‌گوید: اینک بر ایشان عقوبت خواهم رسانید. و جوانان ایشان به شمشیر خواهند مرد و پسران و دختران ایشان از گرسنگی هلاک خواهند شد. ۲۲ 22
ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’ αὐτούς οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ
و برای ایشان بقیه‌ای نخواهد ماند زیرا که من بر اهل عناتوت در سال عقوبت ایشان بلایی خواهم رسانید.» ۲۳ 23
καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Αναθωθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν

< ارمیا 11 >