< اول قرنتیان 7 >
اما درباره آنچه به من نوشته بودید: مرد رانیکو آن است که زن را لمس نکند. | ۱ 1 |
Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
لکن بسبب زنا، هر مرد زوجه خود را بدارد و هر زن شوهر خود را بدارد. | ۲ 2 |
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
و شوهر حق زن را ادانماید و همچنین زن حق شوهر را. | ۳ 3 |
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
زن بر بدن خود مختار نیست بلکه شوهرش، و همچنین مرد نیز اختیار بدن خود ندارد بلکه زنش، | ۴ 4 |
ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή.
از یکدیگرجدایی مگزینید مگر مدتی به رضای طرفین تابرای روزه و عبادت فارغ باشید؛ و باز با هم پیوندید مبادا شیطان شما را بهسبب ناپرهیزی شما در تجربه اندازد، | ۵ 5 |
μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
لکن این را میگویم به طریق اجازه نه به طریق حکم. | ۶ 6 |
τοῦτο δὲ λέγω κατὰ συνγνώμην, οὐ κατ’ ἐπιταγήν.
اما میخواهم که همه مردم مثل خودم باشند. لکن هرکس نعمتی خاص از خدا دارد، یکی چنین و دیگری چنان. | ۷ 7 |
θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
لکن به مجردین و بیوهزنان میگویم که ایشان را نیکو است که مثل من بمانند. | ۸ 8 |
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·
لکن اگر پرهیزندارند، نکاح بکنند زیرا که نکاح از آتش هوس بهتر است. | ۹ 9 |
εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστιν γαμεῖν ἢ πυροῦσθαι.
اما منکوحان را حکم میکنم و نه من بلکه خداوند که زن از شوهر خود جدا نشود؛ | ۱۰ 10 |
τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, —
و اگر جدا شود، مجرد بماند یا با شوهر خودصلح کند؛ و مرد نیز زن خود را جدا نسازد. | ۱۱ 11 |
ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω, — καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
و دیگران را من میگویم نه خداوند که اگرکسی از برادران زنی بیایمان داشته باشد و آن زن راضی باشد که با وی بماند، او را جدا نسازد. | ۱۲ 12 |
τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
وزنی که شوهر بیایمان داشته باشد و او راضی باشد که با وی بماند، از شوهر خود جدا نشود. | ۱۳ 13 |
καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
زیرا که شوهر بیایمان از زن خود مقدس میشود و زن بیایمان از برادر مقدس میگردد واگرنه اولاد شما ناپاک میبودند، لکن الحال مقدسند. | ۱۴ 14 |
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
اما اگر بیایمان جدایی نماید، بگذارش که بشود زیرا برادر یا خواهر در این صورت مقید نیست و خدا ما را به سلامتی خوانده است. | ۱۵ 15 |
εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ Θεός.
زیرا که تو چه دانیای زن که شوهرت را نجات خواهی داد؟ یا چه دانیای مرد که زن خود را نجات خواهی داد؟ | ۱۶ 16 |
τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
مگر اینکه به هرطور که خداوند به هرکس قسمت فرموده و به همان حالت که خدا هرکس راخوانده باشد، بدینطور رفتار بکند؛ و همچنین درهمه کلیساها امر میکنم. | ۱۷ 17 |
Εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ Κύριος, ἕκαστον ὡς κέκληκεν ὁ Θεός, οὕτως περιπατείτω. καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
اگر کسی در مختونی خوانده شود، نامختون نگردد و اگر کسی درنامختونی خوانده شود، مختون نشود. | ۱۸ 18 |
περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσθω.
ختنه چیزی نیست و نامختونی هیچ، بلکه نگاه داشتن امرهای خدا. | ۱۹ 19 |
ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.
هرکس در هر حالتی که خوانده شده باشد، در همان بماند. | ۲۰ 20 |
ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
اگر در غلامی خوانده شدی تو را باکی نباشد، بلکه اگر هم میتوانی آزاد شوی، آن را اولی تر استعمال کن. | ۲۱ 21 |
δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
زیرا غلامی که در خداوند خوانده شده باشد، آزاد خداوند است؛ و همچنین شخصی آزاد که خوانده شد، غلام مسیح است. | ۲۲ 22 |
ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
به قیمتی خریده شدید، غلام انسان نشوید. | ۲۳ 23 |
τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
ای برادران هرکس در هرحالتی که خوانده شده باشد، در آن نزد خدا بماند. | ۲۴ 24 |
ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ Θεῷ.
اما درباره باکرهها حکمی از خداوند ندارم. لکن چون از خداوند رحمت یافتم که امین باشم، رای میدهم. | ۲۵ 25 |
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.
پس گمان میکنم که بجهت تنگی این زمان، انسان را نیکو آن است که همچنان بماند. | ۲۶ 26 |
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
اگر با زن بسته شدی، جدایی مجوی واگر از زن جدا هستی دیگر زن مخواه. | ۲۷ 27 |
δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.
لکن هرگاه نکاح کردی، گناه نورزیدی و هرگاه باکره منکوحه گردید، گناه نکرد. ولی چنین در جسم زحمت خواهند کشید، لیکن من بر شما شفقت دارم. | ۲۸ 28 |
ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
اماای برادران، این را میگویم وقت تنگ است تا بعد از این آنانی که زن دارند مثل بیزن باشند | ۲۹ 29 |
Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,
و گریانان چون ناگریانان و خوشحالان مثل ناخوشحالان و خریدارن چون غیرمالکان باشند، | ۳۰ 30 |
καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
و استعمال کنندگان این جهان مثل استعمال کنندگان نباشند، زیرا که صورت این جهان درگذر است. | ۳۱ 31 |
καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
اما خواهش این دارم که شما بیاندیشه باشید. شخص مجرد در امور خداوند میاندیشدکه چگونه رضامندی خداوند را بجوید؛ | ۳۲ 32 |
θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ·
وصاحب زن در امور دنیا میاندیشد که چگونه زن خود را خوش بسازد. | ۳۳ 33 |
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί,
در میان زن منکوحه وباکره نیز تفاوتی است، زیرا باکره در امور خداوندمی اندیشد تا هم در تن و هم در روح مقدس باشد؛ اما منکوحه در امور دنیا میاندیشد تا شوهر خودرا خوش سازد. | ۳۴ 34 |
καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
اما این را برای نفع شمامی گویم نه آنکه دامی بر شما بنهم بلکه نظر به شایستگی و ملازمت خداوند، بیتشویش. | ۳۵ 35 |
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
لکن هرگاه کسی گمان برد که با باکره خودناشایستگی میکند، اگر به حد بلوغ رسید و ناچاراست از چنین شدن، آنچه خواهد بکند؛ گناهی نیست؛ بگذار که نکاح کنند. | ۳۶ 36 |
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
اما کسیکه در دل خود پایدار است و احتیاج ندارد بلکه در اراده خود مختار است و در دل خود جازم است که باکره خود را نگاه دارد، نیکو میکند. | ۳۷ 37 |
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει.
پس هم کسیکه به نکاح دهد، نیکو میکند و کسیکه به نکاح ندهد، نیکوتر مینماید. | ۳۸ 38 |
ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει.
زن مادامی که شوهرش زنده است، بسته است. اما هرگاه شوهرش مرد آزاد گردید تا به هرکه بخواهد منکوحه شود، لیکن در خداوندفقط. | ۳۹ 39 |
Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ·
اما بحسب رای من خوشحال تر است، اگر چنین بماند و من نیز گمان میبرم که روح خدارا دارم. | ۴۰ 40 |
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.