< کارهای رسولان 5 >

اما شخصی حنانیا نام، با زوجه‌اش سفیره ملکی فروخته، ۱ 1
Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
قدری از قیمت آن را به اطلاع زن خود نگاه داشت و قدری از آن راآورده، نزد قدمهای رسولان نهاد. ۲ 2
καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
آنگاه پطرس گفت: «ای حنانیا چرا شیطان دل تو را پر ساخته است تا روح‌القدس را فریب دهی و مقداری ازقیمت زمین را نگاه داری؟ ۳ 3
εἶπεν δὲ ὁ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
آیا چون داشتی از آن تو نبود و چون فروخته شد در اختیار تو نبود؟ چرا این را در دل خود نهادی؟ به انسان دروغ نگفتی بلکه به خدا.» ۴ 4
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
حنانیا چون این سخنان راشنید افتاده، جان بداد و خوفی شدید بر همه شنوندگان این چیزها مستولی گشت. ۵ 5
ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας.
آنگاه جوانان برخاسته، او را کفن کردند و بیرون برده، دفن نمودند. ۶ 6
ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
و تخمین سه ساعت گذشت که زوجه‌اش ازماجرا مطلع نشده درآمد. ۷ 7
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
پطرس بدو گفت: «مرابگو که آیا زمین را به همین قیمت فروختید؟» گفت: «بلی، به همین.» ۸ 8
ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος, εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν, ναί, τοσούτου.
پطرس به وی گفت: «برای چه متفق شدید تا روح خداوند را امتحان کنید؟ اینک پایهای آنانی که شوهر تو را دفن کردند، بر آستانه است و تو را هم بیرون خواهندبرد.» ۹ 9
ὁ δὲ Πέτρος πρὸς αὐτήν, τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
در ساعت پیش قدمهای او افتاده، جان بداد و جوانان داخل شده، او را مرده یافتند. پس بیرون برده، به پهلوی شوهرش دفن کردند. ۱۰ 10
ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
وخوفی شدید تمامی کلیسا و همه آنانی را که این را شنیدند، فرو گرفت. ۱۱ 11
καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
و آیات و معجزات عظیمه از دستهای رسولان در میان قوم به ظهور می‌رسید و همه به یکدل در رواق سلیمان می‌بودند. ۱۲ 12
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος·
اما احدی ازدیگران جرات نمی کرد که بدیشان ملحق شود، لیکن خلق، ایشان را محترم می‌داشتند. ۱۳ 13
τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
وبیشتر ایمانداران به خداوند متحد می‌شدند، انبوهی از مردان و زنان، ۱۴ 14
μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
بقسمی که مریضان رادر کوچه‌ها بیرون آوردند و بر بسترها و تختهاخوابانیدند تا وقتی که پطرس آید، اقلا سایه او بربعضی از ایشان بیفتد. ۱۵ 15
ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
و گروهی از بلدان اطراف اورشلیم، بیماران و رنج دیدگان ارواح پلیده را آورده، جمع شدند و جمیع ایشان شفایافتند. ۱۶ 16
συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
اما رئیس کهنه و همه رفقایش که از طایفه صدوقیان بودند، برخاسته، به غیرت پر گشتند ۱۷ 17
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
و بر رسولان دست انداخته، ایشان را در زندان عام انداختند. ۱۸ 18
καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
شبانگاه فرشته خداوند درهای زندان را باز کرده و ایشان را بیرون آورده، گفت: ۱۹ 19
ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν,
«بروید و در هیکل ایستاده، تمام سخنهای این حیات را به مردم بگویید. ۲۰ 20
πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
چون این را شنیدند، وقت فجر به هیکل درآمده، تعلیم دادند. ۲۱ 21
ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
پس خادمان رفته، ایشان را در زندان نیافتند و برگشته، خبر داده، ۲۲ 22
οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
گفتند که «زندان را به احتیاط تمام بسته یافتیم و پاسبانان را بیرون درها ایستاده، لیکن چون باز کردیم، هیچ‌کس را در آن نیافتیم.» ۲۳ 23
λέγοντες ὅτι τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω, οὐδένα εὕρομεν.
چون کاهن و سردار سپاه هیکل و روسای کهنه این سخنان را شنیدند، درباره ایشان در حیرت افتادند که «این چه خواهد شد؟» ۲۴ 24
ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
آنگاه کسی آمده ایشان را آگاهانید که اینک آن کسانی که محبوس نمودید، در هیکل ایستاده، مردم راتعلیم می‌دهند. ۲۵ 25
παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
پس سردار سپاه با خادمان رفته ایشان را آوردند، لیکن نه به زور زیرا که ازقوم ترسیدند که مبادا ایشان را سنگسار کنند. ۲۶ 26
Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν·
و چون ایشان را به مجلس حاضر کرده، برپابداشتند، رئیس کهنه از ایشان پرسیده، گفت: ۲۷ 27
ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
«مگر شما را قدغن بلیغ نفرمودیم که بدین اسم تعلیم مدهید؟ همانا اورشلیم را به تعلیم خود پرساخته‌اید و می‌خواهید خون این مرد را به گردن ما فرود آرید.» ۲۸ 28
λέγων, παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
پطرس و رسولان در جواب گفتند: «خدا را می‌باید بیشتر از انسان اطاعت نمود. ۲۹ 29
ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν, πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
خدای پدران ما، آن عیسی را برخیزانیدکه شما به صلیب کشیده، کشتید. ۳۰ 30
ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
او را خدا بردست راست خود بالا برده، سرور و نجات‌دهنده ساخت تا اسرائیل را توبه و آمرزش گناهان بدهد. ۳۱ 31
τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
و ما هستیم شاهدان او بر این امور، چنانکه روح‌القدس نیز است که خدا او را به همه مطیعان او عطا فرموده است.» ۳۲ 32
καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
چون شنیدند دلریش گشته، مشورت کردند که ایشان را به قتل رسانند. ۳۳ 33
οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
اما شخصی فریسی، غمالائیل نام که مفتی و نزد تمامی خلق محترم بود، در مجلس برخاسته، فرمود تارسولان را ساعتی بیرون برند. ۳۴ 34
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι,
پس ایشان راگفت: «ای مردان اسرائیلی، برحذر باشید از آنچه می‌خواهید با این اشخاص بکنید. ۳۵ 35
εἶπέν τε πρὸς αὐτούς, ἄνδρες Ἰσραηλεῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
زیرا قبل ازاین ایام، تیودا نامی برخاسته، خود را شخصی می‌پنداشت و گروهی قریب به چهار صد نفر بدوپیوستند. او کشته شد و متابعانش نیز پراکنده ونیست گردیدند. ۳۶ 36
πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
و بعد از او یهودای جلیلی درایام اسم نویسی خروج کرد و جمعی را در عقب خود کشید. او نیز هلاک شد و همه تابعان اوپراکنده شدند. ۳۷ 37
μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
الان به شما می‌گویم از این مردم دست بردارید و ایشان را واگذارید زیرا اگراین رای و عمل از انسان باشد، خود تباه خواهد شد. ۳۸ 38
καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
ولی اگر از خدا باشد، نمی توانید آن رابرطرف نمود مبادا معلوم شود که با خدا منازعه می‌کنید.» ۳۹ 39
εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς, μήποτε καὶ θεομάχοι εὑρεθῆτε.
پس به سخن او رضا دادند و رسولان را حاضر ساخته، تازیانه زدند و قدغن نمودند که دیگر به نام عیسی حرف نزنند پس ایشان رامرخص کردند. ۴۰ 40
ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν.
و ایشان از حضور اهل شوراشادخاطر رفتند از آنرو که شایسته آن شمرده شدند که بجهت اسم او رسوایی کشند ۴۱ 41
Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·
و هرروزه در هیکل و خانه‌ها از تعلیم و مژده دادن که عیسی مسیح است دست نکشیدند. ۴۲ 42
πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστόν, Ἰησοῦν.

< کارهای رسولان 5 >