< Pāvilavēstulē Romiešiem 7 >
1 Jeb vai jūs nezināt, brāļi (jo es runāju ar tiem, kas bauslību zin), ka bauslība valda pār cilvēku, kamēr tas dzīvo?
Ἢ ἀγνοεῖτε, ἀδελφοί — γινώσκουσι γὰρ νόμον λαλῶ — ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ;
2 Jo laulāta sieva caur bauslību ir piesieta pie vīra, kamēr tas dzīvs; bet kad vīrs miris, tad viņa ir atsvabināta no tā vīra bauslības.
Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
3 Tad nu viņa taps saukta laulības pārkāpēja, kad viņa, kamēr vīrs dzīvs, pie cita vīra turas; bet ja vīrs miris, tad viņa ir svabada no tās bauslības, tā ka viņa nav vis laulības pārkāpēja, kad viņa iet pie cita vīra.
Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ.
4 Tā, mani brāļi, arī jūs bauslībai esat nonāvēti caur Kristus miesu, ka jums būs turēties pie cita, pie Tā, kas no miroņiem ir uzmodināts, lai Dievam augļus nesam.
Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ.
5 Jo kad mēs miesā bijām, tad grēku kārības caur bauslību mūsu locekļos bija spēcīgas, nāvei augļus nest.
Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ.
6 Bet tagad mēs no tās bauslības, kur tapām turēti, esam atsvabināti un tai nomiruši, tā ka mēs kalpojam atjaunotā garā un ne vecā raksta būšanā.
Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντος ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.
7 Ko nu lai sakām? Vai bauslība ir grēks? Nemaz ne! Bet grēku es nepazinu kā vien caur bauslību. Jo iekārošanu es nezinātu, ja bauslība nesacītu: tev nebūs iekāroties.
Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις·
8 Bet grēks, caur bausli pamodināts, cēla iekš manis visādu iekārošanu. Jo bez bauslības grēks ir nedzīvs.
ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
9 Un es citkārt dzīvoju bez bauslības, bet kad bauslis nāca, tad grēks palika dzīvs.
Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον·
10 Bet es nomiru, un atradās, ka tas bauslis man uz nāvi izdevās, kas man bija dots uz dzīvību.
καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον·
11 Jo grēks caur bausli pamodināts mani ir pievīlis un caur to pašu nokāvis.
ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι᾿ αὐτῆς ἀπέκτεινεν.
12 Tad jau bauslība gan ir svēta, un bauslis gan ir svēts un taisns un labs.
Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13 Vai tad tas, kas ir labs, man palicis par nāvi? Nemaz ne! Bet grēks, - lai tas parādītos kā grēks, kas caur to, kas labs, man padara nāvi, lai grēks paliktu pārlieku grēcīgs caur bausli.
Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; Μὴ γένοιτο. Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον — ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
14 Jo mēs zinām, ka bauslība ir garīga; bet es esmu miesīgs, pārdots apakš grēka.
Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
15 Jo es nezinu, ko es daru; jo to es nedaru, ko gribu; bet ko es ienīstu, to es daru.
Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ᾿ ὃ μισῶ, τοῦτο ποιῶ.
16 Bet ja es daru, ko negribu, tad es apliecināju, bauslību esam labu.
Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
17 Bet tagad es vairs to nedaru, bet tas grēks, kas iekš manis mīt.
Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
18 Jo es zinu, ka iekš manis (tas ir manā miesā) labums nemīt; jo gribēt gan gribu labu darīt, bet spēt nespēju.
Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω.
19 Jo to labu, ko gribu, es nedaru; bet to ļaunu, ko negribu, to es daru.
Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν· ἀλλ᾿ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω.
20 Bet ja es to daru, ko negribu, tad es to vairs nedaru, bet tas grēks, kas iekš manis mīt.
Εἰ δὲ ὃ οὐ θέλω ἐγώ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21 Tad nu šo likumu atrodu, ka man gribot to labu darīt ļaunums pielīp.
Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.
22 Jo man ir labs prāts pie Dieva bauslības pēc tā iekšējā cilvēka.
Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον·
23 Bet es redzu citu bauslību savos locekļos pret mana prāta bauslību karojam un mani gūstītu novedam apakš grēka bauslības, kas ir manos locekļos.
βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.
24 Es nabaga cilvēks, kas mani izraus no šīs nāves miesas.
Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
25 Es Dievam pateicos caur Jēzu Kristu, mūsu Kungu. Tad nu es pats ar savu prātu kalpoju Dieva bauslībai, bet ar savu miesu grēka bauslībai.
Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.