< Jaņa Atklāsmes Grāmata 7 >
1 Un pēc tam es redzēju četrus eņģeļus stāvam uz tiem četriem zemes stūriem, kas tos četrus zemes vējus turēja, lai vējš nepūstu ne pa zemi, ne pa jūru, ne pa kādu koku.
Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
2 Un es redzēju citu eņģeli uzkāpjam no rīta puses, tam bija tā dzīvā Dieva zieģelis, un tas sauca ar stipru balsi uz tiem četriem eņģeļiem, kam vara bija dota, samaitāt zemi un jūru,
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 Sacīdams: nesamaitājiet ne zemi, ne jūru, ne kokus, tiekams mēs apzieģelēsim sava Dieva kalpus pie viņu pierēm.
λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Un es dzirdēju, cik to apzieģelēto: simts četrdesmit un četri tūkstoši bija apzieģelēti no visām Israēla bērnu ciltīm.
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 No Jūda cilts: divpadsmit tūkstoši apzieģelēti. No Rūbena cilts: divpadsmit tūkstoši. No Gada cilts: divpadsmit tūkstoši.
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 No Ašera cilts: divpadsmit tūkstoši. No Naftalus cilts: divpadsmit tūkstoši. No Manasus cilts: divpadsmit tūkstoši.
ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 No Sīmeana cilts: divpadsmit tūkstoši. No Levja cilts: divpadsmit tūkstoši. No Īsašara cilts: divpadsmit tūkstoši.
ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευεὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
8 No Zebulona cilts: divpadsmit tūkstoši. No Jāzepa cilts: divpadsmit tūkstoši. No Benjamina cilts: divpadsmit tūkstoši apzieģelēti.
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμεὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
9 Pēc tam es redzēju, un raugi, liels pulks, ko neviens nevarēja izskaitīt, no visādām tautām un ciltīm un ļaudīm un valodām stāvēja priekš tā goda krēsla un priekš Tā Jēra, apģērbti baltām garām drēbēm un palmu zari viņu rokās,
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ Ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10 Un sauca ar stipru balsi un sacīja: pestīšana pieder mūsu Dievam, kas sēž uz tā goda krēsla, un Tam Jēram.
καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ.
11 Un visi eņģeļi stāvēja visapkārt ap to goda krēslu un ap tiem vecajiem un tiem četriem dzīviem un metās priekš tā goda krēsla zemē uz savu vaigu un pielūdza Dievu,
καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,
12 Sacīdami: Āmen! Teikšana un gods un gudrība un pateicība un slava un vara un spēks pieder mūsu Dievam mūžīgi mūžam! Āmen. (aiōn )
λέγοντες Ἀμήν, ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )
13 Un viens no tiem vecajiem atbildēja, uz mani sacīdams: šie, kas apģērbti baltām garām drēbēm, kas tie tādi, un no kurienes tie nākuši?
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
14 Un es uz viņu sacīju: Kungs, tu to zini! Un viņš uz mani sacīja: šie ir tie, kas ir nākuši no tām lielām bēdām un ir mazgājuši savas drēbes un tās balinājuši iekš Tā Jēra asinīm;
καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ Ἀρνίου.
15 Tādēļ tie ir Dieva goda krēsla priekšā un Viņam kalpo dienām un naktīm Viņa namā, un kas sēž uz tā goda krēsla, Tas tos apēnos.
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς.
16 Ne tie vairs izsalks, ne tiem vairs slāps; nedz saule, nedz kāds karstums tos vairs nespiedīs;
οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 Jo Tas Jērs, kas ir vidū priekš tā goda krēsla, tos ganīs un tos vadīs pie dzīviem ūdens avotiem, un Dievs nožāvēs visas asaras no viņu acīm.
ὅτι τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.