< उत्पत्ति 10 >

1 यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν
2 गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।
υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας
3 अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।
καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα
4 एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।
καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι Ῥόδιοι
5 यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।
ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
6 कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।
υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν
7 सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν
8 कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए ।
Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς
9 तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।”
οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου
10 तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए ।
καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τῇ γῇ Σεννααρ
11 तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,
ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσουρ καὶ ᾠκοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ
12 र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो ।
καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη
13 मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही
καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ
14 पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।
καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ
15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,
Χανααν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον
16 यबूसी, एमोरी,
καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον
17 गिर्गाशी, हिव्वी, अरकी, सिनी,
καὶ τὸν Ευαῖον καὶ τὸν Αρουκαῖον καὶ τὸν Ασενναῖον
18 अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।
καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων
19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθεῖν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα
20 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।
οὗτοι υἱοὶ Χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।
καὶ τῷ Σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Εβερ ἀδελφῷ Ιαφεθ τοῦ μείζονος
22 एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν
23 ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।
καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ
24 अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।
καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ
25 एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।
καὶ τῷ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ Φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιεκταν
26 योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,
Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ
27 हदोरम, ऊजाल, दिक्ला,
καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα
28 ओबाल, अबमाएल, शेबा,
καὶ Αβιμεηλ καὶ Σαβευ
29 ओपीर, हवीला योबाबका पिता बने ।
καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὗτοι υἱοὶ Ιεκταν
30 तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।
καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα ὄρος ἀνατολῶν
31 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।
οὗτοι υἱοὶ Σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
32 तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।
αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν

< उत्पत्ति 10 >